Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

216 τὸ κεφάλαιον τοῦ κακοῦ πρῶτον ἐκτίθεται, ὅτι ἐφύβριστα εἴργασται μανίᾳ περιπεσών.

217 ἀπελωβήθη: ἀντὶ ἐφύβριστα εἴργασται· ἢ οὕτως, ἐνυβρίσθη καὶ λωβητὸς γέγονεν.

219 χειροδάικτα: θύματα ὑπὸ τῶν χειρῶν αὐτοῦ δαιχθέντα.

220 κείνου χρηστήρια: τὰ τολμήματα καὶ αἱ πράξεις ἢ τὰ διεφθαρμένα ποίμνια παρὰ τὸ διαχρήσασθαι αὐτά· δηλοῖ δὲ ἡ λέξις καὶ τὸ μαντεῖον καὶ τὸν χρησμὸν καὶ τὸ ἱερεῖον.

ἃ διεχρήσατο ἐκεῖνος.

222 αἴθοπος: διαπύρου, θερμοῦ ἐν ταῖς μάχαις· ἢ τὸ θερμὸν νῦν ἐπὶ τοῦ παρακεκινηκότος κείσθω.

225 κλῃζομέναν πεφημισμένην.

226 τὰν ὁ μέγας μῦθος ἀέξει: ἣν ἀγγελίαν πᾶς [*](1 ἢ πρόσθεν] πρόσθεν ἢ L, correxi. — 3 ἀημερίας] ,,ex ἡμερίας corruptum Dind. — 7 στέρξασαν] στέρξας L, corr. Br. σου inclusi, ἄλλως] ἀλλʼ L, corr. G. — 19 αῖ add G.)

24
λόγος αὔξει· πρῴην μὲν γὰρ μόνοι οἱ Ἕλληνες ἔλεγον ταῦτα περ Αἴαντος, ἡμεῖς δὲ ἠπιστοῦμεν, νῦν δὲ καὶ ἡμεῖς ἔγνωμεν.

227 ὤμοι φοβοῦμαι: τὸ ἐκ τούτου, φησίν, ἀποβησόμενον· εἰκὸς γὰρ τὸν οὕτως ἐξεστηκότα μηδὲ ἑαυτοῦ ἀνασχέσθαι· οὐ γάρ, φησί, φοβοῦμαι μὴ τιμωρηθῇ ὑπὸ τῶν βασιλέων.

228 περίφαντος φανερός ἐστιν ὅτι ταῦτα ἑαυτὸν διαθήσει.

229 θανεῖται ὑπὸ τῶν Ἑλληνῶν, οὐ θεόθεν. παραπλήκτῳ τῇ μανικῇ· παραπλὴξ γὰρ ὁ μανικός.

232 ἱππονόμους τοὺς μεγάλως φυλάττοντας, τοὺς ποιμένας· οὗτοι γὰρ ἐνόμιζον καὶ ποιμένας αὐτὸν ἀνῃρηκέναι.

233 ὤμοι, κεῖθεν κεῖθεν ἄρʼ ἡμῖν: ὡς οἰκουροῦσα τὰ ἔξω ἡ Τέκμησσα ἠγνόει· δεῖ οὖν τὸν μὲν χορὸν τὰ ἔνδον ἀπʼ αὐτῆς γνῶναι τὴν δὲ ἀπὸ τοῦ χοροῦ τὰ ἔξω.

235 τὴν μὲν τὴν ποίμνην.

236 πλευροκοπῶν κατὰ τῶν πλευρῶν τύπτων.

237 δύο δʼ ἀργίποδας: ἴσως τὸν μὲν ἕνα ἐνόμιζεν Ὀδυσσέα τὸν δὲ ἄλλον Νέστορα ἢ Μενέλαον. λευκόποδας.

238 τοῦ μὲν κεφαλὴν καὶ γλῶσσαν: ἴσως τοῦτον ἐνόμιζε Νέστορα ὡς ψευδομαρτυρήσαντα κατʼ αὐτοῦ.

[*](Fol. 4 a)

241 μέγαν ἱπποδέτην ῥυτῆρα λαβὼν παίει: διπλώσας τὸν χαλινὸν παίει τὸν κριὸν ὡς λιγυρᾷ καὶ ὁξυτὸν [*](5 οὕτως] edebatur τὸν νοῦ (!); τὸν οὕ L i e. τὸν οὕτως (G, F). — 10 ad συγκατακτὰς v. 230 adscriptum in L, corr. Elmsl. — 16 δεῖ οὖν τὸν μὲν χορὸν τὰ ἔνδον] δεῖ οὖν τὸν χορὸν τὰ μὲν ἔνδον L, correxi. — 25 et p. 25, 1 ἱππολέτην (ut in textu pr.) L.)

25
φώνῳ μάστιγι· ἱπποδέτην δὲ ῥυτῆρα χαλινὸν μέγαν, μέγαν δὲ πρὸς τὸ πικρότερον καθάψασθαι τοῦ ἐχθροῦ.

243 κακὰ δεννάζων: ἀντὶ βλασφημῶν· περιστέλλει δὲ καλῶς τὸν λόγον φάσκουσα τὰ ῥήματα μὴ εἶναι τοῦ Αἴαντος ἀλλὰ θεῶν τινος ὑποβολῇ· δαίμονα δέ φησι τὴν μανίαν.

245 ὥρα τινʼ ἤδη τοι κρᾶτα: ὥρα τινὰ ἡμῶν ἀντὶ τοῦ ἕκαστον ἡμῶν προελκυσάμενον τὴν ἐσθῆτα, τοῖς καλύμμασι τὴν κεφαλὴν κρυψάμενον· ὁρῶν δὲ ὁ χορὸς ὅτι ἐν μεγίστῳ κακῷ ἐστιν Αἴας τὸ μὲν κατὰ τὴν νόσον τὸ δὲ κατὰ τὴν ἀπειλὴν τῶν βασιλέων διαπορεῖται τί πρακτέον αὐτῷ, πότερον ἐγκαλυψαμένους φεύγειν ὅποι ποτʼ οὖν ἢ ἀποπλεῖν ἐπιβάντας ἐπὶ τῶν νεῶν· καὶ οὐκ ἔστι μὲν μικρὸν τὸ ἐάσαντας τὸν προστάτην ἀπαλλαγῆναι ἀλλὰ σημαίνουσι διὰ τούτων ἔστιν ὅτε τὰ ἐν ποσὶ δεινά· εἰώθασι γὰρ οἱ ἀποροῦντες ἐξ ἀρχῆς τοιαῦτα προφέρεσθαι.

250 μεθεῖναι μετιέναι, φεύγειν· ἕκαστον ἡμῶν, φησί, δεῖ μεθεῖναι τουτέστι ῥῖψαι ἑαυτὸν ἐν νηὶ καὶ φυγεῖν.