Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1069 ἀχόρευτα φέρουσ᾿ ὀνείδη. ἐφʼ οἷς οὐκ ἄν τις χορεύσειε, τὰ πένθιμα ὀνείδη, ὀνείδη δὲ ἐπειδὴ ὄνειδος ἦν τῇ Κλυταιμήστρᾳ ἐπιχαίρειν Ὀρέκτῃ.

1070 ὅτι σφίσιν ἤδη: ἡ ἀπότασις πρὸς τὴν Κλυταιμήστραν· ἄγγειλον οὖν, φησίν, ὅτι τὰ κατʼ οἶκον νενόσηκεν καὶ οὐκ ἔστιν ὑγιῆ.

1072 οὐκέτʼ ἐξισοῦται: οὐκέτι ἴσα φρονοῦσιν ὡς ἐν φιλίᾳ διαιτώμεναι ἀλλὰ στασιάζουσι πρὸς ἀλλήλας.

1074 πρόδοτος δὲ μόνα σαλεύει: κινδυνεύει, ἐκ μεταφορᾶς τῶν νηῶν· μόνη δὲ αὐτὴ ἐφʼ ἑαυτῆς χωρὶς ἀγκύρας.

[*](1 αὐτοὶ] αὐτοῖς L, corr. schol. rec. Π p. 269, 1. — 2 καὶ inclusi. — 4 ὅτου] ὅπου L, corr. G, V; ἐξ ὅτου Wolffius; Aristot. H. anim 9, 13: φασὶ . . . ἀντεκτρέφεσθαι ὑπὸ τῶν ἐκγόνων οὐ μόνον γηράσκοντας ἀλλὰ καὶ εὐθὺς ὅταν οἷοί τʼ ὧσι. — 13 γὰρ καὶ αὐτὸν G. — 15 χορεύσειε ὀνείδη δὲ τὰ πένθιμα ὀνείδη ἐπειδὴ L, correxi. — 21 στασιάζουσι] στὰξουσι L. — 24 αὐτὴ] αὕτη L, αὐτῆ G, corr. Dind.)
149

1075 τὸν ἀεὶ πατρός: λείπει ἡ περί, περὶ τοῦ πατρὸς στενάχουσα ὡς τὸ Ὁμηρικὸν

  • τῶν πάντων οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ
  • ὡς ἑνός·
  • τὸ δὲ ἑξῆς, ἀεὶ τὸν τοῦ πατρὸς μόρον στενάχουσα· ἢ τὸν ἀεὶ εἰς τὸν ἀεὶ χρόνον.

    λείπει ἡ περί.

    1078 πρόνοιαν οὐκ ἔχουσα τοῦ μὴ ἀποθανεῖν ὅ [*](Fol. 28 b) ἐστιν ἀφειδοῦσα τῆς ἰδίας τύχης καὶ ῥιψοκινδυνοῦσα.

    1079 τό τε μὴ βλέπειν ἑτοίμα: ἑτοίμη καὶ τῆς ὄψεως στέρεσθαι τουτέστιν ἀποστερηθῆναι τῶν ὀμμάτων ἀντὶ καὶ ἀποθανεῖν ἑτοίμη καὶ ζῶσα κολάζεσθαι καὶ τοῦτο λέγει διδύμην Ἐρινύν· ἢ ἐπὶ τοῦ θανάτου τὰ δύο, ἑτοίμη μὴ βλέπειν αὐτοὺς ἀλλʼ ἐν σκότει γενέσθαι τοῦ θανάτου ἐν τῇ αὐτῇ Ἐρινύι γενομένη τῷ Ἀγαμέμνονι ὅ ἐστι διπλῆ Ἐρινύς.

    1080 διδύμαν — Ἐρινὺν Αἴγισθον καὶ Κλυταιμήστραν.

    1084 νώνυμνος τῆς εὐκλείας θέλων γενέσθαι.

    ὦ παῖ παῖ: οὕτω καὶ σύ, παῖ, εἵλου τὸν αἰῶυα πάγκλαυτον· κοινὸν δὲ διηνεκῆ καὶ κοινὸν ἐπὶ παντὸς αἰῶνος ἑαυτῆς.

    1087 καταπολεμήσασα τὸ αἰσχρὸν καὶ νικήσασα οἷον τοὺς ἐχθροὺς καταγωνισαμένη.

    1095 ἃ δὲ μέγιστʼ ἔβλαστε νόμιμα: ἃ δὲ φυσικὰ καὶ μέγιστα νόμιμα ἔβλαστε τούτων ἀποφερομένην τὰ [*](3 Π. χ 424. — 6 χρόνον ⋆ ⋆ ⋆ ⋆  ⋆ L. — 9 τύχης] ψυχῆς Heathius — 15 Ἐρινύει L, corr. G. — 21 καὶ κοινὸν] omisit G. — 26 ἀποφερομένη L, corr. Lasc.)

    150
    ἄριστα· ἢ ἐριστὰ ἀμφηρίστῳ τῇ εὐσεβείᾳ τῇ τοῦ Διὸς ἢ ἐριστὰ τῇ εὐσεβείᾳ ἡ ἄν τις ἐρίσειεν ἀντὶ περισπουδάστῳ, προσφερομένην τῇ εὐσεβείᾳ τὰ νόμιμα ἀντὶ μετὰ εὐσεβείας πράττουσαν.

    1097 ἄριστα τᾷ Διὸς γράφε ἄριστα τᾷ Ζηνός.

    1098 θαυμαστὴ ἡ οἰκονομία τοῦ ποιητοῦ μὴ ἅμα τῇ ἀπαγγελίᾳ τοῦ θανάτου κομίσαι τὰ λείψανα ἴνα εὔλογος πρόφασις τῆς παρόδου γένηται τῷ ῥέκτῃ καὶ παραυτὰ ὁ ἀναγνωρισμὸς πρὸς αὔξησιν τοῦ πάθους. Ὀρέκτης πάρεστιν σύν τῷ Πυλάδῃ κομίζων τὰ λείψανα τῶν λογοποιουμένων ὀστῶν ἑαυτοῦ.

    1101 ἱστορῶ γράφε μαστεύω.

    1102 ἀζήμιος ἀληθὴς καὶ οὐχ ὑπέχων ζημίαν τοῦ ψεύδους.

    1117 ἀξιοπίστως ἄγαν Ὀρέκτης σκληρός ἐστιν οὐχ οἷον δεῖ ἄγγελον εἶναι καὶ συναχθόμενον τοῖς ἀτυχήμασιν ἔσθʼ ὅτε.

    1123 εἰκὸς αὐτοῖς ἕπεσθαί τινας· περιπαθῶς δὲ λίαν τὸ ἥτις ἐστίν.

    [*](Fol. 29 a)

    1126 λαβοῦσα τὸ τεῦχός φησιν· ὑπερφυῶς δὲ ἔχει τῇ διαθέσει λαβοῦσαν καὶ βαστάζουσαν τὰ ὀστᾶ ὀδύρεσθαι· Ὅμηρος ---

    ζωόν μέν σε ἔλειπον ἐγὼ κλισίηθεν ἰοῦσα.

    1127 λοιπὸν μνημεῖον.

    1137 σῆς κασιγνήτης δίχα οἷον τῆς μόνης σοῦ κηδομένης· ὅλα δὲ ἐπιτέταται τῷ πάθει διὰ τὸ παρεῖναί [*](1 et 2 ἐριστὰ] ἐριστᾷ utrobique Heathius. — 4 πράττουσα L, corr. Lasc — 5 ἀρίστα ταξην L, corr. Triclinius — 20 τοῦ τεύχους L, corr. G, V. — 23 Π. τ 288. σ᾿ ἔλιπον L. — 26 ὅλα] ὅλους (scribe ὅλως) G; an ὅλη?)

    151
    τὸν Ὀρέστην ὡς καὶ Πηνελόπη παρόντα Ὀδυσέα θρηνεῖ παρʼ Ὁμήρῳ ἐν οἷς φησι
  • κλαιούσης ἑὸν ἄνδρα παρήμενον·
  • ἐνθάδε δὲ δίκαιον δηλοῦσθαι ὅτι ἀδελφὴ αὐτοῦ ἐστιν ἡ ἐν τῷ λόγῳ· ἀγνοῶν γὰρ αὐτὴν Ὀρέστης ἀπολοφυρομένην γνάώσεται.