Scholia in Pindarum Isthmian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

εἴ τις ἀνδρῶν εὐτυχήσαις: ὁ λόγος· εἴ τις εὐτύχησεν ἐν ἄθλοις ἢ ἐν πλούτῳ, ὡς τὸν ἐν εὐπραγήμασι δύνασθαι φέρειν κόρον μὴ ἐξυβρίζων, ἄξιός ἐστιν εὐλογεῖσθαι ὑπὸ τῶν πολιτῶν. διατί δὲ, αὐτὸς ἐποίσει.

Ζεῦ, μεγάλαι δ᾿ ἀρεταὶ θνατοῖς ἕπονται ἐκ σέθεν: ἐκ σέθεν εὐτυχοῦσιν οἱ ἄνθρωποι· καὶ γὰρ οὐ δι᾿ αὐτούς, ἀλλὰ διὰ θεῶν πρόνοιαν· ἐξ ὧν αὐτοῖς καὶ μεγάλαι ἀρεταὶ ἕπονται.

a. ζώει δὲ μάσσων ὄλβος ὀπιζομένων: ὄπις μὲν ἡ τοῦ μέλλοντος ἐπιστροφὴ καὶ τοῦ μετὰ ταῦτα ἐσομένου. Ὅμηρος (ξ 82)· οὐκ ὄπιδα φρονέοντες.

b. ὁ δὲ λόγος· ζῇ δὲ ἐπὶ πλείονα χρόνον ὁ ὄλβος καὶ συναυξανόμενος παραμένει τοῖς ὀπιζομένοις καὶ ἐντρεπομένοις· κομίζονται γὰρ ἀντὶ τῶν πόνων ἐπαίνους οἱ μὴ ὑπεροπτικοί· τοῖς δὲ σκολιόφροσι καὶ παρανόμοις ἀνθρώποις οὐχ ὁμοίως ἀκολουθεῖ ὁ ὄλβος.

c. οἷον οὐδέποτε ὁμιλήσει τοῖς κακοῖς ἡ θάλλουσα εὐδαιμονία.

εὐκλέων δ᾿ ἔργων ἄποινα: τῶν δὲ εὐδόξων κατορθωμάτων, φησίν, ἀμοιβὴν τοῖς ἀγαθοῖς προσήκει τὸν ἐγκωμιαστικὸν λόγον παρασχεῖν, χρὴ δὲ τὸν τοιοῦτον ὑψῶσαι καὶ μετεωρίσαι ταῖς χάρισιν.

ἔστι δὲ καὶ διδύμων ἀέθλων Μελίσσῳ μοῖρα: ἔστι δὲ καὶ διπλῶν ἄθλων καὶ νικῶν τῷ Μελίσσῳ μερὶς, ὥστε πρὸς εὐφροσύνην γλυκυτάτην τρέψαι αὐτοῦ τὴν ψυχήν· τοῦτο μὲν ἐν τοῖς βασίμοις τόποις τοῦ Ἰσθμοῦ δεξαμένῳ τοὺς στεφάνους, ἀντὶ τοῦ νικήσαντι ἐν τῷ Ἰσθμῷ· τὰ δέ ἐστιν ἐν τῇ κοίλῃ καὶ βαθυστέρνῳ νάπῃ τοῦ λέοντος, τουτέστι τῇ Νεμέᾳ, ἵππων δρόμῳ νικήσαντι. ἀνεκήρυξε γὰρ Θήβην, φησί. τοῦτο οὖν λέγει ὡς καὶ Ἴσθμια καὶ Νέμεα νενικηκότος αὐτοῦ ἱπποδρομίᾳ.

ἴστε μὰν Κλεωνύμου: γινώσκετε μὴν τὴν περὶ τὰ ἅρματα τοῦ Κλεωνύμου ἀρχαιοτάτην ἀρετήν τε καὶ δόξαν. τούτου δὲ τοῦ Κλεωνύμου ὡς προγόνου τοῦ Μελίσσου κατὰ πατέρα μέμνηται· ὁ μὲν γὰρ πατὴρ αὐτοῦ Τελεσιάδας ἐστίν. ἐν δὲ τῇ ἑξῆς ᾠδῇ καθόλου τοὺς συγγενεῖς αὐτοῦ Κλεωνυμίδας κέκληκε.

a. καὶ ματρόθεν Λαβδακίδαισι σύννομοι: ὡς κατὰ μητέρα ἀπὸ Λαβδάκου καὶ Οἰδίποδος τοῦ Κλεωνύμου ὄντος. διό φησι· καὶ μητρόθεν σύννομοι πλούτου. τὸ γὰρ πρὸς μητρὸς τοῦ Μελίσσου καὶ Κλεωνύμου γένος συνάπτεται τοῖς Λαβδακίδαις διαπρέψασι κατὰ τὴν ἡνιοχικήν.

b. τὸ δὲ σαφές· τὸ δὲ μητρῷον γένος εἰς τοὺς Λαβδακίδας ἀνάγονται, καὶ κοινωνοὶ τῆς ἐκείνων ὄντες εὐδοξίας πλοῦτον ἱκανὸν περ εκτῶντο ἅρμασιν ἀγωνιζόμενοι. τὸ γὰρ πλούτου διέστιχον ἀντὶ τοῦ διὰ πλούτου ἤρχοντο, τουτέστι πλοῦτον ἐκτῶντο.

αἰὼν δὲ κυλινδομέναις ἁμέραις: ὑποφαίνει διὰ τούτων ὡς ποικίλαις χρωμένων τύχαις τῶν τοῦ Μελίσσου προγόνων. ὁ γὰρ βίος, φησίν, ἐν ταῖς ἡμέραις εἱλούμενος καὶ ἐν τοῖς ἐνιαυτοῖς ἀλλοίας καὶ ἀλλοίας ἀπογεννᾷ περιστάσεις. ἴσως μὲν οὖν εἰς τὰ ἐπὶ τοῖς Λαβδακίδαις τεθρυλλημένα ἀποβλέπει, ἄμεινον δὲ εἰς τὰ ἐν τῇ ἑξῆς ᾠδῇ λεγόμενα· τέσσαρας γάρ φησι κατὰ πόλεμον συγγενεῖς τοῦ Μελίσσου τελευτῆσαι.

a. ἄτρωτοί γε μὰν παῖδες θεῶν: ἀντὶ τοῦ οἱ θεοὶ, ὡς καὶ παῖδες Ἑλλήνων οἱ Ἕλληνες.

b. ὁ δὲ νοῦς· μόνοι θεοὶ οὐκ ἔχουσι μεταβολὴν εἰς κακόν· ἄτρωτοι γὰρ οὗτοι· τὰ δὲ τῶν ἀνθρώπων εὐμεταπτωτά φησιν εἶναι.