Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

668 ἐδεξάμην λείπει ἡ ἀπό, ἀπεδεξάμην.

675 τί φής, τί φής. οἱ ἡδέος ἀκούοντες λόγου κἂν πάνυ σαφῶς ἀκούσωσι δὶς καὶ τρὶς τὰ αὐτὰ ἀκούειν βούλονται.

μὴ ταύτης κλύε: οἷον μὴ διὰ ταύτην φυλάξῃ εἰπεῖν τὰ ἑξῆς.

679 τῷ τρόπῳ διόλλυται;: ἴδιον καὶ τοῦτο τῶν ἡδομένων· μαθόντες γὰρ τὸ πᾶν καὶ τὸ κατὰ μέρος ἡδόμενοι πυνθάνονται· ἔπειτα ὁ ποιητὴς βούλεται εὐδοκιμεῖν περὶ ἀγῶνος λέγων Ἑλληνικοῦ.

682 οὔπω ἥν ἐπὶ Ὀρέστου ὁ Πυθικὸς ἀγών.

684 τινὲς δόλιχόν φασιν ἀγωνίσασθαι Ὀρέστην ὅς ἐστιν κʼ στάδια κʼ ἐτῶν ὄντα ἅστε τῇ φύσει ἴσα τὰ τέρματα τοῦ δρόμου ἐποιήσατο.

686 δρόμου δʼ ἰσώσας: οἷον οὐκ ἐλλείπων κατὰ τὰ τέρματα ἀλλʼ ἴσος φανεὶς τοῖς τέρμασι κατὰ τὴν αὑτοῦ φύσιν τῆς νίκης ἔτυχεν. ἄλλως. ὁμοίως καὶ ἴσως τεθαυμασμένος ἐν τῷ ἀγωνίσματι ὡς ἐπὶ τῇ μορφῇ ἀντὶ τοῦ ὡς θαυμαστὸς ἐπὶ τῇ μορφῇ οὕτως καὶ ἐπὶ τῷ ἔργῳ ἐφάνη, ὡς ἐπὶ τῷ εἴδει οὕτως καὶ ἐπὶ τῷ ἔργῳ.

τοῦ ἐκ ποδὸς δρόμου.

691 ἄλμα, δίσκον, ἄκοντα, δρόμον, πάλην ταῦτα ἐν μιᾷ τις ἠγωνίζετο ἡμέρᾳ.

[*](Fol. 24 b. )

696 ὅμοιον αὐτῷ τὸ Πινδαρικὸν [*](11 οὔπω] excidit χ; cf. annot. ad schol. v. 49. — 12 ad v. 686 refert Elmsl. — 17 ἄλλως] ἀλλ᾿ L, corr. Wolffius. — 19 θαυμαστῶς L, corr. V, Suid. v. δρόμοις. — 20 ἐπὶ add. Suid. — 21 ἐπὶ add. V, Suid. — 23 ταῦτα — ἡμέρᾳ ] ,,verba elisis vocalibus trimetrum efficientia “Dind.)

135
θεὸς ὁ καὶ πτερόεντʼ αἰετὸν κίχε καὶ θαλασσαῖον
  • παραμείβεται
  • δελφῖνα καὶ ὑψιφρόνων τινʼ ἔκαμψε βροτῶν.

    701 φιλοτίμως διὰ πιθανότητα ταῦτα ἐπεξεργάζεται.

    702 ζυγωτῶν οἷον διζύγων.

    703 κἀκεῖνος ὁ Ὀρέστης.

    706 λεύκιππος Αἰνειᾶν: ἐμοὶ δοκεῖ ὄνομα εἶναι. οὐδὲν γὰρ ἄτοπον ἐπίθετον εἶναι· ὄνομα γὰρ κύριον οὐ προτέθεικεν πρὸς τὸ τοῦ πράγματος ἀνεξέλεγκτον· ὅλη γὰρ ἡ διήγησις τοῦ ἀγῶνος πέπλασται· οἴ δὲ Αἰνειᾶνες τῶν Θεσπρωτῶν ἢ Θρᾳκῶν· Ὅμηρος

  • τῷ δʼ Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοί.
  • 707 προσχαρίζεται Ἀθηναίοις ἐν Ἀθηναίοις λέγων.

    716 ὡς ὑπερβάλοι χνόας τις αὐτῶν: οἷον πρῶτοι τοῦ δρόμου γενέσθαι· χνόας δὲ τὰς τοῦ ἄξονος σύριγγας καὶ τὰ ἱππικὰ φρυάγματα, ἀπὸ δὲ μέρους τὸ ὅλον ἄρμα· σύριγξ δέ ἐστι τὸ εἰς τὴν ὀπὴν τοῦ τροχοῦ ἐμβαλλόμενον μέρος τοῦ ἄξονος καὶ αὐτὴ δὲ ἡ ὀπὴ τοῦ τροχοῦ οὕτως καλεῖται· λείπει δὲ τὸ ἐλαύνων· τὸ δὲ χνόας βαρέως· τὰ γὰρ εἰς η καθαρὸν δισσύλλαβα τῷ ο παραληγόμενα ἀπὸ δύο συμφώνων ἀρχόμενα ὧν [*](1 Pyth. II, 50. ἀετὸν L. — 6 διζύγων] ἀζύγων L, εὐζύγων Wolffius, corr. Schneidewinus Iahn. annal. 67 p. 509; cf. Herod. IV, 170. 189 — 8 αἰνειᾶν etiam in textu L. — 9 οὐδὲν γὰρ κ. ἑ.] novum scholion incipit. — 10 προστέθεικεν Wolfius ἀνεξέλικτον L, corr. Lasc. — 12 αἰνειᾶν L, corr. G. — 13 Il. β 749. δʼ ε⋆ν⋆ιῆνες L, fuit haud dubie αἰνειῆνες pr. — 15 πρῶτος Lasc. — 17 καὶ — φρυάγματα] om. Suid. v. χνόας. — 19 ἐμβαλόμενον L, corr. G, Suid. — 22 τῷ] τὸ L, corr. V, Suid. Canon Herodiani περὶ καθολ προσῳδ. ιβʹ (p. 305, 22 sqq.).)

    136
    προηγεῖται δασὺ βαρύνεται, χνόη, φθόη, χλόη· τὸ δὲ πνοὴ οὐκ ἔχει δασύ.

    ὑπερδράμοι.

    717 φρυάγμαθʼ φυσήματα, πνεύματα.

    720 στήλην: τὸν λίθον τὸν καμπτῆρα.

    721 ἔχριμπτʼ ἀεί: ὅ ἐστι προσεπέλαζε τῷ καμπτῆρι ἀεὶ τὴν ὀπὴν τοῦ τροχοῦ.

    722 σειραῖον ἵππον: τὸν ἔξω τοῦ ζυγοῦ, τὸν δεξιόν, προσκείμενον δὲ τῷ καμπτῆρι τὸν ἀριστερόν.

    724 ἄστομοι σκληρόστομοι.

    725 ἐξ ὑπαντήσεως ἐνετίναξαν ἐκείνων ὑποστρεφόντων.