Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

287 ἐμαίετʼ ἐζήτει.

κενὰς τὰς οὐκ ἐπὶ χρήσιμον γινομένας.

288 ἐπιπλήσσω ἐνίσταμαι.

290 πεῖραν πορείαν, ὁδόν. οὔτε του: ὥσπερ παρὰ Αἰολεῦσι τὸ ὅτινα κοινόν ἐστι κατὰ γένος οὕτω καὶ παρὰ Ἀττικοῖς τὸ οὔτε του ὅταν οὕτως συντάσσηται κοινῶς λέγεται.

292 ἀεὶ δʼ ὑμνούμενα ἀεὶ θρυλούμενα ὑπὸ πάντων ἀνθρώπων καὶ κοινὰ ἢ ἀεὶ ὑπʼ αὐτοῦ λεγόμενα πρὸς ἐμέ· ὅμοιον δὲ τὸ ἦθος ἐκείνῳ ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σαυτῆς ἔργα κόμιζε.

294 ἴσως φοβηθεῖσα αὐτὸν οὐ διεκώλυσεν.

295 καὶ τὰς ἐκεῖ μὲν οὐκ ἔχω λέγειν. τοῦτο μὲν ἀγνοεῖ ἡ Τέκμησσα λέγειν τοῦτο δὲ προεῖπεν αὐτὰ ὁ ποιητὴς ὡς ἐνοχλεῖν οὐ δεῖ τὸν θεατὴν ταὐτολογοῦντα.

297 κύνας βοτῆρας: τοὺς ποιμενικοὺς κύνας· οὐ γὰρ ἀναιρεῖ κατὰ τὴν σκηνὴν ἄνθρωπον ἀλλʼ ὡς ἔξω τινὰς ἀνελών.

ὑφʼ ἕν.

298 ηὐχένιζε τὸν τράχηλον ἀπέκοπτεν, ἐλαιμοτόμει.

299 ἔσφαζε κἀρράχιζε: ὅπερ Ὅμηρος αὐερύειν ψησὶν ὥστε κατὰ τοῦ λαιμοῦ γίνεσθαι τὴν σφαγήν.

300 ὥστε φῶτας δηλονότι κύνας βοτῆρας ὥστε φῶτας.

301 τέλος δʼ ἀπᾴξας: ἡ μὲν Τέκμησσα ἠγνόει τίνι [*](2 οὐκ ἐπὶ] οὐκέτι L, correxi. — 6 οὔτε inclusi. — 11 Π. ζ 490. — 14 προεῖπεν] v. 51 sqq. — 18 ἀνελὼν] ἀνεῖλεν L, corr. G. — 19 κύνας βοτῆρας in textu legitur cum signo quod θφὲν vocatur; ἀναγνωστέον add. Suid. s. v.; cf. etiam schol. Oed. Col. v. 1578. — 21 καράχιζε (ut in textu pr.) L. αὐερύειν] Π. α 459, alibi.)

30
διείλεκται ἡμεῖς δὲ μεμαθήκαμεν ἐκ τοῦ προλόγου ὅτι Ἀθηνᾶ ἦν ἡ λαλήσασα αὐτῷ· τὸ δὲ σκιᾷ τινι ὅτι οὐ συνέβαλεν τὰ περὶ τὴν θεὸν καὶ ὅτι ἴδιον τοῖς μαινομένοις τὸ τοῖς ματαίοις λαλεῖν· ἀγνοοῦσα δὲ ὅτι ἡ Ἀθηνᾶ αὐτὸν ἐκάλεσεν διά τοῦ ἀπᾴξας τὴν ἔξοδον τῇ μανίᾳ ἀνατίθησιν.

302 λόγους ἀνέσπα τουτέστι ῥήματα καταγέλαστα λέγων κατὰ τῶν κριῶν ὡς κατὰ ἀνθρώπων ἐποιεῖτο τὴν κόλασιν.

307 οὐχ ὅτι τοῦτο ἀλγεινόν, τὸ ἀνελεῖν τὰ ποίμνια ἀλλʼ ὅτι διήμαρτεν τῆς τιμωρίας τῶν ἐχθρῶν.

308 θώυξεν: ἐβόησεν· τὸ δὲ ἑξῆς, ἐν δὲ τοῖς ἐρειπίοις τῶν νεκρῶν τοῦ ἀρνείου φόνου. ἐν δʼ ἐρειπίοις | νεκρῶν: ἐν τοῖς πτώμασι τῶν νεκρῶν καταπεσὼν ἔκειτο· θαυμαστῶς δὲ ὑπʼ ὄψιν ἤγαγεν τὰ πράγματα μεταξὺ τῶν πτωμάτων τὴν φαντασίαν ἐπιδεικνὺς οἷον καὶ τὸ παῤ Ὁμήρῳ περὶ τοῦ Κύκλωπος

  • τανυσσάμενος διὰ μήλων·
  • ἐρειφθεὶς δὲ ἀντὶ τοῦ καταπεσών, ἐρριμμένος· πάντα γὰρ τὰ ἐπὶ τὴν ἔραν πίπτοντα ἐρίπια καλοῦνται καὶ αἱ ἐρίπναι ἐνταῦθα καὶ τὰ ἐρίπια· τινὲς δὲ ἐρεισθεὶς γράφουσιν οἷον ἐπερεισάμενος.

    309 ἐρειφθεὶς γράφε ἐρεισθείς.

    [*](1 διήλεκται L, corr. Br. ἡμεῖς δὲ μεμαθήκαμεν add. Elmsl. ἐκ τοῦ προλόγου] v. 89  sqq. — 13 ἐριπίοις L, corr. G. — 14 ἐριπίοις (ut in textu pr.) L, corr. man. rec. — 19 Od. ι 298. — 20 ἐρειφθεὶς] ἐριφθεὶς L. — 21, 22 ἐρίπια] ἐρείπια G; etym. Gudian.: ἐρίπω — Δίδυμος τὸ ἐρίπω καὶ ἐρίπια, ὃ σημαίνει τοὺς πεπτωκότας τόπους, ἔλεγε γράφεσθαι διὰ τοῦ ι. — 22 ἐρίπναι] ῥίπαι L, corr. Maur. Schmidtius Didym. fr. p. 100 cf. etiam etym. magn. s. v. Eurip. Phoen. v. 1167 ἐπάλξεων | λιπεῖν ἐρίπνας, alibi. ἐνταῦθα] ἐντεῦθεν Lasc.)
    31

    312 οὐκ ἔχων ἐπιβολὴν τῆς αἰτίας τῶν πεπραγμένων ἐμὲ ἠρώτα τὸ συμβάν· πάνυ δὲ περιπαθὲς τὸν ἐμφρονέστατον Αἴαντα παρὰ τῆς γυναικὸς πυνθάνεσθαι τίνα ἐστὶν ἃ ἔπραξεν αὐτός.

    314 κυροῖ τὸ κυρῶ περισπωμένως φησὶν ἡ συνήθεια καὶ Ἀττικοί, ἐν δὲ τοῖς εὐκτικοῖς βαρύνουσιν αὐτὸ Ἀττικοὶ μετὰ ἐκτάσεως τοῦ υ κύροι λέγοντες ἀντὶ τοῦ κυροίη· νῦν δὲ ἀντὶ τοῦ κυρεῖ ὁριστικοῦ κεῖται.

    318 οὐκ εἰώθει, φησίν, ὁ Αἴας ἐν τοῖς κακοῖς ἀπολοφύρεσθαι ἀλλʼ ἦν καρτερικός· ἔλεγεν οὖν, φησίν, ἀεὶ κακοῦ ἀνδρὸς τὸ ὀλοφύρεσθαι ὁποῖόν φησι καὶ ὁ Ἡρακλῆς ἐν Τραχινίαις

  • ἀλλʼ ἀστένακτος αἰὲν εἱπόμην κακοῖς·
  • ὁ οὖν Αἴας πρὸ τούτου εἰ συνέβη τι αὐτῷ δεινὸν ὡς ταῦρος ἀνεβρυχᾶτο ἀνεξάκουστον, οὐδέποτε δὲ εἰς προφανῆ γόον ἐξέπιπτεν.

    325 σιδηροκμῆσιν τῷ σιδήρῳ φονευθεῖσιν ὡς ἀνδροκμῆσιν.

    326 καὶ δῆλός ἐστιν ὥς τι δρασείων: προσεκτικὰ πρὸς τὸν ἀκροατὴν ἴνα προσέχῃ ἀκριβέστερον προσδοκῶν τὸ συμβησόμενον.