Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

213 φράζου μὴ πόρσω φωνεῖν: ὁ χορὸς ἐπιτιμᾷ τῇ Ἠλέκτρᾳ μὴ ἄντικρυς ταῖς βλασφημίαις κατὰ Κλυταιμήστρας καὶ Αἰγίσθου χωρεῖν· οἰκείας δὲ ἤτοι τὰς συγγενικὰς ἢ ἀπὸ σοῦ ἐσομένας καὶ οὐκ ἀλλαχόθεν.

214 οὐ γινώσκεις, φησίν, ἐξ οἴων ἀγαθῶν εἰς τί ἀνιαρὸν ἐλήλυθας;

218 σᾷ δυσθύμῳ τίκτουσʼ ἀεὶ ψυχᾷ πολέμους τοιαῦτα γεννῶσα ἐξ ὧν πολεμεῖταί σου ἡ ψυχή. σαυτῇ γεννῶσα ταῦτα ἐξ ὧν πολεμεῖταί σου ἡ ψυχή ὡς ἐν ἀθυμίαις αὐτῆς οὔσης.

219 τὰ δὲ τοῖς δυνατοῖς οὐκ ἐριστά: τοῖς κρατοῦσιν οὐ διʼ ἔριδος δεῖ εἰς ταῦτα προσπελάζειν ἀντὶ οὐχ οἷόν τέ σε ἐρίζειν τοῖς δυνατοῖς. καὶ ἄλλως: [*](9 II. ι 633 ἢ add. Suid. v. ποινή. τεθνειῶτος L. — 11 II. ι 634 ubi καί ῥʼ ὁ μὲν et c. — 22 γεννῶσα] ἐννοοῦσα L. correxi.)

115
ταῦτα δὲ ἃ πράττεις οὐκ ἐριστὰ τοῖς κρατοῦσίν ἐστιν τουτέστι τοῖς περὶ τούτων φιλονεικίαν πρὸς τοὺς κρατοῦντας ποιεῖσθαι ἀσύμφορον.

220 πλάθειν πελάζειν.

222 τοῦτο τὸ ἔπος, φησίν, οὐ λανθάνει με ἀλλʼ οἶδα τὸ ἀσφαλὲς καὶ συμφέρον, διὰ δὲ τὴν ὑπέρβασιν τῶν δεινῶν ἀναγκάζομαι καὶ ἐπικινδυνώδη τινὰ φθέγγεσθαι.

226 τίνι γάρ ποτʼ ἄν, φιλία: παρὰ τίνος γὰρ ἀκούσομαι τὰ συμφέροντα ἢ παρʼ ὑμῶν τῶν συνοίκων ὥστε μοι συγχωρῆσαι ἐν δεινοῖς οὔσῃ παρηγορίαν τινὰ ἴσχειν ἐκ τῶν ὀδυρμῶν καὶ θρήνων; οὐ γὰρ πρὸς ξένους ἔχω ἀλλὰ πρὸς ὑμᾶς εὐνοούσας.

τίνι ἀντὶ τοῦ παρὰ τίνος;

229 ἄνετε ἐάσατε οἷον παύσασθέ με παραμυθούμεναι· ἢ οὕτως, ὑμεῖς με παραμυθούμεναι ἄνετε ὅ ἐστιν ἐπιτρέπετε ὀδύρεσθαι καὶ αὔξετέ μου διὰ τῆς παραμυθίας τὸν ὀδυρμόν.

230 τάδε γὰρ ἄλυτα κεκλήσεται: τὸ θρηνεῖν τὸν πατέρα ἄλυτόν μοι ἔσται ὅ ἐστιν οὐδέποτε παύσομαι ἀλλʼ ἀεὶ ἐν τῷ θρηνεῖν ἔσομαι.

232 ἀνάριθμος ὧδε θρήνων: ἔν τισι κεῖται ἀνάνομος οἷον ἀεὶ νεμομένη ἐν αὐτοῖς καὶ οὔποτε χωρὶς· οὖσα τῆς τῶν δακρύων νομῆς· κεῖται δὲ καὶ ἀνήριθμος [*](2 τοῖς inclusit untina. — 9 ποτʼ ἂν] ἂν ante ἀκούσομαι lectum huc posuit Wund. — 17 ὀδύρεσθε, L, corr. Suid. v. ἄνετε. — 20 ἔσται] ἐστὶν L, corr. Suid. — 22 τισι] τ† * L, ἐν τῶ G (ἔν τι V) παράκειται G, ἐν ὑπονοίᾳ (ὑπομνήματι Gaisfordus) κεῖται Suid. ἀνάνομος] compositum est ex α (═ οὔποτε) et ἄνομος (═ χωρὶς οὖσα τῆς τῶν δακρύων νομῆς). — 23 νεμομένη] νέμο * * μένη L.)

116
καὶ ἔστιν ὁ λόγος, οὐκ ἔσομαι ἀνήριθμος θρήνων ἀλλʼ ἐν θρήνοις ἀριθμηθήσομαι.

  • οἷον οὐκ ἀριθμοῦσα αὐτοὺς ἀλλὰ δαψιλέσι χρωμένη·
  • 236 κακότητος τῆς συνεχούσης με.

    239 μὴ εἴη μοι ταύτης τιμῆς τὸ τοὺς γονέας μὴ μέχρι παντὸς ὀδύρεσθαι.

    240 μήτʼ εἴ τῳ πρόσκειμαι χρηστῷ: μήτε εἴ τινι ἀγαθῷ καὶ χρηστῷ πρόσκειμαι φίλῳ συνοικοίην εὔκηλος οἷον μηδὲ εἰ ἀγαθός τίς ἐστιν ᾧ ἐγὼ πρόσκειμαι μηδὲ τούτῳ συνοικοίην εὔκηλος ζηλοῦσα τὰ αὐτοῦ καὶ ἀποδεχομένη εἰ τοιοῦτος περὶ τοὺς γονέας φαίνοιτο· μήτε οὖν αὐτὴ γενοίμην μήτε εἰ ὁ ξυνοικῶν μοι τοιοῦτος εἴη ζηλοίην τὰ ἐκείνου ὥστε καταφρονεῖν τῶν γονέων.

    241 γονέων | ἐκτίμους τῶν ἐπὶ τοῖς γονεῦσιν ὀξυτόνων γόων τὰς πτέρυγας ἴσχουσα ἐκτίμους ἀντὶ ἐκτὸς τιμῆς ἀλλʼ ἐν τῷ τιμᾶν τοὺς πατέρας εἴην διὰ τῶν γόων.

    249 ἥ τε αἰδὼς ἔρροι καὶ ἡ περὶ πάντας εὐσέβεια εἰ τῶν ἀδίκως ἀνῃρημένων μὴ τιμωρία ἔσται.

    253 σὺ νίκα: τὸ σὺ νίκα πάνυ ἀναγκαίως ἵνʼ ἀφορμὴ γένηται μακρὰν ἐκτεῖναι ῥῆσιν τὴν Ἠλέκτρον ἐν ᾗ πάντα τὰ καθʼ ἑαυτὴν παραλήψεται.

    254 αἰδοῦμαι εἰ δοκῶ ὑμῖν βαρέως πενθεῖν.

    256 ἀλλʼ ἡ βία γὰρ ταῦτʼ ἀναγκάζει: ἐπείπερ ἐν τοῖς φθάσασιν ἐπετίμησαν αὐτῇ διὰ τὸ ἀνενδότως θρηνεῖν περὶ τούτου πρῶτον ἀπολογεῖσθαι βούλεται.

    [*](5 ταύτης τῆς τιμῆς H, ταῦτα διὰ τιμῆς schol. rec. lI p. 250, 30. — 7 τινι] τι L, τῷ G, corr. Lasc. — 10 εὔ〈κηλος〉] εὖ L, correxi. τὰ addidi. αὐτοῦ] αὐτῶ L, correxi. — 12 εἰ add. Lasc. — 18 γόων] γονέων L, corr. Iahnius. — 24 β*αρέως L. — 25 ἐν τοῖς φθάσασιν] v. 122. 141. 176. 213 sqq.)
    117

    259 ἃ ᾿γὼ κατʼ ἦμαρ: ἀναγκαίως κέχρηται τῷ νοήματι· ἐν μὲν γὰρ γενομένῳ πράγματι καὶ παρελθόντι εἰκὸς καὶ παύσασθαι τὸν ἀδημονοῦντα ὁπότε δὲ αὐτὴν οὐ μόνον τὰ τοῦ πατρὸς λυπεῖ ἀλλὰ καὶ τὰ τῆς μητρὸς καὶ τὰ Αἰγίσθου ὁσημέραι γινόμενα εἰκότως παρατείνει τὸ πενθεῖν.

    263 ἐν τοῖς ἐμαυτῆς: ἀνιαρὸν λίαν τὸ ἐν τοῖς [*](Fol. 20 a) ἐμαυτῆς ὅτι ἀδικοῦμαι οὖσα ἐν τοῖς ἐμαυτῆς.