Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

328 ἀλλʼ φίλοι, τούτων γὰρ οὕνεκ’ ἐστάλην. [*](Fol.5a) πιθανὴν τὴν πρόφασιν τῆς ἐξόδου φησὶν ἴνα μὴ δόξῃ τὸν Αἴαντα ἐν τοιαύτῃ συμφορᾷ καταλελοιπέναι. τοῦτο πρὸς τὸ μέγεθος τῆς συμφορᾶς.

[*](6 τοῖς add. G, Suid. v. κυροῖ. — 8 νῦν δὲ κ. ἑ.] legit κυροῖ pro Attico κύροι quod est in textu L. — 14] v. 1074. — 19 ἀνδροκμῆσιν] Aesch. Choeph. v. 889, alibi. — 20 προεκτικὰ pr. L, corr. m. rec.)
32

330 φίλων γὰρ οἱ τοιοίδε νικῶνται: δηλονότι καὶ οἱ κακοπραγοῦντες ἀπονέμουσιν αἰδῶ τινα τοῖς φίλοις· ἡ οὖν Τέκμησσα ἅτε δὴ γυνὴ οὖσα καὶ αἰχμάλωτος οὐχ οἶα τε αὐτὸν παραμυθεῖσθαι ἀλλὰ τὸν χορὸν προτρέπεται εἰσιέναι, ἐπειδὴ δὲ ἄτοπον τὸν χορὸν ἀπολιπεῖν τὴν σκηνὴν ἀναβοᾷ ἔνδοθεν ὁ Αἴας ἵνα μείνῃ ἐπὶ χώρας ὁ χορός· τοῦτο γὰρ ἐπόθει ὁ θεατής.

332 διαπεφοιβάσθαι. ἐκμεμηνέναιπαρὰ τὸν φοῖτον· ἢ ἀπὸ τῶν φοιβωμένων καὶ ἐνθουσιώντων· καὶ γὰρ ἐκεῖνοι μανίᾳ τινὶ ὅμοιον πάσχουσί τι. 

333 ὁ Αἴας ἔνδοθεν ἀναστενάζει.

334 τάχ᾿ , ὡς ἔοικε: τάχα, ὡς φαίνεται, μᾶλλον στενάζει, ὡς νῦν αὐτοῦ μᾶλλον παρωξυμμένου ἢ πρότερον, εἶτα πρὸς τὸν χορὸν τὰ ἑξῆς

  • ἢ οὐκ ἠκούσατε
  • Αἴαντος οἴαν τήνδε θωύσσει βοήν;
  • ἐμφαντικῶς δὲ τὸ θωύσσει· καὶ γὰρ δεῖ τὸν ὑποκρινόμενον τὸ τοῦ Αἴαντος πρόσωπον ἀπηνεστέρῳ χρήσασθαι τῷ φθέγματι καὶ κυνικώτερον βαύζειν· διὰ τοῦτο εἶπεν θωύσσει. 

    βαύζει

    337 ἀνὴρ ἔοικεν ἢ νοσεῖν: ἢ ἔτι νοσῶν ἀναβοᾷ ἢ μεταγνοὺς ἐπὶ τοῖς πεπραγμένοις.

    339 παρέλκει τὸ παῖ· ἡ δὲ Τέκμησσα ἐνόμισεν αὐτὸν τὸν παῖδα καλεῖν.

    340 ὤμοι τάλαινʼ· Εὐρύσακες: ἀπορούσης τὸ [*](4 οἵα] οἷά L, corr. Br. — 8 ἐκμηνέναι L, corr. Lasc. παρὰ τὸν φοῖτον] legit διαπεφοιτάσθαι; cf. schol. v. 59. — 16 Αἴαντα L. — 17 τὸν] τὸ L, corr. Lasc. — 26 sqq. et p. 33 7 sqq.] inverso ordine sed adscriptis literis α΄ et β΄ habet L.)

    33
    θος· τὸ μὲν γὰρ ἀποιμώζει τὸ δὲ καλεῖ τὸν παῖδα εἶτα πρὸς ἑαυτὴν ἐπαπορεῖ τί ποτε μενοινᾷ καὶ πάλιν καλεῖ τὸν παῖδα καὶ ἑαυτὴν ἀπολοφύρεται· λεληθότως δὲ ἐνεφάνισεν καὶ τὸ τοῦ παιδὸς ὄνομα· ἐδεδίει δὲ μὴ ἀνέλῃ αὐτὸν μαινόμενος.

    341 ποῦ ποτʼ εἶ; ὁ παιδαγωγὸς αὐτὸν ἔξω εἶχεν.

    342 Τεῦκρον καλῶ ποῦ Τεῦκρος;: μεταβαίνει ὁ Αἴας ἐπὶ πολλὰ ἴνα δὴ πλείονες αἱ ἀγωνίαι γίνωνται. ἄλλως: ἴδιον τοῦ κακῶς ἔχοντος τὸ μὴ ἐφʼ ἓν τῶν λυπούντων ποιεῖσθαι τὴν ἀναφοράν· ἐπιζητεῖ δὲ Τεῦκρον ἵνα παράθηται αὐτῷ τὸν παῖδα ὃν ἀφίησι τῷ χορῷ μὴ εὑρὼν τὸν Τεῦκρον· τὸ δὲ ἀπεῖναι Τεῦκρον χρήσιμον τῇ οἰκονομίᾳ· παρὼν γὰρ ἐκώλυεν αὐτὸν πρᾶξαι ἃ ἐβούλετο, νῦν δὲ μόνης τῆς γυναικὸς ἐγένετο κρείττων.

    344 ἀνὴρ φρονεῖν ἔοικεν· ἀλλʼ ἀνοίγετε: ἐκ τοῦ καλεῖν τὸν Τεῦκρον στοχάζονται καὶ ἀνοίγειν κελεύουσιν ἴνα αἰδεσθείη θεασάμενος· οἷον τάχ᾿  ἂν αἰδεσθείη με ἢ οἷον τάχα ἂν ἐφʼ ἡμῖν αἰδεσθείη ἀπολιπὼν ἡμᾶς ἀνάρχους καὶ ὑποχειρίους τοῖς ἐχθροῖς.

    346 προσβλέπειν δʼ ἔξεστι: ἐνταῦθα ἐκκύκλημά τι γίνεται ἴνα φανῇ ἐν μέσοις ὁ Αἴας ποιμνίοις· εἰς ἔκπληξιν γὰρ φέρει καὶ ταῦτα τὸν θεατήν, τὰ ἐν τῇ ὄψει περιπαθέστερα· δείκνυται δὲ ξιφήρης, ᾑματωμένος μεταξὺ τῶν ποιμνίων καθήμενος.

    348 ἰὼ φίλοι ναυβάται: τάχιστα τὸ πᾶν ἀπήγγειλεν [*](1 γὰρ addidi — 8 γίνονται L, corr. Lasc. — 11 ἀφίησι| V, 565 sqq. — 18 ἵνα αἰδεσθείη] ἵνα αἰδεσθῇ Br. — 19 ἐφ᾿  ἡμῖν αἰδεσθῇ L, corr. Br. ἀπολιπεῖν G. — 21 ἐκκύκλημά τι γίνεται] ἐνκυκλήματι γὰρ (in compendio, γράφει G) L, corr, Lasc. nisi quod ἐγκύκλωμα pro ἐκκύκλημα (Br.) scripsit.)

    34
    τῷ τροπικῷ, βούλεται δὲ σημᾶναι ὅτι ἐκ μεγάλου χειμῶνος ὥσπερ ὑπὸ κινήσεως ἀνέμων κῦμά τι, ὑπολειφθὲν ἀπὸ τοῦ γεγονότος χειμῶνος, κυκλεῖ αὐτόν· μετὰ γὰρ τὸν χειμῶνα εἴωθεν τὸ κῦμα ἐπὶ πλέον μένειν· λείπει δὲ τὸ ὡς ἵνʼ ἢ ὡς ἀμφίδρομον οἷον τὸ πανταχόθεν περιτρέχον ἐξ οὗ τὴν ὑπερβολὴν τοῦ κακοῦ σημαίνει ὅτι κατʼ οὐδὲν αὐτῷ ἐν εὐδίᾳ ἦν τὰ πράγματα.

    350 ὀρθὸν νόμον τὸν τῆς φιλίας φησίν.

    353 ἀμφίδρομον τὸ ἑλικοειδές, ὃ βαπτίζει τὰς ναῦς.

    354 οἴμ᾿  ὡς ἔοικας: ὁ χορός ἐστιν ὁ λέγων· οὐ γὰρ εὐπρεπὲς τὴν Τέκμησσαν τὸν λόγον ὑφαρπάζειν λεγόμενον πρὸς τὸν Αἴαντα· ἐν ταῖς γὰρ ἀμφιβολίαις τῶν προσώπων δεῖ τοῦ ἤθους στοχάζεσθαι καὶ διαστέλλειν τὸ πρόσωπον· ἔοικεν οὖν, φησίν, ὅτι ἐν μεγάλῳ χειμῶνι γέγονας· τὸ γὰρ ἀφροντίστως οἷον διὰ τὸ μηδένα ἐπιμεληθῆναί σου ἐν χειμῶνι γέγονας· ἢ οὕτω πρὸς τὴν Τέκμησσαν ὁ λόγος, νομίζω σε ἀληθῆ μοι μεμαρτυρηκέναι περὶ τῆς μανίας Αἴαντος· οὕτω γὰρ τὸ πρᾶγμα δείκνυσιν ἡμῖν ὅτι μανικῶς διετέθη.

    356 ἀφροντίστως μανικῶς.

    357 ναΐας τῆς ναυτικῆς ἐπεὶ ναυτικοὶ δοκοῦσιν οἱ νησιῶται.

    358 ἐλίσσων κωπηλατῶν· εἴρηται δὲ παρὰ τὸ ἀμφιελίσσας.

    [*](1 ὅτι κ. ἑ ] locus perturbatus; μεγάλου] γὰρ add. G. — 14 Αἴαντα] χορὸν L, correxi. — 16 ἔοικεν] ἔοικας Lasc. — 18 σου] σε L, corr. Lasc ἐν χειμῶνι γέγονας inclusit Neuius. — 27 ἀμφιελίσσας] Il. β 165, alibi.)
    35

    360 ποιμένων: τῶν κηδομένων, τῶν βοηθῶν ὡς καὶ ποιμαίνειν τὸ φροντίζειν.

    ποιμένων: τῶν ἐμὲ ποιμαινόντων καὶ θαλπόντων· τὴν αὐτὴν οὖν μοι προαίρεσιν λάβε καὶ εὔξαι με ἀποθανεῖν ἢ σφάξον με σὺν τοῖς θρέμμασιν· οὐ διὰ τὴν ἧτταν δὲ τῶν ὅπλων πικρὸς ὢν βούλεται ἀναιρεῖσθαι ἀλλὰ τὸ ὄνειδος ὑφορώμενος τῶν ποιμνίων, ἐν τούτῳ δὲ τὸ ἦθος καὶ ἡ μεγαλοφροσύνη δείκνυται τοῦ Αἴαντος.