Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

86 φάος ἁγνόν: ὀλόφυρσίς ἐστι τῆς Ἠλέκτρας ἐν ταῖς μονῳδίαις ὅπερ σύνηθες τοῖς τραγικοῖς κινητικὸν τοῦ πένθους· τοῦτο δὲ τὸ πρόσωπον εὔνουν ἐστὶ τῷ ἀποθανόντι· ἐπεὶ δὲ ἄηθές ἐστι πρὸς τοὺς θεατὰς ἢ πρὸς ἑαυτὴν ταῦτα διαλέγεσθαι ὡς ἀπομεμφομένη τοῖς θεοῖς ἢ μάρτυρας τῶν θρήνων καλοῦσα πρὸς τὰ στοιχεῖα ποιεῖται τὸν λόγον καὶ οὕτως ἡμῖν δηλωθήσεται ὅπως διέκειτο ἐπὶ τῷ συμβάντι κατὰ τὸν πατέρα· ἰσόμοιρον δέ φησιν εἶναι τὴν γῆν τῷ ἀέρι παρʼ ὅσον παρατείνειν ἀλλήλοις τὰ στοιχεῖα πρέπει· καὶ τοῖς φιλοσόφοις ἴσος δοκεῖ εἶναι κατὰ τὴν ἀνάλυσιν ὁ ἀὴρ τῇ γῇ· συνέστραπται γὰρ ἡ γῆ· εἰ δὲ διαλυθῇ ἰσωθήσεται αὐτῷ· οὕτως ἔχει καὶ τὸ Ἡσιόδειον

  • γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑαυτῇ
  • οὐρανόν·
  • ἰσόμοιρον δὲ γῆς ἀέρα τὸν σκότον φησὶν ἵνα τὸ φάος [*](1 τούτου] τῇ . . . posito in margine ζήτει L, correxi coll. schol. Ai. v. 499. Oed. Col. 1195. — 22 τῇ γῆ] τῆς γῆς L, corr. H. — 25 Theog. v. 126.)
    105
    ἁγνὸν ἀντιδιαστέλληται· καὶ γῆς, φησίν, ἰσόμοιρος ἀὴρ ἴσην μοῖραν ἔχων τῇ γῇ· πανταχοῦ γάρ ἐστιν ἀήρ· ἢ ὅτι γῆ καὶ ἀὴρ στοιχεῖα, ἰσότιμα δὲ τὰ τέσσαρα στοιχεῖα ἀλλήλοις· τινὲς δὲ ὅτι μέση ἀέρος ἐστὶν ἡ γῆ διὰ τὰ ἀπὸ κέντρου διαστήματα· ἰσόμοιρος οὖν διὰ τὸ ἴσον· ἀπέχειν πανταχόθεν τῆς γῆς· καὶ ταῦτα δὲ Φερεκράτης παρῴδηκεν· τὸ δὲ ἀὴρ τὸ α συνέστειλεν διὰ ῥυθμὸν ἢ μέτρον.

    87 ὥς μοι πολλὰς μὲν θρήνων: φάος ἁγνόν, ὅσα μοι σύνοιδας θρηνούσῃ καὶ κοπτομένῃ· τὸ δὲ κατάλληλον οὕτως, ὡς πολλὰς μὲν ᾠθὰς τῶν θρήνων ᾔσθου πολλὰς δὲ πληγὰς αἱμασσομένων τῶν στέρνων, πληγὰς ἀντήρεις· τραγικώτερον δέ πως ἀπήγγελται ὤστε τὴν διάλυσιν αὐτῶν μὴ πάνυ πολιτικὴν εἶναι· μετῆκται δὲ ἀπὸ τῶν ἐρεσσόντων οἷον πληγὰς κατὰ τὸ ἐναντίον τῶν στέρνων ἐλαυνομένας.

    89 ἀντήρεις: ἀντιθέτους ἀντὶ τοῦ ἴσας τοῖς θρήνοις· μετῆκται δὲ ἀπὸ τῶν ἐρεσσόντων ὅταν κατʼ ἴσον ἐρέσσωσιν καὶ μὴ εἰς θάτερον περιωθῆται ἡ ναῦς· ἀντήρεις οὖν ἀντικτυπούσας τοῖς θρήνοις· θρηνοῦσα γὰρ ἔτυπτε τὸ στῆθος πρὸς ἕκαστον.

    ᾔσθου ἀντὶ τοῦ ἔμαθες.

    90 διὰ τούτων ἡ ἐπίτασις.

    91 ὁπόταν δνοφερά: ὅσα μέν, φησί, διὰ νυκτὸς κλαίω αἱ εὐναὶ ἴσασιν ὅσα δὲ διʼ ἡμέρας ὁ ἀὴρ καὶ [*](2 ἔχων] ἔχον L, corr. Lasc. — 3 ἰσότιμα δὲ] ἰσότιμα γὰη L, correxi. — 6 καὶ ταῦτα] sc. ut versum 2 Macho apud Athen. XIII p. 579 a et v. 7 Agenis ibid p. 595 f. Φερεκράτης] Meinek. fragm. LXXXII (II p. 357); Pherecrates riserat totum locum φάος — ᾔσθου. 1 11 τῶν θρήνων add. G 1 18 δὲ add. Suid. v. ἀντήρεις. — 19 περιωθεῖται L, corr. Suid., Hesych. v. ἀντήρεις. — 21 πρὸς ἕκαστον] sc. θρῆνον.)

    106
    τὸ φῶς, λέγει δὲ ὅτι οὐ διαλείπω οὔτε νυκτὸς οὕτε ἡμέρας κλαίουσα.

    ὑπολειφθῇ παρέλθῃ.

    94 ὅσα τὸν δύστηνον: κατὰ βραχὺ ἐνδείκνυσι τὰ τῆς ὑποθέσεως· ἰδοὺ γὰρ ἔγνωμεν ὅτι ἀδελφὴ τοῦ Ὀρέστου καὶ διὰ τί θρηνεῖ.

    95 ὃν κατὰ μὲν βάρβαρον: παρὰ τὸ ὑπὸ Ἀγαμέμνονος ἐν τῇ Νεκυίᾳ

  • οὔτε μ᾿  ἀνάρσιοι ἄνδρες
  • καὶ τὰ ἑξῆς· πάνυ δὲ περιπαθὴς ὁ λόγος εἰ καὶ πολεμίων πικροτέρα ἐφάνη Κλυταιμήστρα τῷ ἰδίῳ ἀνδρίπάνυ γὰρ περιπαθὲς τὸ ἐπὶ τηλικούτου καὶ τοσαῦτα διαπραξαμένου τὸ εἰπεῖν
  • ὅπως δρῦν ὑλοτόμοι·
  • οὐκ ἐξένισεν δὲ ἀντὶ τοῦ οὐκ ἀπέκτεινεν· ξένια γὰρ Ἄρεως τραύματα καὶ φόνοι· καὶ Ἀρχίλοχος [*](8 νεκύα L, corr. Lasc. — 9 0d. λ 408. οὔτέ με L. — 11 Κλυταιμήστρα] sic, non Κλυταιμνήστρα, constanter in scholiis et in textu Sophoclis (Electr. v. 1368. 1473) et Aeschyli (gam. v. 84. 270. 276. 590. Choeph. 881. Eumen. 116); solam hanc antiquam et veram esse nominis formam primus demonstravi in dissertatione inscripta ,,Κλυταιμήστρα non Κλυταιμνήστρα (Berol. 1885 apud Calvarium) ex etym. m. p. 521, 18: παρὰ τὸ κλυτὸν — καὶ τὸ μήδω γίνεται — ἡ ἔνδοξα φροντίζουσα (cf. Κλυτομήδης, Πολυμήστωρ), poetarum etymologiis Hom. 0d. λ 429 οἷον δὴ καὶ κείνη ἐμήσατο ἔργον ἀεικές, Aesch. Agam. v. 1085 τί ποτε μήδεται — μήδεται κακόν, Choeph. v, 989 ἐμήσατο (═ Μήστρα, non Μνήστρα, apud Tzetzam Lyc. 1393 al.) ἐπʼ ἀνδρὶ στύγος, inscriptionibus veteribus (corp. num. 6195, III p. 879. 7701, IV p. 144 ═ Soph. Electr. ed. Michael. p. 148. 176); de Clytaemestra disputavit Ritschelius opusc. phil. II p. 497—498. 502. 517 ed. Ribb.; Ὑπερμήστρα (Hypermestra Ovid. Heroid. XIV, 1, al.) legitur in scholio Aesch. Sept. v. 556 (ed. Weckl. p. 159) et apud Ant. Liber. 17. — 13 τὸ delevit Br. — 14] v. 98. — 16 καὶ add. Suid. v. ἐξένισεν.)
    107
    ξείνια δυσμενέσιν λυγρὰ χαριζόμενοι.

    πάνυ περιπαθῶς πικροτέραν γενέσθαι τῷ Ἀγαμέμνονι καὶ πολεμίου καὶ ἀλλοδαπῆς τὴν Κλυταιμήστραν.

    101 ἢ μοῦ φέρεται: εἰ δὲ καὶ τὰ τῆς Χρυσοθέμιδος παράκειται αὕτη γε διὰ τὸ πάνυ ἀλγεῖν οὐδένα κατʼ ἀξίαν φροντίζειν τῶν γεγονότων οἴεται ἢ μόνην αὐτήν.

    102 ἀδίκως οἰκτρῶς: ἔν τισιν ὑπόκειται ἀντὶ τοῦ ἀδίκως ἀεικῶς· καὶ οἰκτρῶς μὲν διὰ τὸ βίᾳ καὶ ἐπιβουλευθέντα ἀεικῶς δὲ ὅτι πελέκει αὐτὸν μεθʼ ὕβρεως ἐτίσατο.

    103 ἀλλʼ οὐ μὲν δὴ λήξω: ὁ νοῦς, ἀλλʼ οὐ λήξω θρήνων οὔτε ἡμέρας οὔτε νυκτὸς ὀδυρομένη ἕως ἂν νύκτα καὶ φῶς βλέπω ὥστε μὴ ἀηδόνος τρόπῳ ἠχώ τινα προπέμπειν τῶν θρήνων πρὸ τῶν πατρῴων θυρῶν.

    108 τὴν ἐπὶ κωκυτῷ ἠχὼ τουτέστι θρηνητικήν.

    111 πόντιʼ ἀρὰ γράφε ποινία ἀρά.

    112 σεμναί τε θεῶν: εὐφήμως ὡς καὶ τὸ Εὐμενίδες.

    119 μούνη γὰρ ἄγειν: ἢ τὸ καταβαροῦν με καὶ [*](Fol. 18 b) καταφερόμενον, ὃ φέρειν οὐ δύναμαι ἢ ἐπὶ τοῦ Ὀρέστου ἀκούειν δεῖ οὕτως τὸ ἀντίρροπον, ὅπερ ἂν εἶχεν ἐκεῖνος φέρειν παρὼν ὥστε κοινῇ ἡμᾶς αὐτὸ φέρειν· μόνη γὰρ φέρειν οὐκέτι ἰσχύω.

    [*](1 Bergk. fr 7; ξένια L, corr. Suid. v. ἐξένισεν. δυσμενέεσσι L, corr. H, Suid. v. ἐξένισεν et ξένια. — 3 πολεμίου] πολέμου L, corr. Trendelenburgius. — 9 τισιν] τ† L, ἐν τῷ ὑπομνήματι κεῖται 0. Iahnius coll. schol. v. 451. 488. Ant. 523. 1326. τοῦ] seriusadditum. —10 ἀεικῶς] ἀικῶς (αἰκῶς Herm.)Br. —12 ἐτίσαντο G, Suid. v. ἀεικῶς. — 17 θρηνητικῶν L, corr. Elmsl. — 20 με add. Suid. v. σωκῶ.)
    108

    σωκῶ ἀντὶ τοῦ ἰσχύω, οἱ δὲ νεώτεροι ἀντὶ τοῦ σῴζω.

    121 ἰὼ παῖ, παῖ: πάροδός ἐστι χοροῦ γυναικῶν τῇ Ἠλέκτρᾳ συναχθομένων· δυστανοτάτας δὲ τῆς ἐξαλεστάτης· οὐ γὰρ ἐπὶ οἴκτου ἐστὶν ὁ λόγος.

    122 τίνʼ ἀεὶ τάκεις; ἀντὶ τοῦ διὰ τί τήκῃ τῇ ἀκορέστῳ οἰμωγῇ;

    124 ἀθεωτάτας ἀσεβοῦς.

    125 ματρὸς ἁλόντ’ ἀπάταις μητρὸς ἁλόντα: πληγαῖς,

    126 ὡς ὁ τάδε πορὼν κ. ἑ.: λίαν αἰδήμων ὁ χορὸς ὅς ἐπὶ τὸν Αἴγισθον τρέπει τὴν αἰτίαν· καὶ γυναικῶν ἐστιν ἴδιον τὸ μηδὲ ἐπὶ τοῖς προφανέσιν ἁμαρτήμασιν καταλέγειν ἄλλης γυναικός· καὶ τὸ

  • εἴ μοι θέμις τάδʼ αὐδᾶν
  • λίαν ἠθικὸν καὶ ἁρμόζον γυναιξίν.

    ἐπεὶ κατʼ ἀρχόντων ἦν ὁ λόγος ἢ ἐπεὶ δοκεῖ δυσφημεῖν φησιν, εἰ δίκαιόν ἐστιν οὕτως εὔχομαι.

    129 γενέθλα γενναίων παῖδες τῶν εὐγενῶν Μυκηναίων.

    γενναίων πατέρων.