Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1016 ὅτι οὐδέν σοι διαφέρει κατὰ γένος ὁ Πόλυβος. ὅθ᾿ (ὅ)τι.

1019 τῷ μηδενὶ τῷ ἠλλοτριωμένῳ καὶ μὴ οἰκείῳ· ἔτι γὰρ Πολύβου νομίζει ἑαυτόν.

1020 ὥσπερ οὐ γέγονας ἐξ ἐμοῦ οὕτως οὐδὲ ἐκ Πολύβου.

1023 ἴδιον τῶν ἐν παραδόξοις ἀκούσμασι τὸ αὐτὸ πολλάκις ἐπερωτᾶν.

[*](5 παλαιὰ] sumtum ex schol. v, 906. — 13 ἀφελῶς] ἀσφαλῶς L, corr. Dind. — 28 τῶν] τὸν L, corr. Lasc.)
202

κἆθ᾿ εἶτα.

1025 ἐμπολήσας ἀγοράσας· δηλοῖ δὲ ἡ λέξις καὶ εὑρών.

1029 κἀπὶ θητείᾳ πλάνης μίσθιος καὶ ἐπὶ μισθῷ άνης· ἔστι δὲ ἀρσενικόν.

1031 εἰπόντος τοῦ γέροντος ὅτι σωτήρ σοι γέγονα τερ κοινὸν ἐπὶ πάντων ἐκτεθειμένων ἀναπυνθάνεται Οἰδίπους ὅτι ἐν ποίῳ ἄρα κακῷ ὄντα κατὰ τὴν θεσιν λαμβάνει ἵνα ἐκεῖνος εἴπῃ τὸ περὶ τῶν οδῶν ὅπερ ἐπιγινώσκει ἡ Ἰοκάστη.

1035 ἐκ σπαργάνων χαλεπὴν αἰσχύνην διὰ τὴν ον ἄρθρων βλάβην.

1037 ὑπὸ μητρὸς ὠνομάσθην ἢ ὑπὸ τοῦ πατρὸς ἰδίπους; ἢ πρὸς θεῶν τίνος εἰμὶ μητρὸς ἢ ποίου πατρός;

1046 εἰδεῖτʼ ἂν] ἀντὶ τοῦ εἰδείητε ἄν.

1050 σημήναθ᾿ εἴπατε.

1051 ἐστοχάζετο ὁ χορὸς ἐκεῖνον εἶναι τὸν τὴν θεσιν ποιησάμενον τοῦ παιδίου διὰ τὸ ἤδη εὐνοῖκὸν πρόσωπον αὐτοῦ παραστῆσαι τῷ οἴκῳ.

1053 οὐχ ἥκιστα: ἀντὶ τοῦ πάνυ· αἱ γὰρ δύο νήσεις μίαν συγκατάθεσιν ποιοῦσι· μάλιστ᾿ ἂν ταῦτα ποι ἡ Ἰοκάστη.

1056 τί δʼ ὅντινʼ εἶπε;: συνίησιν ἤδη τὸ πᾶν ἡ κάστη καὶ θέλει ἤδη ἑαυτὴν διαχειρίσασθαι πρὶν πυστα γενέσθαι τὰ κακά, τοῦτο δὲ δηλοῖ διὰ τοῦ

  • ἅλις νοσοῦσʼ ἐγώ.
  • [*](9 λαμβάνει addidi. — 13 ἢ ὑπὸ τοῦ] ἢ ἀπὸ τοῦ L, corr. — 15 ηδείητε L. — 19 στῆσαι L, παραστῆσαι scripsi; v. rs. 758 sqq. cf. schol. Antig v. 164. — 21 συγκατάβασιν G. 23 τί δʼ] deletum; in textu τίς δ᾿, ς serius addito. εἷπε] πὲ L. — 24 ἤδη inclusi διαχειρήσασθαι L, corr. Lasc. — διὰ τοῦ] διὰ τὸ L, correxi. — 26 v. 1061.)
    203

    1062 οἴεται τὴν Ἰοκάστην δυσγένειαν αὐτῷ συνειδυῖαν ἀποκρύπτειν καὶ κωλύειν τὴν ζήτησιν.

    ᾿κ τρίτης τρίτον πεπραμένης καὶ αὐτὸς τρίπρατος.

    1070 χαίρειν τρυφᾶν καὶ ἐναβρύνεσθαι.

    1071 ἐννοουμένη τὰ τῆς ἀναιρέσεως αὐτὴ μὲν ἀπήλλακται ὁ δὲ Οἰδίπους περιλέλειπται· τὸ γὰρ αὐτοῦ πρόσωπόν ἐστι τὸ περιπαθὲς περὶ ὃ πᾶσα ἡ διάθεσις τοῦ δράματος.

    1073 Οἰδίπους ἀντὶ τοῦ ὦ Οἰδίπου· ἔστι δὲ Ἀττικόν.

    1075 ἀναρρήξῃ ἐργάσηται.

    1080 ἐμαυτὸν τῇ τύχῃ παραδοὺς ἀτιμίαν ἐκφεύξομαι.