Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

130 ἥκετʼ ἐμῶν καμάτων: οἶδα, φησίν, ἃ πράττω καὶ οὐ λανθάνει με ὅτι ὑπὲρ τὸ δέον ποιῶ· ἢ οἶδα ὅτι μοι εὐνοεῖτε ἴνα συνάπτῃ τῷ προκειμένῳ

  • ἥκετʼ ἐμῶν καμάτων παραμύθιον·
  • ἄμεινον δὲ τὸ πρῶτον.

    [*](4 ἐξολεστάτης L, corr. Suid. v. δύστηνος. — 10 lemma ματρὸς ἁλόντ’ ἀπάταις, quod est in L, mutavit Elmsl. — 14] v. 127. — 20 πατέρων] interpretamentum in textum illatum L.)
    109

    134 τοιοῦτοι γὰρ πολλάκις οἱ ἐν τοῖς πάθεσι παρηγορούμενοι, παρακαλοῦντες συγχωρεῖσθαι θρηνεῖν.

    135 ἀλύειν: τὸ ἐν ἄλῃ δυσφορεῖν σημαίνει, ἐνίοτε δὲ τὸ γεγηθέναι ἀπὸ τῆς ἀλέας καὶ διαχύσεως· Ὅμηρος

  • ἦ ἀλύεις ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;
  • 137 Ὅμηρος

    οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο.

    138 παγκοίνου εἰς ἥν ἅπαντας ἀφικέσθαι δεῖ.

    139 οὔτε γόοις οὔτε λιταῖσιν: οὔτε ὀδυρομένη οὔτε παρακαλοῦσα τοὺς θεούς· καὶ Αἰσχύλος μόνος θεῶν γὰρ θάνατος οὐ δώρων ἐρᾷ, μόνος οὐ δέχεται γλυκερᾶς μέρος ἐλπίδος.

    144 ἐφίῃ ἐπιθυμεῖς· τί μοι, φησί, τούτων γλίχῃ ἅπερ ἐστὶν οὐκ εὐκόλως φέρειν, θρήνου καὶ πένθους;

    147 ἀλλʼ ἐμέ γ᾿  ἁ στονόεσσα: Ἀττικῶς τὸ ἄραρέ με ἀντὶ τοῦ ἥρεσέ μου ταῖς φρεσὶν ἀντὶ σύμφωνα πράσσομεν ἐγὼ καὶ ἡ ἀηδὼν ἕνεκα τοῦ θρηνεῖν. ἄλλως: οἷον συνήρμοσταί μου ταῖς φρεσὶ τουτέστιν ἐκείνην ζηλῶ τὴν ἀεὶ τὸν Ἴτυν στενάζουσαν.

  • καὶ Ἀριστοφάνης
  • σὲ δὲ ταῦτʼ ἀρέσκει.
  • [*](1] cf. schol. v. 229. 849. — 3 τὸ add. Suid. v. ἀλύειν. ἄλῃ] Od. κ 464. ἄλλω L, corr. H (ᾱλη pr, ἄλλη rec., Suid. — 4 ἀλέας] Od. ρ 23; cf. schol. Phil. v. 859. — 6 Od. σ 333. ἢ — 8 II. ω 524. — 9 ἐφικέσθαι L, corr. V, Suid. v. πάγκοινος. — 12 fragm 156. θεῶν γὰρ] γὰρ θεῶν L, θεῶν γε Suid., corr. Lasc.; cf. Aristoph. Ran. v. 1392. — 13 Nauck. fragm adesp 380. μέλος Nauck. — 18 ἡ add Suid. v ἀηδὼν et ἄραρέ με. — 22 Ran. v. 103. ταῦτα L.)
    110

    149 ἀτυζομένα: ἐκπληττομένη τοῖς συμβεβηκόσι καὶ ὀδυρομένη· τὸ δὲ Διὸς ἄγγελος ὅτι τὸ ἔαρ σημαίνει· Ὅμηρος

  • ὡς δʼ ὅτε Πανδαρέου κούρη, χλωρηὶς ἀηδὼν
  • καλὸν ἀείδῃσιν ἔαρος νέον ἱσταμένοιο·
  • ἢ ὅτι τὴν ἡμέραν σημαίνει ἢ ὅτι τὰ ἑαυτῆς ἀγγέλλει κακὰ καὶ τὴν περιθρυλουμένην ἀγγελίαν καὶ τὸ πάθος· ἢ ἄγγελον εἶπεν οἷον τέρας καὶ τὸ παρʼ αὐτοῦ γινόμενον εἰς τερατείαν τῆς φύσεως· καὶ Σαπφὼ
  • ἦρος ἄγγελος, ἱμερόφωνος ἀηδών.
  • 150 σὲ δʼ ἔγωγε νέμω θεὸν ἀντὶ τοῦ ἐν τιμῇ τῶν θεῶν μερίζω σε.

    151 ἐν τάφῳ πετραίῳ τουτέστι καὶ ἀπολιθωθεῖσα. Ὅμηρος

    ἐν Σιπύλῳ ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς.

    155 περισσά: ἀντὶ ἄμετρος ἐν τῷ θρηνεῖν· περισσῶς, φησίν, ὀδύρῃ παρὰ τούτους οἷς ἐκ τοῦ αὐτοῦ γένους τυγχάνεις· ὥστε καὶ ἕτερόν τι διδάσκει ἡμᾶς, ὅτι καὶ ἀδελφαὶ αὐτῇ εἰσι δύο μετριώτερον τὴν συμφορὰν φέρουσαι.

    πρὸς τὸ ἄχος περισσή.

    157 ἤ Ὁμήρῳ ἀκολουθεῖ εἰρηκότι τὰς τρεῖς θυγατέρας τοῦ Ἀγαμέμνονος ἤ, ὡς ὁ τὰ Κύπρια, τέσσαράς φησιν, Ἰφιγένειαν καὶ Ἰφιάνασσαν.

    [*](4 Od. τ 518. — 8 καὶ om. G, V, Suid. v. ἀηδών. παρʼ αὐτοῦ] Iovis? αὐτῆς Suid. — 9 τεράστειαν cum signo —: in margine, corr. G, Suid. — 10 fr. 39. — 15 versus conlatus ex Il. β 783 et ω 615. τυφωέως L. — 22 Ὁμήρῳ] II. ι 144. 287. εἰρηκότι] ζῆν addit G. τὰς τρεῖς] τρεῖς τὰς Lasc. — 23 τὰ Κύπρια] epic. Gr. fr. 12 (Kinkel). τέσσαρας] Δ L, διαφόρους Elmsl.)
    111

    159 κρυπτᾷ τʼ ἀχέων: ἢ ἀχέων μετοχή ἐστιν ἀντὶ δυσφορῶν ἐπὶ τῷ κεκρύφθαι ἢ ὁ ἐν ἥβῃ κρυπτῇ λυπούμενος.

    163 βήματι. ἀντὶ ὁδῷ, πομπῇ.

    164 ἀκάματα: ἀκαμάτως καὶ ἀδιαλείπτως· λέγοι [*](Fol. 19 a) δʼ ἂν ταῦτα ἐν ὑποκρίσει· ἢ οὐ κεκμηκότως.

    166 οἰχνῶ περιέρχομαι.

    167 δάκρυσι μυδαλέα διάβροχος τοῖς δάκρυσιν. ἀνήνυτον ἀτελείωτον.

    169 ὧν τʼ ἔπαθεν ὧν τʼ ἐδάη: ὧν ἔπαθεν παρʼ ἐμοῦ εὐεργεσιῶν (διέσῳσε γὰρ αὐτόν, ὧν δὲ ἐδάη ὅτι συνεχεῖς ἔπεμπεν ἀγγέλους δηλοῦσα τὰ κατʼ Αἴγισθον.

    176 ᾧ τὸν ὑπεραλγῆ χόλον: ᾧτινι, τῷ Διί, τὸν ὑπεραλγοῦντα χόλον τοῖς πεπραγμένοις νέμουσα μήτε ὑπερβολῇ χρῶ τοῖς λυπηροῖς καὶ δεινοῖς μήτε ἐπιλάθου αὐτῶν ἀλλὰ μέμνησο μὲν αὐτῶν γενναίως δὲ φέρε· ἢ μήτε ὑπὲρ τὸ δέον ἔχθαιρε μήτε ἐπιλανθάνου τῆς ἔχθρας.

    ὑπεραλγῆ ἄγαν ὀδυνηρόν, λυπηρόν.