Scholia in Pindarum Nemean Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

[*]()a. πεπρωμένον ἔκφερεν: ἀμφίβολον πότερον τὸ μόρσιμον ἔκφερε καὶ ἔξω ἔφερε τὸν κίνδυνον καὶ τὸν θάνατον αὐτοῦ τὸν πεπρωμένον, ἢ οἷον ἐξέφερε καὶ ὑπεδείκνυε τὸ πεπρωμένον.

[*]()b. τουτέστιν ἐξέφερε τῶν κινδύνων καὶ ἔσῳζεν.[*]()

[*]()a. πῦρ δὲ παγκρατές: ὁ νοῦς· τὸ δὲ πάντων κρατοῦν πῦρ, ᾧ ἀπείκαζεν ἑαυτὴν ἡ Θέτις, καὶ τὴν θρασεῖαν τῶν θηρίων φύσιν καὶ τὴν ἀκμὴν ἐπισχὼν καὶ παύσας τῶν ὀδόντων, οὕτω λοιπὸν ἔγημεν αὐτὴν τὴν ἐνδοξοτάτην τῶν Νηρεΐδων, καὶ γέγονε τῶν οὐρανίων θεατὴς ἀκριβῶς· ἐπειδὴ λέγεται ἀπειλῆφθαι ἐν οὐρανῷ ἀθανασίᾳ τιμηθείς.[*]()

b. ἄλλως. πῦρ παγκρατές: τὸ πάντων κρατοῦν καὶ δεσπόζον διὰ τὸ φθαρτικὸν τῆς δυνάμεως. οἱ δὲ φυσικώτερον ἀκούουσι τὸν λόγον, τὴν τῶν θεῶν φύσιν εἰς πῦρ ἀνάγοντες. ὅτι δὲ καθ᾿ ὃν καιρὸν ἡ Θέτις γάμῳ συνήπτετο τῷ Πηλεῖ, εἴς τε πῦρ καὶ εἰς λέοντα καὶ εἰς διαφόρους ἰδέας μετέβαλλεν ἑαυτῆς τὴν φύσιν μὴ βουλομένη γαμηθῆναι τῷ Πηλεῖ, καὶ Ὅμηρος μαρτυρεῖ (Σ 432)· ἐκ μέν μ᾿ ἀλλάων ἁλιάων ἀνδρὶ δάμασσεν Αἰακίδῃ Πηλῆϊ, καὶ ἔτλην ἀνέρος εὐνὴν πολλὰ μάλ᾿ οὐκ ἐθέλουσα. φαίνεται δὲ ἐκ τούτων ἡ Θέτις μὴ βουλομένη γαμηθῆναι θνητῷ· μετεβάλλετο οὖν ὥσπερ ὁ Ὁμηρικὸς Πρωτεύς. οὔτε οὖν τὸ πῦρ, εἰς ὃ μετέβαλλεν, οὔτε οἱ τῶν λεόντων ὄνυχες καὶ ὀδόντες ἤνυόν τι. σχάσας οὖν καὶ ἐπισχὼν τοὺς ὄνυχας καὶ τοὺς ὀδόντας ἔγημε τὴν Θέτιν [ὁ Πηλεύς]. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἐρεσσόντων, οἳ ὅταν λήγωσι τῆς εἰρεσίας, σχάζουσι τὰς κώπας. |[*]() Εὐριπίδης (Phoen. 454)· σχάσον δὲ δεινὸν ὄμμα καὶ θυμοῦ πνοάς.[*]()

[*]()a. εἶδε δ᾿ εὔκυκλον: ἐθεάσατο δὲ τὴν ἕδραν καὶ τὴν ἀσφάλειαν τοῦ οὐρανοῦ, καὶ τοὺς θεοὺς τοὺς θαλαττίους καὶ τοὺς οὐρανίους, οἵτινες αὐτῷ καὶ τοῦτο ἐδωρήσαντο, φανερώσαντες τὸ ἑαυτῶν κράτος καὶ τὸ γένος ἐν ὀφθαλμοῖς· ἢ ὅτι ὁ Ποσειδῶν μὲν ἵππους. Ἥφαιστος δὲ μάχαιραν ἔδωκε, καὶ οὕτω μέχρις ἐκγόνων αὐτοῦ παρέπεμψε τὴν εὔκλειαν.[*]()

b. ἄλλως. εὔκυκλον ἕδραν: οἱ μὲν φυσικώτερον τὸν οὐρανὸν ἀπέδοσαν διὰ τὸ σφαιροειδές, ἀλλ᾿ ἐναντιοῦται αὐτοῖς |[*]() τὰ τῆς ἱστορίας· οὐ γὰρ τὸν οὐρανὸν ὁ Πηλεὺς ἐθεάσατο. ἀκουστέον οὖν τὸ παρὰ τὸ Πήλιον τῶν θεῶν κυκλοτερὲς συμπόσιον, ὅπερ συνετελέσθη τοῖς τοῦ Πηλέως γάμοις.

c. λείπει οὖν ἡ ἐπί, ἵν᾿ ᾖ· ἐφ᾿ ἧς ἕδρας καθίσαντες οἵ τε Ὀλύμπιοι καὶ οὐράνιοι καὶ οἱ θαλάττιοιδῶρα ἔδωκαν αὐτῷ.

d. ἕδρας δὲ, ἢ τοῦ οὐρανοῦ ἢ τοῦ Ὀλύμπου.[*]()

[*]()a. δῶρα καὶ κράτος ἐξέφαναν: ἀμφίβολον πότερον διεσήμηναν τὸ κράτος τοῦ Πηλέως αὐτῷ, ὧν κρατήσει τόπων, ἢ διεσήμηναν ἐν τῷ γάμῳ αὐτῷ, ὅτι ἔσται οὕτως ἐγγενὲς, ὥστε καὶ ἐκγόνοις καταλιπεῖν, ἢ τὸ ἑαυτῶν κράτος οἱ θεοὶ ἐξέφηναν αὐτῷ, τουτέστι τὴν ἑαυτῶν φύσιν καὶ δύναμιν καὶ τὸ ἐγγενὲς αὐτοῖς, οὐ μεταβαλόντες τὴν μορφὴν ὡς ἔθος θνητοῖς φαντάζεσθαι θεούς, ἀλλ᾿ ἐν ταῖς ἰδίαις μορφαῖς ὤφθησαν αὐτῷ.

b. ἢ τὸ κράτος τὸ πεπρωμένον αὐτῷ.

[*]()a. Γαδείρων τὸ πρὸς ζόφον οὐ περατόν: οὐκ ἔστι, φησί, Γαδείρων περᾶσαι τὰ ἐπέκεινα· ζόφος γὰρ καὶ ἀφάνεια· ὑποστρέφων μὲν οὖν εἰς τοὐπίσω ἄγε τὴν ναῦν. ἀλληγορεῖ δὲ λέγειν βουλόμενος, ὅτι οὐκ ἔστι δυνατὸν εἰς πάντας τοὺς ἐπαίνους χωρεῖν τοῦ Τιμασάρχου. ἐπάγει γοῦν, ὅτι οὐκ ἔστι δυνατὸν τὸν πάντα λόγον καὶ ἔπαινον τῶν ἐκγόνων τοῦ Αἰακοῦ διελθεῖν, ὥσπερ οὐδὲ Γαδείρων ἐπέκεινα. Γάδειρα γὰρ πόλις μέχρι τῶν στηλῶν Ἡρακλέους, ἔνθα τὸ τέλος ἐστὶ τοῦ πλεῖν καὶ τοῦ ὁδεύειν· περαιτέρω γὰρ λοιπὸν ὁ Ὠκεανὸς καὶ πάντα ἀφανῆ, ζόφου ὄντος. τὰ ἐντεῦθεν οὖν τῶν Γαδείρων τῆς Εὐρώπης ἐστίν. εἰς δύο γὰρ διῄρητο τὸ παλαιὸν μέρη ἡ οἰκουμένη, Εὐρώπην καὶ Ἀσίαν.

b. ὁ δὲ νοῦς· ὥσπερ οὐκ ἔστιν ἐσωτέρω πλεῖν ἐπὶ τὴν δύσιν, ἐπειδὰν ἅπαξ τις ἐπὶ τὰ Γάδειρα ἀφίκηται, ἀλλ᾿ ἐπιστρεπτέον ἐστὶν ἐπὶ τὴν Εὐρώπην διὰ τὸ μὴ εἶναι ἔτι πλεῖν, οὕτω καὶ ἐπὶ πάντα τῶν Αἰακιδῶν τὸν ὕμνον ἀφικέσθαι οὐ δυνατόν. μὴ πλέε γοῦν, φησί, πρὸς ζόφον ἔξω τῶν Γαδείρων, ἀλλὰ στρέφε τὴν ναῦν ἐπὶ τὴν Εὐρώπην. ἔντεα γὰρ ναὸς περιφραστικῶς ἀντὶ τοῦ ναῦν εἶπε. διατί δὲ τοῦτό φησι, διασαφήσει· ἄπορα γὰρ λόγον Αἰακοῦ παίδων· διὸ μετάστρεφε τὴν ᾠδὴν ἐπὶ τὰ δυνατὰ ὥσπερ τινὰ ναῦν, ἐπὶ τοὺς ἱερονίκας.

[*]()Θεανδρίδαισι δ᾿ ἀεξιγυίων ἀέθλων: φατρία τις ἀπό τινος Θεάνδρου προγόνου ἐνδόξου τῶν περὶ Τιμάσαρχον, ᾧ γέγραπται ἡ ᾠδή. ἦλθον οὖν κῆρυξ, φησίν, ἕτοιμος τοῖς Θεανδρίδαις τῶν αὐξόντων τὰ σώματα ἄθλων, τούς τε ἐν Ὀλυμπίᾳ συνθεὶς ἄθλους καὶ τοὺς ἐν Ἰσθμοῖ καὶ Νεμέᾳ.

[*]()ἔνθα πεῖραν ἔχοντες: ἔνθα τοῖς ἀγῶσιν ἀπόπειραν λαβόντες, καὶ γνῶσιν τῆς ἀγωνίας σχόντες οὐδέποτε ἄνευ στεφάνων εἰς τὴν οἰκείαν ἐληλύθασι, τῶν ἔνδοξον καρπὸν φερόντων· στεφάνων.

[*]()a. πάτραν νιν ἀκούομεν: τὴν πατρίδα σου ταύτην ἀκούομεν, φησί, τὴν τῶν Θεανδριδῶν, ὦ Τιμάσαρχε, προέχουσαν τοῖς τῶν ᾠδῶν ἐπινίκοις. τὸ γὰρ πρόπολον ἔμμεναι, τουτέστι προυπάρχουσαν εἶναι.

b. ὀ δὲ νοῦς· τοιγαροῦν ἀκούομεν, ὦ Τιμάσαρχε, τὴν πατρίδα τὴν σὴν τοῖς ὕμνοις τοῖς ἀπὸ τῆς ὑμετέρας νίκης θεραπεύεσθαι καὶ εἶναι ὑπηρέτιν τῶν ὑμετέρων νικῶν.

a. εἰ δέ τοι μάτρῳ μ᾿ ἔτι Καλλικλεῖ: μήτρως ὁ [*]() τῆς μητρὸς ἀδελφός.

b. ὁ δὲ λόγος· εἰ δὲ τῷ σῷ ὕμνῳ κελεύεις ἔτι με θεῖναι στήλην πρὸς πάροδον καὶ μνησθῆναι τοῦ πρὸς μητρός σου θείου Καλλικλέους, μνησθήσομαι.

c. ἢ οὕτως· εἰ δὲ δὴ καὶ τῷ Καλλικλεῖ τῷ πρὸς μητρός σου θείῳ κελεύεις ἔτι στήλην τινὰ ἀναστῆσαι τῆς Παρίου λίθου λευκοτέραν, προσληπτέον ἔξωθεν τὸ ποιήσω, τουτέστι λαμπρῶς ὑμνήσω κἀκεῖνον. τοῦτο δὲ εἴρηκεν ὡς διστάσεως γεγονυίας ἐν ἀρχῇ, ὅτι μνησθήσεται διὰ τῆς ᾠδῆς τοῦ Καλλικλέους. φησίν. ἀλληγορικῶς δὲ τὸ ποίημα στήλην λέγει. Πάριος δὲ λίθος ἐστὶν ὁ καλούμενος λύγδινος.

[*]()a. ὁ χρυσὸς ἑψόμενος αὐγὰς ἔδειξεν ἁπάσας: τουτέστιν ὡς τὸν χρυσὸν ποιεῖ τὸ πῦρ διαυγέστερον, οὕτω τοὺς ἀγαθοὺς ἄνδρας ὁ ὕμνος διαφανεστέρους καὶ τοῖς βασιλεῦσιν ἴσους ποιεῖ.

b. τουτέστιν οὕτω λάμπει, ὤσπερ οἱ ἀγαθοὶ ὑμνούμενοι λάμπουσιν.

[*]()κεῖνος ἀμφ᾿ Ἀχέροντι ναιετάων: ἐκεῖνος ὁ Καλλικλῆς, φησίν, εἰ καὶ τέθνηκεν ἤδη, τῆς ἐμῆς εὐφημίας τυγχανέτω· ὡς τετελευτηκότος δὲ αὐτοῦ, εὕρημα ἐχέτω, φησί, τὴν ἐμὴν γλῶσσαν εἰς τὸν ὕμνον αὐτοῦ τὴν ὑμνοῦσαν, τοῦτο γάρ ἐστι κελαδῆτιν.

[*]()a. ἵν᾿ ἐν ἀγῶνι: ὡς νενικηκότος αὐτοῦ τοῦ Καλλικλέους Ἴσθμια τοῦτό φησιν· ξηροῖς γὰρ σελίνοις ἐστέφοντο κἀκεῖ.

b. ὁ δὲ νοῦς· ὅτι ἐν τῷ τοῦ Ποσειδῶνος ἀγῶνι τῷ Ἰσθμικῷ ἐστέφθη παρὰ τῶν Κορινθίων Καλλικλῆς.

[*]()a. τὸν Εὐφάνης ἐθέλων: ὅντινα Καλλικλέα καὶ ὁ Εὐφάνης |[*]() ὁ πρεσβύτερος τῶν σῶν προγόνων, ὦ Τιμάσαρχε, ᾤσει καὶ ὑμνήσει, δηλαδὴ ὡς ἀποθανόντα ἀποθανών· ὡς ὅτι καὶ ἐν ᾅδου εἰσὶν οἱ θαυμάζοντες τοὺς ἀρίστους, καὶ ὅτι αἴσθησίς ἐστιν ἐν αὐτοῖς.

b. ἢ οὕτως· ὁ Εὐφάνης οὗτος ἐκ τοῦ αὐτοῦ γένους Τιμασάρχῳ παλαίτερός τις καὶ τῶν σοφῶν καὶ τῶν συγγραψάντων ἐπαίνους. λέγεται δὲ πάππος εἶναι τοῦ νικηφόρου πρὸς μητρός.

c. ἢ οὕτω· τοῦτο ἐπιπεφώνηκεν ὡς τοῦ Εὐφάνους καὶ Καλλικλέους ἡλικιωτῶν ὄντων. διό φησιν· ἐκεῖνος ὁ ἡλικιώτης ᾄσεται καὶ ὑμνήσει τὸν Καλλικλέα, τοὺς δὲ ἄλλους ὑμνήσουσιν οἱ ἡλικιῶται· |[*]() τουτέστι σὲ οἱ ἡλικιῶται ὑμνήσουσι, τὸν δὲ Καλλικλέα ὁ Εὐφάνης.

[*]()a. τὰ δ᾿ αὐτὸς ἄν τις τύχῃ, ἔλπεταί τις ἕκαστος: ἕκαστος γάρ, φησίν, οἴεται ταῦτα ὑπάρχειν ἐξοχώτατα, ἅπερ αὐτὸς εἶδε. τοῦτο δὲ λέγει ὡς τοῦ Εὐφάνους παρατετυχηκότος, ὅτε ὁ Καλλικλῆς ἐνίκα τὰ Ἴσθμια· διὸ ὑμνήσει αὐτὸν ἅτε παρατετυχηκὼς καὶ ἑωρακὼς ἐν τῷ ἀγῶνι τοῦ Ὀρσοτριαίνα αὐτὸν νικήσαντα.

b. ἢ οὕτω· ταῦτά γε μὴν ὅπως ἂν τύχῃ λέγων, ἐλπίζει καὶ πείθεται αὐτὸς ἐξαιρέτως καὶ ὑπὲρ τοὺς λογίους εἰρηκέναι.

c. ἔνιοι δὲ οὕτως· ἅπερ δὴ ἄν τις τύχῃ θεασάμενος, ταῦτα δοκεῖ καὶ ἀκριβέστερον διατίθεσθαι καὶ κάλλιον οὕτω νοεῖν τῶν ἄλλων.

[*]()a. οἷον αἰνέων κε Μελησίαν ἔριδα στρέφοι: ὁ Ἀρίσταρχος ψιλοῖ τὸ οιον. ὁ δὲ λόγος· μόνον ἄν τις ἐπαινῶν τὸν Μελησίαν τὰς ἀπαντωμένας ἔριδας παρὰ τῶν ἄλλων στρέφοι καὶ καταπαλαίοι καὶ καταγωνίζοιτο. ἡ μεταφορὰ ἀπὸ τῶν παλαιόντων. δύναται δὲ καὶ δασέως ἀναγινώσκεσθαι τὸ οιον, θαυμαστικῶς, ὥς φησι Δίδυμος. ἐλλείπει δὲ τὸ τίς· οἷόν τις τοῦτον τὸν Μελησίαν ἐπαινῶν τὰς τῶν ἄλλων ἔριδας καταπαλαίοι· οἷον, καὶ περιγίνοιτο. διαπρέπει γὰρ, ὥστε τοὺς φθονοῦντας μηδὲν ἀνύειν.

b. παρεῖται δὲ τὸ τίς. ἔστι γάρ· ἔριδα στρέφοι τις ῥήματα πλέκων, οἷον ἄν τις αἰνέων τὸν Μελησίαν.

c. ὁ δὲ νοῦς· μόνον δὲ ἄν τις αἰνέων καὶ ὑμνῶν τὸν Μελησίαν, τὸν ἀλείπτην τοῦ Τιμασάρχου, τὴν ἔριδα καὶ τὴν φιλονεικίαν ἀποστρέψαι, τὴν παρὰ τῶν ἄλλων δηλαδή.

[*]()ἀπάλαιστος ἐν λόγῳ ἕλκειν: τοῦτο ἔστι καὶ ἐπὶ τοῦ Μελησίου ἀκούειν, ὥς φησι Δίδυμος, οἷον· ἀκαταπάλαιστός ἐστι πρὸς τὸν ἕλκοντα αὐτὸν ἐν λόγοις, | [*]() ὡς καὶ λογίου ὄντος τοῦ Μελησίου· οἱ δὲ ὅτι ὁ νικῶν. τάχα δὲ ὁ νικηφόρος κάλλιον ὑμνεῖται. ἀπάλαιστος οὖν, φησί, καὶ ἀνίκητος καὶ ἐν τοῖς λόγοις |[*]() καὶ οὐ δυνάμενος παραλογισθῆναι. ἀπὸ τῶν παλαιόντων δὲ πάλιν ἡ μεταφορά, καὶ τροπικαὶ αἱ λέξεις ἀπὸ τῆς ἀθλήσεως. ἐάν τις, φησίν, αὐτὸν εἰς λόγους ἕλκῃ, οὐ πίπτει ἀλλ᾿ ἔστιν ἀκαταπάλαιστος. ἔστι δὲ καὶ ἐπὶ τοῦ ἐπαινοῦντος αὐτὸν ἀκοῦσαι, ἐφ᾿ οὗ προεῖπε τὸ οἷον αἰνέων κε Μελησίαν. τὰ δὲ ἑξῆς ἐπὶ τοῦ Μελησίου λέγει.

[*]()a. μαλθακὰ μὲν φρονέων ἐσλοῖς, τραχὺς δὲ παλιγκότοις ἔφεδρος: καὶ ταῦτα ἐπὶ τοῦ Μελησίου οὗτος δὲ ἀλείπτης ἐστὶ τὸ γένος Ἀθηναῖος. ταῦτα δέ φησιν ὡς τοῦ Τιμασάρχου ὑπὸ τοῦ Μελησίου ἀληλιμμένου.

b. ἔφεδρος οὖν τοῖς ἐχθροῖς ὁ ἐπικείμενος τοῖς ἐχθροῖς, ὁ ἐφεδρεύων καὶ ἐπιτηρῶν. ἀλληγορικὸν δὲ τὸ νόημα, οἷον ἀντὶ τοῦ δυσκαταγώνιστος. προκεκληρωμένοις γὰρ καὶ προκεκμηκόσι τοῖς προηγωνισμένοις πρὸς ἄλλους ἀκοπίατος ἐφέστηκε.

c. τὸ δὲ τραχὺς ἀντὶ τοῦ φοβερὸς, ἐπαχθής.

d. ὁ δὲ νοῦς ὅλος· πρᾷος μὲν καὶ προσηνὴς τοῖς ἀγαθοῖς καὶ φίλοις, χαλεπὸς δὲ τοῖς ἐναντίοις ἐφεδρευτής.