Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1141 συγκατατίθεται ὁ γέρων· ἔδει γὰρ ταῦτα πρῶτον ὁμολογῆσαι εἶτα ἐπάγει τὰ συνεκτικώτατα ἵνα μὴ ᾖ ἔξαρνος.

1144 ἱστορεῖς ἐρωτᾷς, ζητεῖς.

1146 αἰσθηθεὶς ὁ γέρων τοῦ παντὸς ἀρνήσασθαι [*](Fol. 45b) βούλεται οὐχ ὡς εἰδὼς καὶ ἀποκρυπτόμενος.

1155 ἀντὶ τοῦ; ἀντὶ τίνος;

τί προσχρῄζων μαθεῖν; λείπει ταῦτά με διατίθης.

1156 τοῦτο πάλιν οὐχ ὡς εἰδὼς ὅτι αὐτὸς εἴη ὁ ἐκτεθειμένος ἀλλʼ ὅτι διὰ τὴν ἔκθεσιν ταῦτα πάσχει.

1158 εἰς τόδʼ εἰς τὸ ἀποθανεῖν μὴ λέγων τὸ ἀληθές.

1160 ἐς τριβὰς εἰς βραδυτῆτα καὶ διατριβὰς καὶ ἀναβολάς.

1166 εἰ δευτέραν ἀναμείνῃς ἐξέτασιν.

1174 ἀναλώσαιμι ἀπολέσαιμι.

1175 τεκοῦσα τλήμων; κατʼ ἐρώτησιν.

1176 τοὺς τεκόντας κατὰ σύλληψιν· οὐ γὰρ φονεύει τὴν μητέρα.

1177 παρατηρητέον ὅτι τὸν γέροντα μετεπέμψατο ἐπὶ τὸ ἀνακρῖναι τὸν φόνον τοῦ Λαΐου καὶ προβληθέντος ἑτέρου τινὸς ἐπὶ τὸ ἀναγκαιότερον τρέπεται.

1182 ἐξήκοι ἀποβαίη.

[*](3 ποιούμενος L, corr. Lasc. — 4 ποιεῖ δὲ ποιεῖ δὲ primo deleto L. ὄντος] ἐν addit G. — 10 et 13 οὐχ ὡς] ὡς οὐκ Elmsl. sed cf. schol. v. 958. — 19 ἀναμείνῃς] ἀναμείνοις L, corr. Elmsl.; an ἀναμείναις? — 24 μετεπέμψατο] v. 859.)
206

1183 εὖ πεπλαγίασται ὁ λόγος ὡς τὴν πήρωσιν αἰνιττομένου ἀλλʼ ἐπὶ τὸν θάνατον αὐτῷ ὁ λόγος· ἀπορήσας γὰρ ξίφους ἑαυτὸν ἐτύφλωσεν.

1186 καὶ ἐν Αἴαντι

  • ὁρῶ γὰρ ἡμᾶς οὐδὲν ὄντας ἄλλο πλὴν
  • εἴδωλʼ ὅσοιπερ ζῶμεν ἢ κούφην σκιάν·
  • καὶ Πίνδαρος
  • τί δέ τις; τί δ᾿ οὔτις; σκιᾶς ὄναρ
  • ἄνθρωποι.

    1188 ἐναριθμῶ ἐξαριθμοῦμαι ἵνʼ ᾖ ῥῆμα πρώτου προσώπου καὶ οὐ δοτικὴ ἀρσενικοῦ.

    1191 ὅσον δόξαι εὐδαίμων εἶναι, κατὰ ἀλήθειαν δὲ τοῦτο ἀνθρώπῳ οὐκ ἔστιν·

  • τὸ τῆς τύχης γὰρ ῥεῦμα μεταπίπτει ταχύ.
  • [*](Fol. 46a)

    1192 ἀποκλῖναι πεσεῖν ἢ ἀποβαλεῖν.

    1193 τὸν σὸν βίον παράδειγμα ἔχων οὐδένα μακαρίζω καὶ εὐδαιμονίζω.

    1196 τοξεύσας ἐπιτυχών, εὐτυχήσας.