Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

727 Βαρκαίοις ὄχοις. τοῖς Λιβυκοῖς· Βάρκη γὰρ πόλις Λιβύης ἡ νῦν Πτολεμαῒς καλουμένη.

730  ναυαγίων: τῶν πτωμάτων.

731 γνοὺς δʼ οὑξ Ἀθηνῶν δεινός: δεινὸς ἀντὶ τοῦ ἔμπειρος· πρὸς εὔνοιαν δὲ τῶν ἀκροωμένων ἐπαινεῖ αὐτὸν ὡς Ἀθηναῖον.

732 ἔξω παρασπᾷ φυλαξάμενος, φησί, τούτοις συμπεσοῦσιν ἐμπεσεῖν ἔξω ἀπʼ αὐτῶν παρασπᾷ.

κἀνακωχεύει: ἀνασειράζει, κατέχει· ἀνακωχεύειν γὰρ κυρίως λέγεται ὅταν χειμῶνος ὄντος ἐν τῷ πελάγει στείλαντες τὰ ἄρμενα σαλεύωσιν αὐτόθι μὴ διαμαχόμενοι τῷ πνεύματι· μεταφορικῶς οὖν ἐπὶ τοῦ ἅρματος εἴρηκεν ὅτι οὐ διημιλλήσατο ἀλλʼ ἀφῆκε τὸν τῶν ἵππων κλύδωνα καὶ ὕστερος ἠρέμα ηὔλανεν.

735 τῷ τέλει πίστιν φέρων: οἷον πιστεύων ὅτι [*](3 ὑπεκδράμοι L, corr. Blaydesius. — 9 τὸν add. V, Suid. v. σειραῖος ἵππος. — 11 ἐπετίναξαν L, correxi. — 20 περισπᾷ L, corr. G. — 23 στείλαντες τὰ ἄρμενα] Homericum ἱστία στέλλειν Od γ 10, alibi. — 25 ὅτι add. Suid. v. ἀνακωχεύει.)

137
ἐπὶ τῷ τέλει τοῦ δρόμου παρελεύσεται· ἢ νομίζων ἕως τοῦ τέλους οὕτως ἐλαύνειν.

738 κἀξισώσαντε ὁ Ὀρέκτης καὶ ὁ Ἀθηναῖος.

743 λύων χαυνῶν διὰ τὸ συμπεπλέχθαι.

745 χνόας τὸ λεπτὸν μέρος τοῦ ἄξονος τὸ τρι— [*](Fol. 25a) βόμενον ὑπὸ τῆς χοινικίδος· εἴρηται δὲ ὁμοίως τὸ παρʼ Ἀπολλωνίῳ

  • ἄξονος ἐν πλήμνῃσι παρακλιδὸν ἀγνυμένοιο.
  • 751 λαγχάνει γράφε τυγχάνει.

    755 καὶ ἴνα ἀξιόπιστος εἴη ὁ ἄγγελος καὶ ἵνα πάλιν τὸ περιπαθὲς εἴη τῇ Ἠλέκτρᾳ.

    758 δειλαίας σποδοῦ ἀντὶ αἰτιατικῆς.

    766 ὡς μὲν γυνὴ κεκίνηται ἐπὶ τῷ πάθει πρὸς δὲ τὸν κίνδυνον ἀποβλέπουσα ἥδεται, διὰ δὲ τὸν χορὸν ἀλγεῖν ὑποκρίνεται.

    781 ὁ προστατῶν ὁ ἐπιγινόμενος.

    818 ξύνοικος ἔσομαι. τοῦτο οἰκονομικῶς· εἰ γὰρ [*](Fol. 25b) ἀπορήσασα ἐπὶ τοῖς ἠγγελμένοις ἀπέκτεινεν ἑαυτὴν διελύετο ἂν ἡ ὑπόθεσις.

    823 ποῦ ποτε κεραυνοὶ Διός: ἐν τοῖς ἔμπροσθεν παραμυθούμενος ὁ χορὸς τὴν Ἠλέκτραν ἔλεγεν

  • θάρσει μοι, τέκνον, θάρσει·
  • ἔστι μέγας ἐν οὐρανῷ
  • Ζεὺς
  • καὶ τὰ ἐξῆς· νῦν οὖν πανταχόθεν ἀπεγνωσμένης τῆς [*](8 Argon. 1, 757. ἀζόμενος πλήμνησι — αἰνυμένοιο L. — 10 καὶ add. Neuius. — 11 πάλιν] cf. schol. v. 95. — 16 ὁ ἐπιγενόμενος L, corr. Suid. v. προστατῶν. — 18 ἀπέκτεινεν] ἀπέκλινεν L, corr. Michaelis. — 22] v. 173 ubi θάρσει μοι, θάρσει, τέκνον L. — 23 ἔστι] ἔτι pr., ἐστὶ rec. in textu L.)
    138
    σωτηρίας καὶ προστεθείσης· τῆς κατὰ τὸν Ὀρέστην συμφορᾶς εἰκότως παρακεκινδυνευμένῳ τῷ λόγῳ ἐχρήσατο ὥστε καὶ περὶ θεῶν τι εἰπεῖν καὶ ὅλως ἀμφιβάλλειν εἰ ὅλως ἐν οὐρανῷ εἰσιν εἴ γε περιορῶσι τοιαῦτα γινόμενα· καὶ τὸν μὲν ἥλιον ὡς πάντα ἐφορῶντα παρέλαβεν τὸν δὲ Δία ὡς πάντων δεσπότην ὄντα· δεῖ δὲ τὸν ὑποκριτὴν ἅμα τῇ βοῇ ἀναβλέψαι τε εἰς οὐρανὸν καὶ τὰς χεῖρας ἀνατεῖναι ὃ δὴ κωλύει ὁ χορὸς
  • μηδὲν μέγ᾿ ἀύσῃς.
  • 826 κρύπτουσιν ἕκηλοι οἷον οὐκ ἄγουσιν εἰς φῶς τὴν τούτων παρανομίαν.

    827 θρηνεῖ ἡ Ἠλέκτρα τὸν ἀδελφόν· ἐλεεινὸν δὲ λίαν τὸ τοιοῦτο μέρος.

    830 ἐν τοῖς προφανέσι καὶ ἀθεραπεύτοις πάθεσι ,μετριάζειν αὐτὴν ἀξιοῦσιν.

    831 ἀπολεῖς: δαιμονίως τοῦτο ἐπήγαγεν· οὐ γὰρ ἀμελήσασα τῶν ἀπὸ τοῦ χοροῦ ἐπιτιμήσεων ἐρεῖ τι ἀπρεπὲς εἰς θεοὺς ἐπεὶ καὶ τελέως ἀμηχανεῖ ὁ Σοφοκλῆς εἰς τοὺς θεοὺς βλασφημῶν (καὶ γὰρ εἷς ἦν τῶν θεοσεβεστάτων) ἀλλʼ ἅσπερ δυσχεραίνουσα ταῖς ἐπιτιμήσεσιν ὡς ψυχραῖς τοῦτό φησιν.

    ἀποκναίεις με, φησίν, ἐν τοῖς ἀθεραπεύτοις παρηγοροῦσα.

    [*](4 ὅλως inclusi. περιορῶσι] τὰ addunt G, V. — 5 πάντα ἐφορῶντα] Homericum ἠέλιός θ᾿ ὃς πάντʼ ἐφορᾷς Π. γ 277 al.; cf. schol. Trach. v. 96. 101 — 6 πάντων δεσπότην] Oed. Tyr. v. 904 Ζεῦ, πάντʼ ἀνάσσων. — 7 δεῖ δὲ κ ἑ.] pertinent ad v. 829 (G). βοῇ] βουλῇ L, corr. G, V. — 10] v. 830. — 14 μέρος] μέλος Br. — 15 ἐν τοῖς κ. ἑ.] post φησιν schol. v. 831 lecta in L huc retraxit Elmsl.)
    139

    837 οἶδα γὰρ ἄνακτʼ Ἀμφιάρεων χρυσοδέτοις. ταῖς διὰ χρυσοῦ γενομέναις τέχναις τοῦ δοθέντος Ἐριφύλῃ διὰ τὴν Ἀμφιαράου ἔξοδον· διὰ τὰς τῆς γυναικὸς αὐτοῦ ἀπάτας. ἄλλως. τὸ χρυσοδέτοις ἕρκεσιν ἢ ἐπὶ τῶν ἀρμάτων φησὶν οἷον τοῖς χρυσῷ δεδεμένοις καὶ κατεσκευασμένοις ἅπερ ἕρκη εἶπεν οἷον περιφράγματα καὶ τείχη ὧν οὐκ ἐξέφυγεν ὁ Αμφιάραος ἀλλʼ ἐνεσχέθη ἐν αὐτοῖς ἢ χρυσοδέτοις τῷ ὅρμῳ ὃς ἦν ἐκ χρυσοῦ πεποιημένος, τὸ δὲ ἕρκεσιν οἷον τοῖς δεσμοῖς καὶ φράγμασιν καὶ τῇ ἀνάγκῃ τῇ ἀπὸ τοῦ ὅρμου γενομένῃ· τὸ δὲ γυναικῶν ἀπάταις ἢ τῇ ἀπὸ τῆς γυναικὸς ἀπάτῃ ἢ καθόλου τὸν χρυσὸν γυναικῶν ἀπάτην εἶπεν· θαυμαστῶς δὲ εἴκασεν ὅτι καὶ οὗτος διὰ γυναικῶν ἀπώλετο.