Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

251 τοίας ἀντὶ μεγάλας.

ἐρέσσουσιν; ἀντὶ εὐτόνως κινοῦσιν. ἀπὸ τῶν ἐρεσσόντων ἀντὶ ἐλαύνουσι, κινοῦσιν.

252 δικρατεῖς οἱ δισσοί.

253 πεφόβημαι κ. ἑ. εὐλαβοῦμαι τὸ λευσθῆναι καὶ ἄλλως μετʼ αὐτοῦ ὃν δὴ μοῖρά τις κακὴ κατέχει, [*](3 δʼ εννάζων (ut in textu) L. — 7 ἡμῶν inclusi. — 9 τοῖς καλύμμασι] καλύψαι G. κεφαλὴν] φυγεῖν add. F. κρυψάμενον add. Lasc. — 12 πότερον] πρότερον L, corr. Lasc. — 14 ἐάσαντα L, corr. Lasc. — 17 προσφέρεσθαι L; emendationemι, quam proposui Beitr. p. 74, confirmavit G. — 18 μετιέναι] μεθιέναι Br. — 26 ἄλλως] suspectum.)

26
λέγει δὲ τὴν μανίαν· λιθόλευστον δὲ Ἀρη τὸν θάνατον· καὶ Ὅμηρος
  • γίγνετʼ Ἄρης ἀλεγεινὸς ὀιζυροῖσι βροτοῖσιν.
  • 254 ξυναλγεῖν ἀντὶ τοῦ συμπαθεῖν.

    256 αἶσʼ ἄπλατος ἀντὶ τοῦ μεγάλη μανία.

    257 οὐκέτι αὐτὸν κατέχει ἡ μανία ἀλλὰ λήγει ὡς ὀξὺς νότος ταχέως λήγει ὡς γινομένων τινῶν σημείων ἐπὶ τοῖς πνεύμασιν ὥστε παρατείνειν αὐτὰ ἢ ταχέως πεπαῦσθαι οἷόν ἐστι καὶ ἐν τῇ κωμῳδίᾳ

  • ἀλλʼ ἔπεσε ταχέως· δειλινὸς γὰρ ἥρξατο·
  • φησὶν οὖν ἡ Τέκμησσα πεπαῦσθαι αὐτὸν τῆς μανίας ἵνα προκόπτῃ τὰ τῆς ὑποθέσεως.

    259 καὶ νῦν φρόνιμος. ἔμφρων γενόμενος ἥρξατο συμπαρακολουθεῖν τῇ συμφορᾷ καὶ ἀλγεῖν.

    261 μηδενὸς ἄλλου παραπράξαντος: οἷον μηδενὸς συμπράξαντος καὶ μετασχόντος τῶν ἁμαρτημάτων· ἡ γὰρ κοινωνία τῶν ἁμαρτημάτων φέρει τινὰ παραμυθίαν· περισσὴ δὲ ἡ παρὰ πρόθεσις.

    264 φρούδου λείπει τὸ ὄντος.

    μείων λόγος ἀντὶ οὐδεὶς λόγος.

    265 πότερα δʼ ἂν εἰ νέμοι τις αἵρεσιν: εἰ δοίη τις αἵρεσιν ποῖον ἂν προκρίνειας, λυπῶν τοὺς φίλους αὐτὸς ἥδεσθαι ἢ λυπῶν τοὺς φίλους καὶ αὐτὸς λυπεῖσθαι; ἄριστα δὲ ἔχουσιν αἱ ἀντιθέσεις τῶν μὲν οἰομανίαν [*](1 sequuntur in L verba φησὶν — ὑποθέσεως schol. v, 257; corr. Br. — 3 Π. ν 569. γίνετʼ et βροτοῖσι L. — 4 ἀντὶ τοῦ συμπαθεῖν] legitur in post verba ἡ Τέκμησσα πεπαῦσθαι schol. v. 257; separavi. — 10 anonymi com. fr. CCCXXXVI (vol. IV p. 688); cf. Luciam. Dem. encom. 31. — 14 ἀλγεῖν] συναλγεῖν F,)

    27
    μένων ἐν εὐτυχίᾳ γεγονέναι εἰ πέπαυται τὸ κακὸν τῆς δὲ βουλομένης παραστῆσαι ὅτι ἐν χείροσίν ἐστι τὰ τοῦ Αἴαντος νῦν ὁπότε καὶ παρακολουθεῖ τοῖς ἁμαρτήμασιν· εἰπόντος δὲ τοῦ χοροῦ ἐν εὐτυχίᾳ εἶναι εἰ πέπαυται ὁ Αἴας τοῦ κακοῦ ἐπάγει ἡ Τέκμησσα ὅτι κακόν ἐστιν τῷ οὕτως πράξαντι καὶ τὸ πεπαῦσθαι τῶν δεινῶν· παρακολουθῶν γὰρ τοῖς πεπραγμένοις ἐν ὀδύνῃ πλείονι γίνεται· καὶ Εὐριπίδης
  • τὸ γὰρ ὀρθοῦσθαι γνώμην ὀδυνᾷ·
  • πρὸς δὲ τὸ ὑπʼ ἐκείνων εἰρημένον ὅτι ἐν εὐτυχίᾳ ἂν εἴημεν εἰ πέπαυται ἀντιτίθησιν οὕτω, πότερα ἂν ἕλοιο εἴ σοι δοίη τις αἵρεσιν, λυπῶν τοὺς φίλους αὐτὸς ἐν ἡδονῇ διάγειν ἢ κοινωνεῖν τοῦ παντὸς καὶ αὐτός τε λυπεῖσθαι καὶ τοὺς φίλους λυπεῖν; οἷον ὁ μὲν Αἴας ἐν τῇ μανίᾳ ὤν ἐτέρπετο οἰόμενος τιμωρεῖσθαι τοὺς ἐχθροὺς ἐγὼ δὲ ἐλυπούμην ὁρῶσα αὐτὸν νυνὶ δὲ παυσάμενος τῆς μανίας καὶ αὐτὸς λυπεῖται ἐπὶ τοῖς πεπραγ- μένοις λυπεῖ δὲ πάλιν καὶ τοὺς φίλους· νῦν οὖν δεδιπλασίασται τὸ κακόν· τοῦτο δὲ ἀναπτύσσει ὁ χορὸς διὰ τοῦ ἐπιφερομένου
  • τό τοι διπλάζον, ὦ γύναι, μεῖζον κακὸν
  • οἷον τὸ ἀμφοτέρους λυπεῖσθαι.

    266 ὥσπερ ὁ Αἴας ἐν μανίᾳ ὤν λυπῶν ἡμᾶς αὐτὸς ἥδετο.

    269 ἡμεῖς ἄρʼ οὐ νοσοῦντες: ἡμεῖς ἀντὶ τοῦ [*](1 τὸ κακὸν] τοῦ κακοῦ? — 3 ἁμαρτήμασιν] ἁμαρτάνουσιν L, corr. Lasc. — 9 Hippol. v. 247. — 10 εἰρημένων L, corr. Lasc. — 14 οἷον ὁ μὲν Αἴας κ. ἑ ] explicantur v. 271 —277. — 20 τοὺς ἐπιφερομένους L, corr. G. — 21] v. 268. κακὸν μεῖζον L,)

    28
    ὁ Αἴας νῦν μὴ νοσῶν ὀδυνᾷ ἑαυτὸν διὰ τὰ πεπραγμένα.

    273 φρονοῦντας γράφε βλέποντας.

    276 ἡμεῖς θʼ ὁμοίως: ἐμοί, φησί, κατʼ ἄμφω τοὺς καιροὺς συμβέβηκεν ἀνιᾶσθαι αὐτοῦ μὲν τότε ἐξεστηκότος καὶ τερπομένου νῦν δὲ σωφρονοῦντος καὶ λυπουμένου. συλλυπησόμεθα.

    277 ἆρʼ ἔστι ταῦτα δὶς τόσʹ ἐξ ἁπλῶν: ἁπλῶν μὲν διὰ τὸ τοὺς φίλους ἀνιᾶν δὶς τόσα δὲ ὅτι καὶ αὐτὸς συναλγεῖ.

    279 πῶς γὰρ εἰ πεπαυμένος: πῶς γὰρ οὐ θεῖόν τι εἴη τὸ κατὰ τὸν Αἴαντα εἰ πεπαυμένος τοῦ κακοῦ μᾶλλον ἐν ἀνίᾳ διάγει;

    πεπαυμένος ἀντὶ τοῦ σωφρονῶν.

    281 ὡς δʼ ἐχόντων ὅτι κάκιον νῦν ἐκεῖνος ἔχει.

    282 τίς γάρ ποτʼ ἀρχή. ἀντὶ τοῦ τίς ἡ προσβολὴ τοῦ κακοῦντος αὐτὸν θεοῦ;

    [*](Fol. 4 b)

    285 κεῖνος γὰρ ἄκρας νυκτός; περὶ πρῶτον ὕπνον. πιθανῶς δὲ καὶ τὸ τοῦ χρόνου πρόσκειται· οἱ γὰρ ἐπιβουλεύοντες τότε τὰς ἐξόδους ποιοῦνται ὥστε λαθεῖν τὰς παραφυλακάς.

    ἡνίχ᾿ ἕσπεροι: ἢ ὅτε οὐκ ἔφαινον ἔτι οἱ ἕσπεροι ἀστέρες ἢ ὅτε ἐσβέσθησαν οἱ λύχνοι· συνετῶς δὲ καὶ οὐ κατὰ μαινόμενον· καὶ ἐκ τῆς τοῦ καιροῦ γὰρ ἐννοίας ἐπιβουλεύοντος ἐπιθέσθαι περὶ πρῶτον ὕπνον· λαμπτῆρες δὲ οἱ κατὰ τὴν οἰκίαν φαίνοντες λύχνοι.

    οἱ κατὰ τὴν ἑσπέραν.

    286 ἦθον ἀντὶ τοῦ ᾔθοντο.

    [*](10 διὰ addidi. — 25 τῆς add. Lasc. καὶ inclusi.)
    29