Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

545 παρεῖτο ἠμελεῖτο, παρῃρεῖτο.

550 δύσθυμος: --- [*](Fol. 23 a) κακόβουλος.

551 γνώμην δικαίαν: οἷον λογισμῷ χρησαμένη δικαίῳ τότε τοὺς πέλας ψέγε ἡμᾶς μὴ τὸ πᾶν ὀργῇ καταχαριζομένη. τινὲς τοὺς πέλας τοὺς περὶ Ἀγαμέμνονα.

552 ἐρεῖς μὲν οὐχὶ νῦν: οὐκ ἂν εἴποις νῦν ὅτι λυπήσασά σε τοιαῦτα ἀντακήκοα σου· ἐμοῦ γὰρ εἰπούσης οὐδὲν σὺ προκατήρξω τῆς εἰς ἐμὲ λοιδορίας.

556 εἰ δέ μʼ ὧδ’ ἀεὶ λόγοις: εἰ πρὸ τῶν λόγων ἐπυνθάνου εἰ τὸ λέγειν σοι ἐφίημι οὐκ ἂν ἦς λυπηρά.

558 πατέρα φὴς κτεῖναι: ὡς ῥήτωρ διεῖλεν εἰς κεφάλαια τὸν λόγον· καὶ πρῶτον κεφάλαιον ὅτι οὐδὲν χαλεπώτερον τούτου εἴ γε δικαίως, δεύτερον ὅτι οὐ δικαίως ἀλλὰ πεισθεῖσα Αἰγίσθῳ· δείκνυσι δὲ ὅτι ἀκουσίως ὁ Ἀγαμέμνων ἔθυσεν τὴν Ἰφιγένειαν ἐν τῇ Αὐλίδι.

561 ὡς οὐ δίκῃ γ᾿ ἔκτεινας. ἐναντίον τῷ

  • ἡ γὰρ δίκη νιν εἷλεν
  • τὸ ὡς οὐ δίκῃ γ᾿ ἔκτεινας.

    ἀλλὰ σ᾿ ἔσπασεν πειθώ: αὕτη γὰρ ἀπόδειξις οὐ διὰ τὴν θυγατέρα ἀλλὰ διὰ τὸν μοιχὸν πεφονεῦσθαι [*](7 τότε] τῷ τε L, corr. Lasc. ψέγειν L, corr Lasc — 10 νῦν ὅτι add. G, H. — 11 λυπήσασά με τοιαῦτα ἀντακήκοας ἐμοῦ γὰρ L, corr. Wunderus — 21 τῷ] τὸ L, corr G. — 22] v. 528. εἰ (ἡ G) γὰρ δίκηι νιν εἶλεν L. — 24 πειθὼ] πιθὼ ut in textu L.)

    130
    τὸν Ἀγαμέμνονα, τὸ καὶ μέχρι τοῦ νῦν αὐτῷ συνεῖναι καὶ συνοικεῖν.

    παρήγαγεν, παρέπεισεν.

    563 τίνος | ποινὰς λείπει ἡ διά.

    567 ἐξεκίνησεν ἐξεδίωξεν.

    575 πολλὰ κἀντιβάς: ἀντιπαραταττόμενος καὶ μὴ βουλόμενος· διὰ δὲ τῆς λέξεως δηλοῖ τὸ ἀκούσιον τῆς προαιρέσεως.

    577 εἰ δʼ οὖν· ἐρῶ γὰρ καὶ τὸ σόν: πιθανῶς κατασκευάζει ὅτι εἰ νομοθετεῖς ἄλλον ἀντʼ ἄλλου ἀναιρεῖσθαι κατὰ σαυτῆς νομοθετεῖς.

    583 πρώτη θάνοις ἂν ἀντὶ τοῦ Ἀγαμέμνονος.

    584 ἀλλʼ εἰσόρα: ὅρα, φησί, μὴ παρακάλυμμα τῶν σαυτῆς ἀδικημάτων ταύτην κομίζῃ τὴν πρόφασιν.

    591 ἐπαινέσαιμʼ ἂν γράφε ἐπαινέσωμεν.

    595 ἐπεὶ πάνυ αὐτὴν διήλεγξεν ἐπὶ τῇ μοιχείᾳ ὥσπερ ἐπιλαμβανομένη αὐτῆς κἀκείνην ἐκμειλισσομένη φησὶν ὅτι οὐδὲ νουθετεῖν σε δεῖ· χαλεπαίνεις γὰρ ὡς λοιδορουμένη· τὸν ἔλεγχον οὖν νουθεσίαν ὠνόμασεν.

    [*](Fol. 23 b)

    607 εἴτε στόμαργον: εἰ γέγονα τούτοις τοῖς κακοῖς ενοχος, στόμαργος καὶ ἀναιδὴς ὡς φής, οὐ καταισχύνω σου τὴν φύσιν ἐλάττων σου οὖσα ἀλλʼ ὁμοία σοι φανήσομαι. ζηλῶ σε, φησίν· ὥσπερ γὰρ σὺ κατὰ Ἀγαμέμνονος Αἴγισθον ἔθρεψας οὕτως κατὰ σοῦ τὸν Ὀῥέστην ἐγώ.

    φλύαρον.

    610 ὁρῶ μένος πνέουσαν; ὁ χορὸς τεθαυμακὼς ἐπὶ τοῖς λόγοις φησίν, ὁρῶ μένος πνέουσαν τὴν παῖδα, [*](18 χαλεπαίνοις L, corr. V. — 19 νουμοθεσίαν deletis literis μο L. — 22 σοι] σου L, corr. H.)

    131
    εἰ δὲ σῦν δίκῃ αὐτῇ τοῦτο τὸ μένος σύνεστιν τούτου τοῦ μένους φροντίδα οὐκέτι ὁρῶ γινομένην ὑπό τινος· εὐσχημόνως δὲ ἐς τὴν Κλυταιμήστραν τὸν λόγον ἀποτείνουσιν· ἀντιλαμβανομένη οὖν ἐκείνη τοῦ λόγου φησὶ
  • ποίας δέ μοι δεῖ πρός γε τήνδε φροντίδος;
  • 611 οὐκέτʼ εἰσορῶ ἀντὶ τοῦ οὐκ ἐννοῶ.

    614 καὶ ταῦτα τηλικοῦτος: ὑπὲρ ἐπιτάσεως, ὅτι εἰ καὶ δοίη τις ἐξουσίαν ἀντιλέγειν τοῖς γονεῦσιν ἀλλ᾿ οὐ ταύτῃ παρθένῳ οὔσῃ ἔπρεπε τηλικαύτῃ.

    615 αἰσχύνης ἄτερ ἀντὶ τοῦ ἀναισχύντως.