Scholia in Pindarum Nemean Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

a. παῖ Ῥέας, ἅ τε πρυτανεῖα λέλογχας, Ἑστία: τὰ πρυτανεῖά φησι λαχεῖν τὴν Ἑστίαν, παρόσον αἱ τῶν πόλεων ἑστίαι ἐν τοῖς πρυτανείοις ἀφίδρυνται, καὶ τὸ ἱερὸν λεγόμενον πῦρ ἐπὶ τούτων ἀπόκειται. τοῦ δὲ ἱεροῦ πυρὸς ἐν τοῖς πρυτανείοις φυλαττομένου εἴη ἂν τὸ ἔτυμον πυροταμεῖον, κατὰ συγγένειαν τοῦ μ εἰς τὸ ν, ὡς τὸ μίν καὶ τὸ νίν· ἢ κατὰ κοινωνίαν τοῦ β πρὸς τὸ π βρυτανεῖον παρὰ τὸ βρύειν. ὅ ἐστι θάλλειν καὶ αὔξεσθαι, ἀφ᾿ οὗ καὶ τὸ ἔμβρυον τὸ ἐν τῇ γαστρὶ αὐξανόμενον. καί τε βρύει ἄνθεϊ λευκῷ, Ὅμηρος (P 56).

b. ὁ δὲ νοῦς· ὦ Ἑστία, τῆς Ῥέας παῖ, ἥτις ἔλαχες τὰ πρυτανεῖα, τοῦ ὑψίστου Διὸς ἀδελφὴ τυγχάνουσα καὶ τῆς Ἥρας τῆς ὁμοθρόνου καὶ συμβασιλευούσης τῷ Διῒ, καλῶς μὲν τὸν Ἀρισταγόραν ὑπόδεξαι εἰς τὸ πρυτανεῖον, καλῶς δὲ καὶ τοὺς ἑταίρους τοὺς συμπρυτανεύοντας αὐτῷ, τοῦ σοῦ σκήπτρου πέλας. ἐκ τούτου οὖν πρόδηλον, ὡς εἰς τὴν πρυτανείαν γράφεται. ἵδρυται δὲ ἐν τοῖς πρυτανείοις ἡ Ἑστία.

οἵ σε γεραίροντες: οἵτινές σε τιμῶντες οἱ πρυτάνεις ἐν δικαιοσύνῃ διαφυλάσσουσι τὴν Τένεδον, πολλάκις μὲν σπονδαῖς ἐξιλεούμενοι πρώτην τῶν ἄλλων θεῶν, πολλάκις δὲ καὶ ταῖς θυσίαις. πρώτην δὲ ταύτην εἶπε, καθόσον ἀπ᾿ αὐτῆς ἤρχοντο. καὶ Σοφοκλῆς (fr. 658)· ὦ πρῷρα λοιβῆς Ἑστία. ἀπὸ οὖν τῆς κνίσης, ὅ ἐστι τῆς πιμελῆς, τὰς θυσίας.

λύρα δέ σφισι βρέμεται: λύρα δὲ αὐτοῖς κατὰ τὰς πανηγύρεις ἠχεῖ καὶ ᾠδὴ, καὶ τοῦ ξενίου Διὸς θέμις ἀσκεῖται καὶ ἀποσῴζεται παρ᾿ αὐτοῖς διαπαντὸς ἐν ταῖς τραπέζαις· ἀντὶ τοῦ φιλόξενοί εἰσιν. metr. D

a. ἀλλὰ σύν δόξᾳ τέλος δυωδεκάμηνον περάσαι: εὔχεται τὴν ἀρχὴν μετὰ δόξης αὐτὸν διατελέσαι. σὺν ἀτρώτῳ καὶ ἀλύπῳ τῇ καρδίᾳ, τουτέστιν ἀπταίστῳ καὶ ἀβλαβεῖ, τήν ἐνιαυσίαν ἀρχὴν διανύσειε. δῆλον δὲ, καθὼς καὶ προείπομεν (ad inscr.), διὰ τούτων, ὅτι οὐκ ἔστιν ἐπίνικος ἡ ᾠδή.

b. ὁ δὲ νοῦς· παράσχου οὖν αὐτοῖς σὺν εὐδοξίᾳ ἐξενιαυτῆσαι τὴν πρυτανείαν σὺν ἀλύπῳ καρδίᾳ.

a. ἄνδρα δ᾿ ἐγὼ μακαρίζω μέν: τὸν δὲ ἄνδρα ἐγὼ μακαρίζω Ἀρκεσίλαν τὸν σὸν πατέρα καὶ τὸ ἐκείνου ἀνδρεῖόν τε καὶ ἐπέραστον σῶμα.

b. ἄλλως. τὸν πατέρα αὐτοῦ Ἀρκεσίλαν μακαρίζω θαητὸν ὄντα τὸ σῶμα, καὶ τὸν σύγγονον αὐτοῦ Ἀτρεμίαν· ὡς ἀδελφοῦ αὐτοῦ ὄντος Ἀτρεμίου ἢ ὡς ἀδελφῆς· ἀμφίβολον γάρ.

c. ἢ τὴν συγγενομένην αὐτῷ ἀφοβίαν.

a. εἰ δέ τις ὄλβον ἔχων: εἴ τίς ἐστι πλούσιος, φησί, καὶ καλὸς καὶ ἐν ἀέθλοις διήνεγκε τῶν ἄλλων, γινωσκέτω ὅτι θνητός ἐστι, καὶ μηκέτι παρὰ ταῦτα εὐδαιμονίαν μείζονα ζητείτω· μὴ ὡς θεὸς τῶν μειζόνων ὀρεγέσθω.

b. ἢ οὕτως· εἰ δὲ ἀνθρώπων τις εὐδαιμονίαν κεκτημένος καὶ τῷ εἴδει παρέρχεται τοὺς ἄλλους, καὶ ἐν τοῖς ἄθλοις ἀριστεύουσαν ἐφανέρωσε τὴν ἑαυτοῦ ἰσχὺν, γινωσκέτω μέλλων ἀποθνῄσκειν. ἡ δὲ τοῦ νοῦ φαντασία τοιαύτη· μὴ διὰ τὸ ὑπερβεβλημένον τῆς εὐδαιμονίας θεοῖς ἑαυτὸν καταριθμείτω, γινωσκέτω δὲ ὅτι ἀνθρωπίνην ἔχει τὴν φύσιν.

a. ἐν λόγοις δ᾿ ἀστῶν ἀγαθοῖς μέν: ἐν δὲ τῇ τῶν ἀγαθῶν γνώμῃ ἐπαινεῖσθαι τοὺς ἀγαθοὺς προσήκει, φησίν.

b. ἢ οὕτω· τοὺς τοιούτους καὶ τοιαῦτα ἠσκηκότας ἄρχοντας δεῖ ὑπὸ τῶν ἀστῶν τῶν ἀγαθῶν καὶ λόγοις ἐπαινεῖσθαι καὶ κοσμεῖσθαι ποιήμασιν.

a. ἐκ δὲ περικτιόνων ἑκκαίδεκ᾿ Ἀρισταγόραν: ὡς τῶν ἀνταγωνιστῶν τοῦ Ἀρισταγόρου τοσούτων ὄντων τῷ ἀριθμῷ.

b. ὁ δὲ νοῦς· ἐκ δὲ τῶν περιοίκων ἀνταγωνιστῶν δεκαὲξ ὄντων τὸν Ἀρισταγόραν αἱ νῖκαι καὶ τὴν τούτου πατρίδα ἐστεφάνωσαν τὴν ἐπίδοξον, πάλῃ καὶ παγκρατίῳ νικήσαντα.

ἐλπίδες δ᾿ ὀκνηρότεραι γονέων: παιδὸς δὲ ὄντος τοῦ Ἀρισταγόρου, φησίν, αἱ τῶν γονέων ἐλπίδες ὀκνηρότερον διατεθεῖσαι ἐνεπόδισαν εἴς τε τὴν Πυθῶνα καὶ τὴν Ὀλυμπίαν σταλῆναι τῶν ἄθλων εἵνεκα.

a. ναὶ μὰ γὰρ ὅρκον, ἐμὰν δόξαν: ἐνταῦθα ὄνομα οὐ πρόσκειται. ἰδίως γὰρ οἱ παλαιοὶ κατ᾿ αὐτοῦ τοῦ ὅρκου ὤμνυον, ὡς καὶ Ἡσίοδος (theog. 231)· Ὅρκον θ᾿, ὃς δὴ πλεῖστον ἐπιχθονίους ἀνθρώπους πημαίνει, ὅτε κέν τις ἑκὼν ἐπίορκον ὀμόσσῃ.

b. ἄλλως. εὐλαβείᾳ τοῦ ὀμνύειν οἱ ἀρχαῖοι παρελίμπανον τὰ ὀνόματα τῶν θεῶν. διὸ καὶ ψιλῶς εἶπε· ναὶ μὰ γὰρ ὅρκον, τὴν ἐμὴν |[*]() δόκησιν καὶ ὑπόληψιν, ἀντὶ τοῦ, ἐφ᾿ ᾧ δοξάζομαι ὅτι οὐκ εἰμὶ ἐπίορκος.

c. ὁ δὲ ὅλος νοῦς οὕτως· ναὶ μὰ γὰρ τὸν ὅρκον, κατὰ τὴν ἐμὴν |[*]() δόκησιν ἔν τε Πυθῶνι καὶ ἐν τῷ εὐδένδρῳ ὄρει τοῦ Κρόνου, ὅ ἐστι καὶ ἐν τῇ Ὁλυμπίᾳ. κάλλιον ἂν τῶν ἀνταγωνιζομένων ἐπανῆλθεν ὁ Ἀρισταγόρας τῇ πατρίδι, τὴν πενταετηρικὴν πανήγυριν, διάταξιν καὶ νόμον οὖσαν Ἡρακλέους, κωμάσας καὶ ἀναδησάμενος τὴν κόμην τοῖς στεφάνοις.

a. παρὰ Κασταλίᾳ καὶ παρ᾿ εὐδένδρῳ μολών: εὐδένδρῳ διὰ τὰ τῶν ἐλαιῶν φυτὰ ἅπερ Ἡρακλῆς ἐξ Ὑπερβορέων κομίσας ἐνεφύτευσε τῇ γῇ.

b. τὸ δὲ παρ᾿ ὄχθῳ Κρόνου, ἀντὶ τοῦ καὶ τῷ λόγῳ τῷ κατὰ τὴν Ὀλυμπίαν ἀνιερωθέντι τῷ Κρόνῳ.

ἀλλὰ βροτῶν τὸν μὲν κενεόφρονες αὖχαι: αἱ καυχήσεις. ἀλλὰ τῶν ἀνθρώπων τὸν μὲν αἱ ματαιόφρονες καυχήσεις καὶ ἀλαζονεῖαι ἐκ τῶν παρὰ πόδας καλῶν ἀποτυχεῖν παρεσκεύασαν, τῷ τῶν μειζόνων παρὰ δύναμιν καὶ τὸ προσῆκον ὀρέγεσθαι, ἕτερον δὲ ἰσχυρὸν ὄντα κατὰ φύσιν, μετριάζοντα δὲ, καταμεμφόμενον τὴν ἑαυτοῦ δύναμιν, τῶν προσόντων καλῶν ἀποσφαλῆναι πεποίηκεν ἡ ψυχὴ ἄτολμος οὖσα καὶ τῆς χειρὸς αὐτὸν εἰς τοὐπίσω ἕλκουσα, τουτέστιν ἄτολμον ποιοῦσα.

a. συμβαλεῖν λίαν εὐμαρὲς ἦν: ἐκ δὲ τῆς Ἀρισταγόρου ἀρετῆς εὐμαρὲς ἦν διαγνῶναι συμβαλόντας, ὅτι τοῦ Λακωνικοῦ Πεισάνδρου ἀπόγονος ἦν, τοῦ ποτε σὺν τῷ Ὀρέστῃ ἀποικίαν ἀπὸ τῆς Λακεδαίμονος εἰς Λέσβον στειλαμένου τὸ τῶν Αἰολέων γένος· τὸ δὲ δεῦρο ὡς πρὸς τὴν Τένεδον τὴν τῆς Λέσβου· ἦν δὲ συμβαλεῖν καὶ τὸ μητρῷον αὐτοῦ γένος περὶ τὰ Ἰσμηνοῦ ῥεύματα κεκραμένον τῷ Θηβαίῳ Μελανίππῳ.

b. ἢ οὕτω· συμβαλεῖν λίαν εὐμαρὲς ἦν καὶ σημειώσασθαι τὸν ἰδόντα τὸν Ἀρισταγόραν, ὅτι τὸ πάλαι αὐτοῦ αἷμα καὶ τὸ γένος ἦν ἀπὸ Πεισάνδρου τοῦ Σπαρτιάτου· ὡς ἀπό τινος Πεισάνδρου τῶν παλαιῶν ὄντος τοῦ Ἀρισταγόρου. οὗτος δέ, φησί, σὺν Ὀρέστῃ ἀπῴκησεν ἐκ Σπάρτης καὶ τὴν Τένεδον κατῴκησε. Τενέδιος γὰρ ὁ Ἀρισταγόρας. περὶ δὲ τῆς Ὀρέστου εἰς τὴν Αἰολίδα ἀποικίας Ἑλλάνικος ἐν α΄ Αἰολικῶν ἱστόρηκεν (FHG I O M, I 117 J). ὁ δὲ Μελάνιππος οὗτος Θηβαῖος ἦν ἐπὶ τοῦ πολέμου συστὰς τῷ Τυδεῖ. τούτου δοκεῖ διὰ τὴν ὀργὴν λαβὼν ὁ Τυδεὺς τὴν κεφαλὴν καὶ ῥήξας ἐκροφῆσαι τὸν ἐγκέφαλον· διὸ καὶ ἀπεστράφη ἡ Ἀθηνᾶ τότε κομίζουσα αὐτῷ τὴν ἀθανασίαν. τὸ μὲν οὖν ἀπὸ πατρὸς γένος εἰς Πείσανδρον, τὸ δὲ ἀπὸ μητρὸς εἰς τοῦτον τὸν Μελάνιππον· μήτρωες γὰρ [οὗτοι] οἱ κατὰ μητέρα πρόγονοι.

a. ἀρχαῖαι δ᾿ ἀρεταί: αἱ ἀρχαῖαι τῶν προγόνων, φησίν, ἀρεταὶ ὕστερον ἐκλάμπουσιν. ἐνίοτε γάρ τις γέγονεν ἀπὸ πρακτικοῦ τινος ἀνδρὸς, εἶθ᾿ οἱ ἐκείνου ἀπόγονοι ἄπρακτοι ὤφθησαν, ἕως διὰ πολλῶν ἐτῶν πάλιν εἷς ἐξέλαμψεν. οὗτος οὖν, φησίν, ἀπὸ Μελανίππου γεγονὼς καὶ Πεισάνδρου δραστηρίων γεγονότων, τῶν δὲ μεταξὺ ἠμαυρωμένων, αὐτὸς ἐξέλαμψε τῶν ἐκείνων ἀρετῶν, αὐτὸς ἐφ᾿ ἑαυτοῦ ἔδειξε τὸ γένος οἷον ἦν.

b. ἣ οὕτως· αἱ δὲ παλαιαὶ ἀρεταὶ ἀποφέρονται σθένος ἐναλλασσόμεναι ταῖς τῶν ἀνθρώπων γενεαῖς. οὔτε γὰρ ἐφεξῆς αἱ ἄρουραι καρπὸν δυνατῶς ἀποδιδόασιν, οὔτε μὴν τὰ φυτὰ βούλεται ἐν πάσαις ἐτῶν περιόδοις καρπὸν καὶ βλαστὸν εὐώδη καὶ ἐπικερδῆ φέρειν, ἀλλ᾿ ἐξ ὑπαλλαγῆς καὶ διαστήματος ταῦτα δίδοται, καὶ τὸ τῶν ἀνθρώπων γένος τὸν αὐτὸν τρόπον τοῖς φυτοῖς καὶ ταῖς ἀρούραις ἀναδέχεται.

τὸ δ᾿ ἐκ Διὸς ἀνθρώποις σαφὲς οὐχ ἕπεται τέκμαρ: τὸ ἀποβησόμενον τέλος ἐκ τοῦ Διός, φησίν, οὐ προγινώσκομεν οἱ ἄνθρωποι, ἀλλὰ μεγαληγοροῦμεν μεγάλα τε μενοινῶντες καὶ φροντίζοντες ὑπὲρ ἑαυτούς. τείνει δὲ πρὸς Ἀρισταγόραν, ἐπειδὴ τότε ἦρχε καὶ ἐπρυτάνευε, παραινῶν αὐτῷ μὴ ὑπερηφανεύεσθαι, ἀλλὰ μετρίως βιοῦν, πράως δὲ καὶ ἐν ἀρετῇ διάγειν.

a. δέδεται γὰρ ἀναιδεῖ ἐλπίδι γυῖα: τουτέστιν ἐμπέφυκεν ἡμῖν ἐλπὶς, ἄποθεν . . . ἀναιδῆ δὲ τὴν ἐλπίδα εἶπεν, ὅτι οἱ πολλοὶ ἡμῶν ἀδύνατα ἐλπίζουσιν.

b. ἢ ἀναιδῆ τὴν ἐλπίδα εἴρηκε διὰ τὸ πολλάκις τοὺς ἐλπίζοντας ἀποτυγχάνειν καὶ πάλιν ἐλπίζειν.

c. ἢ οὕτω· συνδέδεται δὲ τὰ ἡμέτερα σώματα ἀναιδεστάτῃ ἐλπίδι, τὸ δὲ προβουλεύεσθαι καὶ μανθάνειν μακρὰν ἡμῶν ἀπῴκισται.

d. ἤτοι τῆς δὲ προγνώσεως αἱ ὁδοὶ ἄποθεν ἡμῶν κεῖνται, ἀντὶ τοῦ οὐ δυνάμεθα ἄνθρωποι ὄντες τὰ μέλλοντα προγινώσκειν.

a. κερδέων δὲ χρὴ μέτρον θηρευέμεν: οὐ δεῖ, φησί, ζητεῖν ὠφελείας ὑπερμέτρους οὐδὲ κερδαίνειν τὰ ὑπὲρ ἡμᾶς. ἀπροσίκτων δὲ ἀντὶ τοῦ ἀμηχάνων, ὧν οὐκ ἔστι θιγεῖν. τῶν γὰρ ἐρώτων σκληραί εἰσιν αἱ μανίαι καὶ σύντονοι αἱ ἐπιθυμίαι.

b. τῶν οὖν ἀμηχάνων ἐρώτων, φησίν, αἱ ἐπιθυμίαι ξυτέρας ἔχουσι τὰς μανίας. πρὸς τί δὲ τοῦτο λέγει; ἀντὶ τοῦ εἰπεῖν· ὦ Ἀρισταγόρα, πρὸς οἷς ἔσχηκας καὶ ἔλαβες δεκαὲξ τεφάνοις πλουτεῖς, ἄρχεις, πρυτανεύεις· ἀρκοῦ τούτοις, μηκέτι πὲρ ταῦτα ζήτει. [*]()τέλος. [*]()Πινδάρου ἐπίνικοι Νεμεονίκαις.