Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1198 τὰν γαμψώνυχα παρθένον τὴν Σφίγγα.

1200 θανάτων: τῶν ὑπὸ τῆς Σφιγγὸς γινομένων· πύργος δὲ ἀντὶ τοῦ ἀσφάλεια καὶ ἀπαλέξησις γέγονεν.

1204 ἀκούειν εἰς τὸ ἀκούειν.

1206 συνοικῶν τῇ τοῦ βίου μεταβολῇ.

1208 ᾧ ὑποδοχὴ εἰς τὸ ἄμφω δέξασθαι, σὲ καὶ [*](5] v. 125. — 6 εἴδωλον L. — 8 Pyth. VIII, 95. — 10 ἐναριθμοῦμαι Lasc. — 11 δοτικὴ] ἐν ἀριθμῷ est in Lips. b. — 13 τοῦτο] τούτω L, corr. Lasc. — 14 Menandri γεωργοῦ fragm. 1 (Mein. IV p. 96). — 15 ἐπαρθῆναι ἢ πεσεῖν ἢ ἀποβ. primis duobus vocabulis deletis L.)

207
τὸν πατέρα· ἢ ὅτι μήτηρ ἦν καὶ γυνὴ ἡ Ἰοκάστη ἣν λέγει λιμένα· θαλαμηπόλῳ δὲ νυμφίῳ.

1211 ἄλοκες ἀντὶ τοῦ αὔλακες, αἱ κοῖται, αἱ σποραί, οἱ γάμοι.

πῶς, φησί, φωνὴν οὐκ ἔρρηξαν;

1218 περίαλλʼ περιάλλως.

1221 ἀνέπνευσα διὰ σὲ καὶ νῦν κατέμυσα τὸ ὄμμα ἐξ οὗ δηλοῖ καὶ ἐπήρθημεν περισῳθέντες καὶ νῦν δυστυχοῦντί σοι συνδυστυχοῦμεν.

1223 ἐξάγγελος ἔρχεται ἀπαγγέλλων ὅτι ἀγχόνῃ ἐτελεύτησεν ἡ Ἰοκάστη καὶ ὁ Οἰδίπους ἑαυτὸν ἐτύφλωσεν.

1225 ἀρεῖσθε λήψεσθε.

ἐγγενῶς γνησίως.

1231 ἑκουσίως γὰρ ἑαυτὸν καὶ ὁ Οἰδίπους ἐτύφλωσεν καὶ ἡ Ἰοκάστη ἀπήγξατο· μάλιστα, φησί, τῶν κακῶν λυπεῖ τὰ μὴ ἐκ τύχης συμβάντα ἀλλʼ ὥσπερ ἐπισπαστὰ καὶ αὐτάγρετα γινόμενα.

1241 τὸ ἑξῆς, ὅπως εἰσῆλθεν ἔσω ἐπιρρήξασα τὰς [*](Fol. 46b) πύλας τουτέστι κλείσασα· Ὅμηρος

  • τὸν τρεῖς μὲν ἐπιρρήσεσκον Ἀχαιοὶ
  • τρεῖς δʼ ἀναοίγεσκον·
  • καλῶς δὲ τοῖς λέκτροις ἐπεμπίπτει· διʼ αὐτὰ γὰρ ἀπόλλυται.

    1247 τὴν δὲ τίκτουσαν λίποι τοῖς οἷσιν αὑτοῦ κ. ἑ. τὴν δὲ γυναῖκα λίποι τοῖς ἑαυτοῦ τουτέστι τῷ υἱῷ γυναῖκα παιδοποιόν.

    [*](6 περὶ ἄλλω L, corr. Lasc. — 8 καὶ usque ad finem add. G. — 18 γενόμενα? — 19 εἰσῆλθες L, corr. Lasc. — 21 Il. ω 454. — 23 cf. schol. Trach. v. 907. — 26 τοῖς] τὴν L, correxi.)
    208

    1254 περιπολοῦντ᾿ περιερχόμενον ὥσπερ ἐμμανῆ.

    1262 ἀνέτρεψε τὰς θύρας καὶ κατέβαλεν ἐκ τῶν πυθμένων.

    1264 ἐώρα λέγεται κρέμασις, ὕψωσις, μέταρσις.

    1266 ἀρτάνην δεσμόν. τὴν ἀναρτητικήν· κυρίως δὲ ἀρτάνη λέγεται ἡ ἐκ τῶν καλῳδίων ἀγχόνη.

    1273 τὸ συμβαῖνον πᾶσι τοῖς τυφλοῖς εἶπεν· οὐχ ὁρῶντες γὰρ πολλάκις συμπίπτουσιν οἷς οὐκ ἂν ἠβούλοντο, οὐχ ὁρῶσι δὲ ὧν δέονται· ἐν σκότῳ οὖν ἔσται καὶ ἀγνωσίᾳ.

    1275 ἐφυμνῶν ἀνοιμώζων.

    1276 ἤρασσ᾿ ἀναπετάσας τοὺς ὀφθαλμοὺς ἔπαιεν.