Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1006 δυσκλεῶς θανεῖν: ἐνταῦθα δηλοῖ τὸ μετʼ αἰσχρᾶς τιμωρίας ἀποθανεῖν· καὶ Ὅμηρος

μὴ μὲν δὴ καθαρῷ θανάτῳ ἀπὸ θυμὸν ἑλοίμην.

1007 ἀλλʼ ὅταν θανεῖν χρῄζων: ὅρα ὅτι τοῦτο δηλοῖ τὸ δυσκλεῶς.

λείπει τὸ καλῶς.

1008 εἶτα μηδὲ τοῦτʼ ἔχῃ: οὐ τὸ τοῦ θανάτου δεινόν ἐστιν ἀλλʼ ὅταν ἐπιθυμῶν τις ἀποθανεῖν ὥστε τὰς παρούσας κολάσεις ἐκφυγεῖν τότε μηδὲ τούτου τύχῃ· τοιαῦτα οὖν πεισόμεθα ὧν ὁ θάνατος αἱρετώτερος.

1013 ἀλλὰ τῷ χρόνῳ ποτὲ ἐν ὑπερβατῷ.

1018 ἃ πηγγελλόμην: ἀντὶ ἃ ἠξίουν, τὸ δὲ παρακαλεῖν ἐπαγγέλλειν φησίν.

1019 ἀλλʼ αὐτόχειρί μοι παρατήρει κἀνθάδε τὴν εὐτολμίαν ὡς καὶ ἐν Ἀντιγόνῃ.

γράφε ἀλλʼ οὐδὲν ἧσσόν μοι.

1026 εἰκὸς γὰρ τὸν κακῶς ποιεῖν ἐπιχειροῦντα καὶ πάσχειν κακῶς· τοῦτο δὲ Πινδαρικὸν ῥέζοντά τι καὶ παθεῖν ἔοικεν.

1028 οἷον ἔσται καιρὸς ὅτε με εὐφημήσεις.

[*](Fol 28 a)

1036 οὐκ ἀτιμάζω σε ἀλλὰ προνοοῦμαί σου.

[*](6 Od. χ 462. μὲν] με L, corr. G. — 17 ἐπαγγέλλειν] ἀπαγγέλλειν L, corr. schol. rec. ΙΙ p. 268, 5. φησίν] φασίν? — 19 ἐν Ἀντιγόνῃ] v. 45. 49. 69 sqq. 80. — 23 Nem. IV, 31. ἐπηρεάξοτα L, corr. G.)
147

1039 ἢ δεινὸν εὖ λέγουσαν: δεινὸν ἐμὲ καλῶς λέγουσαν δοκεῖν ἐξαμαρτάνειν· ἐπεὶ δὲ ἡ Χρυσόθεμις καλῶς λέγει, δοκεῖ δὲ ἁμαρτάνειν διὰ τὸ μὴ πράσσειν τὰ δίκαια ὑπὲρ ἐκδικίας τοῦ πατρὸς πρὸς τοῦτό φησιν ἡ Ἠλέκτρα, δεινόν ἐστι σύμφορα δοκοῦσαν συμβουλεύειν ἄδικα πράσσειν καὶ ἁμαρτάνειν, ὅπερ ἡ Χρυσόθεμις εἰς Ἠλέκτρον τρέπει ἐν τῷ ἑξῆς στίχῳ.

1040 εἴρηκας ὀρθῶς ᾧ σὺ πρόσκεισαι κακῷ: τὸ ἁμαρτάνειν· λέγουσα γὰρ δίκαια καὶ εὐπρεπῆ ἐν αὐτοῖς ἁμαρτάνεις· ἀλυσιτελῆ γὰρ ἐπιχειρεῖς ποιεῖν.

1044 ἀλλʼ εἰ ποιήσεις ταῦτα: οἷον τοῖς δεινοῖς περιπεσοῦσα ἐπαινέσεις με σύμφορά σοι συμβουλεύδασαν.

1046 πάλιν εἰς τοὐπίσω, εἰς τὸ ἐναντίον.

1052 μεθέψομαι ἀντὶ κοινωνήσω.

1056 παρὰ τὸ Ὁμηρικὸν

  • ῥεχθὲν δέ τε νήπιος ἔγνω.
  • 1058 τί τοὺς ἄνωθεν φρονιμωτάτους; τὸ ἄνωθεν ἢ τόπου ἢ χρόνου ἐστίν, ἄνωθεν ἐκ φύσεως ἢ τοὺς ἐν τῷ ἀέρι· οἰκεῖον δὲ τῷ χορῷ ἀγανακτοῦντι ἐπὶ τῇ Κλυταιμήστρᾳ τὸν περὶ τῶν ἀλόγων ἐνταῦθα παραλαβεῖν λόγον ὅτι ἐν τοῖς ἀλόγοις ζῴοις φυσική τίς ἐστι φιλοστοργία, ἡ δὲ Κλυταιμήστρα ἄστοργος· τὸ δὲ ἑξῆς, τί τοὺς ἄνωθεν φρονιμωτάτους οἰωνοὺς ὁρῶντες καλῶς κηδομένους τῆς τροφῆς ἀφʼ ὅτων τε ἂν βλαστῶσι καὶ ἀφʼ ὧν ἂν ὄνησιν εὕρωσιν· ἐπὶ τῶν τέκνων [*](8 τὸ] τῷ Lasc. — 12 συμβουλεύσασαν] edebatur βουλεύσασαν; emendationem, quam feceram Beitr. p. 83, confirmavit ipse L. — 17 Π. ρ 32. — 21 περιλαβεῖν L, corr G. — 25 et p. 148, 1 βλαστῶσι] sic L etiam in textu pro βλάστωσιν Schaeferi.)

    148
    τὰ δύο, ἀφʼ ὧν τʼ αὐτοὶ βλαστῶσι, τὰ τέκνα, ἀφʼ ὧν τε καὶ ὄνησιν εὕρωσιν· λέγονται δὲ οἱ πελαργοὶ γεγηρακότας τοὺς γονεῖς βαστάζειν τοῖς πτεροῖς ἕως ὅτου πτεροφυήσωσιν.

    1062 τάδʼ οὐκ ἐπʼ ἴσας τελοῦμεν. καλῶς ὁ χορὸς καὶ ἑαυτὸν συγκαταλέγει ἴνα μὴ δοκῇ φορτικὸς εἶναι τούτοις καθʼ ὧν τὸν λόγον πεποίηται.

    1065 οὐκ ἀπόνητοι: ἀντὶ οὐκ ἐπὶ πολὺ ἔσονται ἀθῷοι οἱ περὶ Αἴγισθον καὶ Κλυταιμήστραν.

    1066 χθονία βροτοῖσιν. οὐ τὴν ἐπίγειόν φησιν ἀλλὰ τὴν κατὰ γῆς χωρῆσαι δυναμένην.

    1068 τοῖς ἔνερθʼ Ατρείδαις ἢ Ἀγαμέμνονα ἢ Ὀρέστην· δοκοῦσι γὰρ αὐτὸν τεθνηκέναι.