Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

362 εὔφημα φώνει· μὴ κακόν: τὸ ἐξῆς, μὴ κακὸν κακῷ διδοὺς ἄκος μεῖζον ποίει τῆς ἄτης τὸ πῆμα (ἄτην δὲ τὴν μανίαν, πῆμα δὲ τὸν θάνατον) ὅ ἐστι χεῖρον τῆς μανίας· τοῦτο δέ φησιν ἐπεὶ ὁ Αἴας λέγει τῷ χορῷ

  • ἀλλά με συνδάιξον.
  • ἄλλως: μὴ θεραπείαν κακοῦ ἕτερον κακὸν ἐπεισαγάγῃς οἷον μὴ τῷ θανάτῳ διαλύσῃς τὸ ὄνειδος· πῆμα δὲ ἄτης κατὰ περίφρασιν τὴν ἄτην, μὴ τὴν ἄτην πλείονα ποιήσῃς· ἀρκεῖ γὰρ ἡ παροῦσα.

    366 ἀφόβοις τοῖς μὴ φόβον ἐμποιοῦσι, θηρσὶ δὲ προβάτοις.

    367 οἷον ὑβρίσθην ἄρα: ὅτι οὐδὲν αὐτοῦ ἄλλο ἅπτεται ὡς τὸ τῆς ἀσχημοσύνης ὅτι κατὰ τῶν μηδενὸς ἀξίων ἠνδρίσατο.

    368 μή, δέσποτʼ Αἴας: τοῦτο Τεκμήσσης ἐστὶ καὶ παρὰ μέρος γίνονται αἰ παραμυθίαι οἷα τὰ τῶν φίλων ἐστὶν ἐν ταῖς τοσαύταις συμφοραῖς παραμυθουμένων [*](1 κηδεμόνων Suid. v. ποιμένων. š— 7 τὸ ὄνειδος κ. ἑ.] cf. schol. v. 367. — 15 ἀλλὰ σύ με δάιξον L, corr G.)

    36
    ἵνα ἐκεῖνος μὲν ἀπαράλειπτον ἔχῃ τὴν παραμυθίαν οἱ δὲ ἐν μέρει τυγχάνωσιν ἀναπαύλης· τὸ δʼ
  • οὐκ ἐκτός; οὐκ ἄψορρον
  • πρὸς τὴν Τέκμησσάν φησιν· ἐκείνοις μὲν γὰρ διαλέγεται Αἴας δεόμενος αὐτῶν ἐνταῦθα δὲ τῇ Τεκμήσσῃ ἐπιπλήσσει (εἰώθαμεν γὰρ τοῖς ἐγγυτέρω παρρησιάζεσθαι) οὐχ ὡς αἰχμάλωτον ἐξουθενῶν.

    371 πρὸς θεῶν: τοῦτο ὁ χορὸς τῆς Τεκμήσσης σιγησάσης διὰ τὴν ἐπιτίμησιν, οὐ μὴν πρὸς τοῦτο ἀποκρίνεται ὁ Αἴας ἀλλʼ ἀνοιμώζει πάλιν· ἔστι γὰρ καὶ τοῦτο ἴδιον τῶν καμνόντων ὥστε μὴ ἀκολούθως φθέγγεσθαι.

    [*](Fol. 5 b)

    377 ἐπʼ ἐξειργασμένοις ἐπὶ τετελεσμένοις καὶ ἴασιν οὐκ ἔχουσιν κατὰ τὸ Σιμωνίδου

  • τὸ γὰρ γεγενημένον οὐκέτʼ ἄρεκτον ἔσται.
  • 378 ὅπως ταῦτα μὴ οὕτως σχοίη.

    380 κακῶν ὄργανον πανοῦργε καὶ περίεργε.

    381 κακοπινέστατον; τὸν πίνον ποτὲ μὲν ἐπὶ τῆς ἰδέας ποτὲ δὲ ἐπὶ τοῦ ἤθους· ἐνταῦθα οὖν τὸν κακοήθη· ἀντὶ τοῦ κολάκευμα, τρίμμα. κακοπινέστατον; ῥυπαρόν· πινῶδες γὰρ ἀδόκιμον τῇ γνώμῃ καὶ οὐ καθαρόν, ἄλλοτε ἄλλα νοῶν.

    ἄλημα ἀπάτημα,

    382 τοῦτο μάλιστα αὐτοῦ ἅπτεται, τὸ τῷ ἐχθρῷ καταγέλαστον εἶναι.

    [*](2 τυγχάνουσιν L, corr. Br. — 15 Bergkii poet. lyr. Gr. fr. 69. γεγεναμένον Schneidewinus. ἄρρεκτον Suid v. τί δῆτʼ ἄν. — 20 κολάκευμα ]  σκυλάκευμα?  κακοπινέστατον: ῥυπαρὸν] edebatur κακρρύπαρον (l) quae vox nihili est; κακο ῥυπαρὸν L ut Suid. s. v.)
    37

    383 ξὺν τῷ θεῷ πᾶς καὶ γελᾷ: κινδυνεύει εἰς ἐναντίον εἶναι τὸ διανόημα ἐὰν νομίζωμεν φάσκειν τὸν χορὸν ὅτι θεοῖς ἀρέσκει γελᾶν ἐκεῖνον καὶ ἐφήδεσθαί σοι· τοῦτο γὰρ προτροπὴν μᾶλλον φέρει εἰς τὸν θάνατον Αἴαντι· ἀκουστέον οὖν οὕτως, οὐχ ὅτι θεῷ ἀρέσκει γελᾶν ἐκεῖνον ἀλλʼ ὅτι θεῶν βουλομένων καὶ τὰ κακὰ μεθίσταται εἰς τέρψιν· εἰκὸς οὖν καὶ ἡμῖν, φησί, βοηθήσειν τὸ θεῖον· ἢ οὕτω, θεὸς καὶ τὸ γελᾶν καὶ τὸ κλαίειν δίδωσιν· πῶς οὖν σοῦ ἔχει καταγελάσαι Ὀδυσσεὺς αἴτιός σοι γεγονὼς τῆς ἀτυχίας ὅπου γε παρὰ θεῶν δίδοται;

    384 τοῦ χοροῦ τὸν περὶ θεῶν λόγον ἐμβαλλομένου οὐκ ἀφίεται ὁ Αἴας ἀλλʼ ὑπὸ τῆς ἰδίας δυνάμεως ἐπαίρεται· φησὶν οὖν, ἴδοιμι αὐτὸν καίπερ οὕτω κακούμενος· δῆλον γὰρ ὅτι ἀμύνομαι εἰ καὶ θεοὶ συλλαμβάνουσιν αὐτῷ.

    ἀτώμενος ἄτης πεπληρωμένος.

    386 μηδὲν μέγ᾿  εἴπῃς ὁποῖον καὶ τὸ ἐν λέκτρα

  • μηδὲν μέγʼ ἀύσῃς·
  • τοῦτο δὲ πρὸς τὸ
  • ἴδοιμί νιν καίπερ δʼ ἀτώμενος.
  • 389 ἄλημα: πλάνημα καὶ παραλογιστικὸν πανούργημα ἢ περίτριμμα παρὰ τὸ λέπειν.

    αἱ τοιαῦται προσφωνήσεις οὐ διαλύουσι τὴν ὑπόἵνα [*](6 ἀλλʼ ὅτι] ἀλλʼ ἔτι L, corr. Lasc. — 8 βοηθήσει L, βοηθῆσαι G; corr. Elmsl. — 12 ἐμβαλομένου? — 13 ἀφίεται] ἐφίεται L, correxi. — 15 ἀμυνοῦμαι Br. — 16 αὐτῷ] αὐτοῦ L, corr. Lasc. — 19] v. 830. — 21] v. 384. — 23 λέπειν] βλέπειν L, corr. Lasc ; Hesych. ἄλημαι λεπτὸν ἄλευρον.)

    38
    θεσιν παραλαμβάνουσαι τὸ μέλλον ἀλλὰ προσοχὴν ἐργάζονται τῷ θεατῇ προσδοκῶντι πῶς τὸ δεινὸν ἀπαντήσειεν.

    392 ἐπειδὴ διὰ τῆς παραμυθίας οὐκ ἠδυνήθη αὐτὸν μεταθεῖναι δοκεῖ ἐκ τούτων αὐτὸν μεταθεῖναι· κἀμοὶ οὖν εὔχου ἀποθανεῖν.

    395 τουτέστιν ὡς ἐμοὶ φαεινότερον τοῦ ἡλίου, ὡς ἐμοὶ χρῆσθαι κριτῇ· ἢ παρέλκει τὸ ὡς.

    ὡς εἴ τις τὸν θάνατον σωτηρίαν νομίσειεν.

    397 οὔτε γὰρ θεῶν γένος οὔτε ἀνθρώπων γένος ὁρᾶν ἔτι ἄξιόν μοι εἰς ὠφέλειαν· ἄριστον τοίνυν ἐξιέναι τοῦ βίου· ἢ οὕτως, εἰς ὄνησιν ἀνθρώπων, ὠφέλεια οὐκ εἰσί μοι οὔτε οἱ ἄνθρωποι οὔτε οἱ θεοί· τί οὖν ζῶ;

    398 τὸ ἐξ ἁμερίων ἀνθρώπων.

    400 εἰς ὄνησιν εἰς ἡδονήν.

    401 καὶ ταῦτα χρησίμως κατὰ τὸν χορὸν ἵνα ἐπίστανται πόθεν ἡ καταρχὴ τῆς μανίας· ἔδει οὖν οὐ παρὰ ἄλλου μαθεῖν ἢ παῤ ἐκείνου τοῦ πεπονθότος· συνίησι γὰρ πεπλανημένος ὑπὸ Ἀθηνᾶς· ἡ γὰρ Τέκμησσα τὸ ὅλον ἀγνοεῖ.