Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

616 κἀγώ, φησίν, αἰσθάνομαι ἐπονείδιστα πράσσουσα καὶ οὐ κατὰ τὴν ἐμὴν ὥραν.

620 ἐμφαντικώτερον τὸ ἐξαναγκάζει με διὰ τῆς προθέσεως.

622 τοῦτο ὅμοιόν ἐστι τῷ

  • εὖ νυν ἐπίστω
  • καὶ τὰ ἑξῆς.

    ἦ σ᾿ ἐγὼ καὶ τἄμ’ ἔπη: ὡς δὴ καὶ τοῖς ἔργοις καὶ τοῖς λόγοις μετριάζουσα πρὸς αὐτὴν ταῦτά φησιν ἡ Κλυταιμήστρα.

    627 πιθανῶς ἐπὶ τὸν ἀγρὸν ἔφη τὸν Αἴγισθον ὑπὲρ τοῦ παρρησίαν δοθῆναι τῇ κόρῃ.

    628 πρὸς ὀργήν: οὐκ ἐμμένεις οἷς πρότερον εἶπας· ἔφη γὰρ

  • καὶ μὴν ἐφίημι·
  • [*](2 τοῦ μένους delevit Iahnius. — 4 ἀντιλαμβανομένης L, corr. Lasc. ἐκείνης L, corr. G. — 6] v. 612. — 16 τῷ] τὸ L, corr. Dind.; acholii literas evanidas habet G. — 17] v 616. νῦν ut in textu L. — 22 τῶν ἀγρῶν G. ἔφη] v 313. — 24 lemma in L οὔκουν ἐάσεις (v. 630) mutavit Heathius εἶπα L, corr. G. — 26] v. 556. καί μιν L.)
    132
    πιθανῶς δέ οὐ γὰρ χρὴ ἐν ταῖς ἀντιλογίαις θυμοῦσθαι τὸν ἡττώμενον.

    632 ἐῶ, κελεύω: δεῖ γὰρ καὶ προκόπτειν τὴν ὑπόθεσιν διὸ οὐ ποιεῖται πλείονας ἀντιρρήσεις.

    634 ἔπαιρε δὴ σύ: πρὸς θεράπαινάν φησι· θύματα δὲ θυμιάματα.

    635 πάγκαρπ᾿ ἐπεὶ πανοσπρία ἔθυον τοῖς θεοῖς.

    637 προστατήριε ὅτι πρὸ τῶν θυρῶν ἵδρυται.

    638 βάξιν λόγον.

    οὐ γὰρ ἐν φίλοις: οὐκ εἰς τὸν χορὸν ἀποτείνεται ἀλλʼ εἰς τὴν Ἠλέκτρον.

    642 σπείρῃ ματαίαν; τὸ ματαίαν οὐκ ἔστι ψευδῆ ἀλλʼ ἀνωφελῆ· τί γὰρ πράξει τοὺς κρατοῦντας διαβάλλουσα; κενήν, διὰ τὸ μηδὲν αὐτὴν δύνασθαι πρᾶξαι.

    643 ἀλλʼ ὧδʼ ἄκουε: οὕτως ἐμοῦ λεγούσης· τῇδε γὰρ ἀντὶ τούτῳ τῷ τρόπῳ.

    645 δισσῶν ὀνείρων: ἢ διπλῆν ἐχόντων φύσιν ὡς καὶ Ὅμηρος

  • δοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσιν ὀνείρων·
  • δύναται δὲ τὸ δισσῶν καὶ ἀριθμὸν ἐμφαίνειν ὡς δύο αὐτῆς ὀνείρους θεασαμένης καὶ τὸ μὲν ἓν φάσμα ἡγησαμένης εἶναι ὑπὲρ οὐ καὶ πέπομφεν ἀποτροπιασθησομένην τὴν Χρυσόθεμιν τάχα δὲ καὶ ἕτερον αὐτὴν κεκίνηκεν ὑπὲρ οὐ καὶ εὔχεται τῷ Ἀπόλλωνι ὅπερ οὐδὲ ἐξεῖπε πρός τινα οὐδὲ πρὸς τὸν Ἀπόλλωνα· ἢ [*](7 ἐπεὶ πανοσπρία] ἐπίπαν ὄσπρια L, corr. Coraius λόγιος Ἑρμῆς (Vindob.) 1821 fascic. I p. 9; cf. Suid. et Hesych. s. v. — 13 πράξοι L, corr. Lasc. — 20 Od. τ 562.)
    133
    δισσῶν τῶν ἀμφιβόλων καὶ δισσοποιῶν· ἔλυσεν δὲ αὐτὸ εἰποῦσα
  • εἰ μὲν πέφηνεν ἐσθλὰ δὸς τελεσφόρα
  • εἰ δʼ ἐχθρὰ τοῖς ἐχθροῖσιν ἔμπαλιν μέθες.
  • 650 ἀλλʼ ὧδέ μ᾿ αἰεὶ ζῶσαν: τὸ ὅλον ὑπὲρ τοῦ Fol.24a Αἰγίσθου εὔχεται, διὰ δὲ τοῦ πληθυντικοῦ τοῦ φίλοις τὸ τολμηρὸν τοῦ λόγου ἐπεκάλυψνν.

    652 φίλοισί τε ξυνοῦσαν: ἀκατάλληλον φαίνεται τὸ ὅλον ἐὰν μὴ ᾖ τὸ οἷς ξύνειμι νῦν ἀπὸ κοινοῦ λαμβανόμενον, φίλοισί τε καὶ τέκνοις συνοῦσαν οἷς ξύνειμι νῦν· τὸ δὲ δύσνοια ἀπʼ αὐτῶν εἰς ἐμὲ ἢ ἀπʼ ἐμοῦ.

    653 εὐημεροῦσαν ἑκάστῃ ἡμέρᾳ εὖ διάγουσαν.

    656 τὰ περὶ τῆς τελευτῆς Ὁρέστου ἔοικεν εὔχεσθαι.

    657 τὰ δʼ ἄλλα πάντα: ζητοῦσι διὰ τί ἐνταῦθα μὲν οὐκ ἐμφαίνει περὶ τοῦ Ὄρέστου ὕστερον δὲ τοῦ ἀγγέλου ἐλθόντος φαίνεται ἐφηδομένη· ῥητέον οὖν ὅτι νῦν μὲν προσδοκῶσα αὐτὸν ἥξοντα ζῶντα τότε δὲ ὡς κατὰ ἀποθανόντος παρρησιάζεται ἄφοβος γενομένη.

    660 ξέναι γυναῖκες: ὁ παιδαγωγὸς ἥκει πλασάμενος τὰ περὶ τοῦ θανάτου Ὀρέστου· τὸ δὲ ἦθος αὐτοῦ μέσον ἐστὶν οὔτε ἀποικτιζομένου παντάπασιν οὔτε ἡδομένου ἀλλʼ ὡς ξένου· εὐκαίρως δὲ ἥκει ἔξω οὐσῶν ἀμφοτέρων, πρῶτον ἴνα μὴ δισσολογοίη πρὸς ἀμφοτέρας ἀπαγγέλλων, δεύτερον πρὸς τὸ δηλωθῆναι τὴν γνώμην ἀμφοτέρων· πιθανῶς δὲ ἐρωτᾷ ὡς ἀγνοῶν.

    664 στοχάζεται ἐκ τῆς στολῆς καὶ τῶν βασιλείων.

    [*](3 πέφυκεν L. — 6 φίλους L, corr. G — 12 ἀπʼ ἐμοῦ] εἰς αὐτοὺς addit Lasc. — 13 ἡμέρῃ L, corr. G, Suid. v. εὐημεροῦσαν. — 16 τοῦ ἀγγέλου ἐλθόντος] v. 666.)
    134