Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1082 τῆς τῆς τύχης.

1084 καὶ τοιοῦτος πεφυκὼς οὐκ ὀκνήσω τὸ γένος ἐξερευνῆσαι τὸ ἡμέτερον.

1086 ὑπονοοῦσιν οἱ κατὰ τὸν χορὸν χρηστότερόν τι περὶ τοῦ Οἰδίποδος ὅτι θειοτέρου γένους τυγχάνει ἀπό τινος τῶν ὀρείων νυμφῶν· ποιοῦνται δὲ τὸν λόγον πρὸς τὸν Κιθαιρῶνα καί φασιν, οὐκ ἔσῃ εἰς τὴν αὔριον ἀπείρατος τοῦ ἡμᾶς αὔξειν σε ὡς τροφὸν καὶ μητέρα τοῦ Οἰδίποδος.

1087 κατὰ γνώμην ἴδρις ἔμπειρος κατὰ τὴν γνώμην ὅ ἐστι συνετός.

1092 αὔξειν μεγαλύνειν, λέγειν.

1093 χορεύεσθαι ἀντὶ ὑμνεῖσθαι.

1094 ὥσπερ τὰ θυμήρη παρέχοντα τοῖς ἐμοῖς [*](Fol. 45a) βασιλεῦσιν· ἐνόμιζε γὰρ ὁ χορὸς τὸν ἀναγνωρισμὸν ὑπὲρ Οἰδίποδος γίνεσθαι.

[*](7 πᾶσα] πᾶσιν L, corr. Lasc.)
204

1096 ἀναγκαίως `πρὸς τὸν Ἀπόλλωνα ἀποτείνει διὰ τὸ ἄρξαι τῶν χρησμῶν.

1098 ἆρά τις προσπελασθεῖσα τοῦ Πανὸς ἢ τοῦ Ἀπόλλωνος θυγάτηρ; καὶ γὰρ οὗτος νόμιος.

1103 πλάκες αἱ ἐξοχαί, αἱ ἀνατάσεις τῶν ὀρῶν· ἀγρόνομοι δὲ ἔνθα τὰ ἄγρια νέμεται ὅ ἐστι τὰ μὴ ἥμερα θηρία.

1104 εἴτε ὁ Ἑρμῆς εἴτε ὁ Διόνυσος ἀπό τινος νύμφης γεννηθέντα σε ἀνεδέξατο.

ὁ Κυλλάνας ἀνάσσων ὁ Ἑρμῆς· νόμιος γάρ.

1110 μὴ συναλλάξαντα: μὴ κοινωνήσαντα τουτέστι μὴ συντυχόντα, μὴ εἰς ἀμοιβὴν καὶ ὁμιλίαν ἐλθόντα· θεασάμενος δὲ ὁ Οἰδίπους τὸν πρεσβύτην ἐρχόμενον ὃν μετεπέμψατο στοχάζεται μὲν εἶναι αὐτὸν ἐκ τοῦ γήρως καὶ τῶν ἀγόντων οἰκετῶν τὴν δὲ ἐπιστήμην καὶ ἀκριβῆ γνῶσιν τῷ χορῷ ἀνατίθησιν.

1113 τῷδε τἀνδρὶ ξύμμετρος: τῷ Κορινθίῳ ὁμῆλιξ καὶ ἴσος ἐστὶ κατὰ τὴν ἡλικίαν.

1115 τῇ δʼ ἐπιστήμῃ: τῇ γνώσει ὑπερβάλλοις ὡς καὶ πρὶν αὐτὸν θεασάμενος.

1116 ἰδὼν ἀντὶ τοῦ ἐγνωκώς.

1127 ἀντὶ τοῦ ἦσαν οἱ πλησιόχωροι.

1128 τῇδέ που μαθὼν ἀντὶ τοῦ ἐκεῖ μαθών.

1135 διπλοῖσι ποιμνίοις δύο ἀγέλαις.

1136 συνήμην, φησί, τούτῳ ἔαρ, θέρος, φθινόπωρον· [*](11 μὴ συναλλάξαντα: μὴ κοινωνήσαντα] μὴ κοιν. μὴ συναλλάξαντα L, corr. Lasc. — 14 μετεπέμψατο] v. 859. — 21 ad βλέπων v. 1121 adscriptum in L, corr. Wolffius p. 194. — 22 ἀντὶ] ἀν, τ (═ τοῦ) a m. rec., L.)

205
καὶ οὗτοι ἂν εἶεν οἱ τρεῖς χρόνοι· ἐμμήνους δὲ τοὺς ἐν μησὶν ὁριζομένους, οὐκ ἐνιαυτοῖς.

1137 ἀρκτοῦρον τὴν ἐῴαν ἐπιτολὴν ποιούμενον· ποιεῖ δὲ ταύτην ἡλίου ὄντος παρθένῳ.