Scholia in Pindarum Nemean Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

a. Δαναοῦ πόλιν ἀγλαοθρόνων τε: ἔνιοί φασιν εἰς πλείους νίκας τὸν ἐπίνικον συντετάχθαι· λαβεῖν γὰρ αὐτὸν καὶ Ἴσθμια καὶ Πύθια καὶ Νέμεα. περὶ δὲ τῶν Ὀλυμπίων εὔχεται, ὅτε φησί (29)· Ζεῦ πάτερ, τῶν γε μὰν ἔραται. ὁ δὲ Πίνδαρος ὅτε βούλοιτο ἐπαινεῖν τὰς πατρίδας τῶν νενικηκότων, ἀθροίζειν εἴωθε τὰ πεπραγμένα ταῖς πόλεσι περιφανῆ, καθὼς ἐν τῇ ᾠδῇ, ἧς ἡ ἀρχή· Ἰσμηνὸν ἢ χρυσηλάκατον Μελίαν (fr. 29. 30).

b. ὁ δὲ λόγος· ὑμνεῖτε, ὦ Χάριτες, τὴν τοῦ Δαναοῦ πόλιν καὶ τὰς πεντήκοντα αὐτοῦ θυγατέρας.

c. ὁ δὲ νοῦς ὅλος· τὴν τοῦ Δαναοῦ πόλιν καὶ τῶν πεντήκοντα θυγατέρων αὐτοῦ, φημὶ δὲ τὸ Ἄργος, ἥτις πόλις Ἀργείων οἰκητήριον θειωδέστατόν ἐστι τῆς Ἥρας, ὑμνήσατε, ὦ Χάριτες. ἔστι δὲ παρὰ τὸ Ὁμηρικόν (Δ 51)· ἦτοι ἐμοὶ τρεῖς μὲν πολὺ φίλταταί εἰσι πόληες, Ἄργος τε Σπάρτη τε καὶ εὐρυάγυια Μυκήνη. καὶ Καλλίμαχος (fr. 108)· τὸν μὲν ἀρισκυδὴς εὖνις ἀνῆκε Διὸς Ἄργος ἔθειν, ἴδιόν περ ἐὸν λάχος· ἀλλὰ γενέθλῃ Ζηνὸς ὅπως σκοτίῃ τρηχὺς ἄεθλος ἔοι.

d. τὸ δὲ φλέγ ται ἀντὶ τοῦ λαμπρύνεται καὶ δοξάζεται· ἐκλάμπει χάριν τῶν ἀρετῶν ὧν ἔσχε.

μακρὰ μὲν τὰ Περσέως: ἀπὸ Περσέως ἄρχεται· Ἀργεῖος γὰρ οὗτος. μακρὰ οὖν, φησί, τὰ διηγήματα τὰ περὶ Περσέως, ἃ ἔπραξε κατὰ τὴν Γοργόνα. μακρὰ δὲ αὐτὰ εἶπεν, ἤτοι ὅτι παλαιά ἐστι τὰ λεγόμενα, οἷον ἀπὸ πολλοῦ χρόνου μήκους διῖκται εἰς ἡμᾶς, ἢ μακρὰ οἷον ὑψηλὰ καὶ ἔνδοξα· ἢ καὶ τρίτον μακρά ἐστι τὰ διηγήματα, ἐὰν ἄρξωμαι εἰπεῖν τὰ περὶ Περσέως. μακρὰ τοίνυν ἂν εἴη λέγειν καὶ διηγεῖσθαι τὰ Περσέως καὶ Μεδούσης τῆς Γοργόνος. καὶ ῥητορικῶς δὲ τοῦτο ποιεῖ· δοκῶν παραιτεῖσθαι τὸ λέγειν καθ᾿ ἕκαστατὰ τῶν Ἀργείων ἀνδραγαθήματα, λεληθότως καταριθμεῖται αὐτά. ἔστι δὲ ἡ ἱστορία αὕτη. Μέδουσα, μία δὲ τῶν Γοργόνων αὕτη, ἤρισέ ποτε περὶ κάλλους τῇ Ἀθηνᾷ, ἡ δὲ πρὸς τὴν πρόκλησιν ἀγανακτήσασα πείθει Περσέα εἰς τὸν Ὠκεανὸν διαβῆναι, παρασχοῦσα αὐτῷ καὶ τὴν Ἄϊδος κυνέην, εἴη δ᾿ ἂν ἡ ἀορασία, καὶ ἀποτεμεῖν τῆς Γοργόνος τὴν κεφαλήν, ὁ δὲ τῷ αὐτοῦ τάχει θαρρῶν καὶ τῇ τῆς Ἀθηνᾶς συμπραξίᾳ ἐπὶ τὸν ἆθλον στέλλεται, καὶ κατειληφὼς τὰς Γοργόνας καὶ ἰδὼν διαδούσας ἀλλήλαις τὸν ὀφθαλμόν, ἑνὶ γὰρ αἱ πᾶσαι ἐχρῶντο, ἁρμοζόμενον τὸ διδόμενον πρὸς τὸ ἐγχείρημα σκοπήσας ἀποτέμνει τῆς Μεδούσης τὴν κεφαλὴν καὶ δίδωσι τῇ Ἀθηνᾷ· ἡ δὲ δεξαμένη ἐνέθηκε τῷ ἑαυτῆς στήθει, ὅπως ἂν ἐν τῇ παραθέσει ἡ τοῦ κάλλους εἴη διάκρισις. ἐδυνήθη δὲ καὶ τῇ τῆς Γοργόνος κεφαλῇ τὴν Ἀνδρομέδαν τοῦ κήτους ἀπολύσασθαι· δείξας γὰρ τῷ κήτει τὴν Γοργόνα καὶ ἀπολιθώσας αὐτὸ ἀπέλυσε τῆς βορᾶς τὴν παρθένον. οἱ γὰρ ὁρῶντες τὴν κεφαλὴν τῆς Γοργόνος ἀπελιθοῦντο.

πολλὰ δ᾿ Αἰγύπτῳ κατῴκισθεν ἄστη: πολλὰ δ᾿ ἂν εἴη λέγειν, ὅπως ἐν τῇ Αἰγύπτῳ κατῳκίσθησαν πόλεις ὑπὸ τῶν τοῦ Ἐπάφου χειρῶν. Ἔπαφος δὲ Διὸς καὶ Ἰοῦς, Ἰὼ δὲ Ἰνάχου τοῦ ἐν Ἄργει ποταμοῦ καὶ νύμφης· οὗτος οὖν ὁ Ἔπαφος ἐβασίλευσεν Αἰγύπτου, Ἀργεῖος ὢν ἀπὸ μητρός.

a. οὐδ᾿ Ὑπερμήστρα παρεπλάγχθη: τί δ᾿ ἄν τις φήσειε περὶ τῆς Ὑπερμήστρας; ἥτις οὑκ ἐσφάλη φεισαμένη τοῦ αὑτῆς ξίφους καὶ μὴ ἀνελοῦσα τὸν Λυγκέα. παρεπλάγχθη δὲ, ἀντὶ τοῦ τοῦ δέοντος ἀπεπλανήθη λογισμοῦ.

b. ἄλλως. καὶ τοῦτο εἰς ἔπαινόν φησι. τῶν γὰρ ἄλλων Δαναΐδων κοινῇ γνώμῃ ἐπιθεμένων τοῖς Αἰγυπτιάδαις, μόνη ἡ Ὑπερμήστρα, ἐπεὶ διεφύλαξεν αὐτὴν ἁγνὴν παρθένον ὁ Λυγκεὺς, οὐκ ἐφαίνετο ἰσόψηφος ταῖς ἀδελφαῖς, ἀλλὰ μονόψηφος ἐγένετο, ψῆφον ἤνεγκε μόνη καθ᾿ ἑαυτὴν, ἀπολυτικήν τινα ταύτην, ἐν κολεῷ κατασχοῦσα τὸ ξίφος· τουτέστι μόνη παρὰ τὰς ἄλλας Δαναΐδας, ἰδίᾳ ψήφῳ χρησαμένη, οὐκ ἔσπασε κατὰ τοῦ Λυγκέως τὸ ξίφος.

a. Διομήδεα δ᾿ ἄμβροτον ξανθά ποτε γλαυκῶπις ἔθηκε θεόν: καὶ οὗτος Ἀργεῖος, ὃς δι᾿ ἀρετὴν ἀπηθανατίσθη· καὶ ἔστι περὶ τὸν Ἀδρίαν Διομήδεια νῆσος ἱερὰ, ἐν ᾗ τιμᾶται ὡς θεός. καὶ Ἴβυκος οὕτω (fr. 38)· . . . τὴν Ἑρμιόνην γήμας ὁ Διομήδης ἀπηθανατίσθη σὺν τοῖς Διοσκούροις· καὶ γὰρ συνδιαιτᾶται αὐτοῖς. καὶ Πολέμων ἱστορεῖ (FHG III 122)· ἐν μὲν γὰρ Ἀργυρίπποις ἅγιόν ἐστιν αὐτοῦ ἱερόν· καὶ ἐν Μεταποντίῳ δὲ διὰ πολλῆς αὐτὸν αἴρεσθαι τιμῆς ὡς θεὸν, καὶ ἐν Θουρίοις εἰκόνας αὐτοῦ καθιδρύσθαι ὡς θεοῦ.

b. ἄλλως. οὐχὶ δὲ καὶ τὸν Διομήδην ἡ Ἀθηνᾶ θεὸν ἐποίησε; κατὰ γὰρ τὸν Θηβαϊκὸν πόλεμον Μελάνιππος, ἦν δὲ οὗτος ἥρως Θηβαῖος, ἐτρωσε τὸν Τυδέα· ὁ δὲ πρὸς τὴν πληγὴν θυμήνας καθικέτευσε τὸν Ἀμφιάραον ἀνελεῖν τὸν Μελάνιππον καὶ προσαγαγεῖν αὐτοῦ τὴν κεφαλήν. προσαχθείσης δὲ αὐτῷ τῆς κεφαλῆς καὶ τῆς ὀργῆς νικησάσης τὸν δέοντα λογισμὸν, ἀπεγεύσατο τῶν Μελανιππείων κρεῶν, ὡς καὶ Εὐριπίδης ἐν τῷ Μελεάγρῳ φησίν (fr. 537)· εἰς ἀνδροβρώτους ἡδονὰς ἀφίξεται κάρηνα πυρσαῖς γένυσι Μελανίππου σπάσας. τετρωμένῳ οὖν τῷ Τυδεῖ ἡ Ἀθηνᾶ τὴν ἀθανασίαν παρήγαγε, καὶ οὐκ ἀπήλαυσε τῆς δωρεᾶς ἔτι διὰ τὴν τῶν ἀνθρωπείων κρεῶν βρῶσιν· εἶτα ὡς αὐτὸς οὐκ ἠδυνήθη τῆς ἀθανασίας τυχεῖν, ἠξίωσε τὴν θεὸν ἐπὶ τὸν Διομήδην τὸ δῶρον μεταθεῖναι. τιμᾶται γοῦν καὶ παρὰ Θουρίοις καὶ Μεταποντίοις ὡς θεὸς Διομήδης, καὶ οὐκ ἔστι παρὰ τοῖς ἱστορικοῖς εὑρέσθαι αὐτοῦ τὸν θάνατον.

γαῖα δ᾿ ἐν Θήβαις ὑπέδεκτο: καὶ ὁ Ἀμφιάραος Ἀργεῖος. Θηβαῖοι οὖν οὐκ ἔχουσιν ὡς θεὸν τὸν Ὀϊκλέους παῖδα Ἀμφιάραον, σχισθείσης ὑπὸ κεραυνοῦ τῆς γῆς καὶ δεξαμένης αὐτὸν; ὁ γὰρ Ζεὺς εἰς τιμὴν αὐτοῦ σχίσας τὴν γῆν τῷ κεραυνῷ καταδεχθῆναι ἐποίησεν αὐτὸν σὺν τῷ ἅρματι, καὶ ἐποίησεν αὐτὸν ἀθάνατον· ἀφ᾿ οὗ δὴ μέχρι νῦν τὸ τοῦ Ἀμφιαράου μαντεῖον ἐνδοξότατον τῶν ἐπὶ τῆς Ἑλλάδος. ἀμφίβολον δὲ πότερον τὸν Ἀμφιάραον ἐδέξατο ἡ γῆ πολέμου ὄντα νέφος, ἢ ὅτε τὸ τοῦ πολέμου νέφος τοῖς Ἀργείοις ἐπῆλθε τὸ ἀπὸ Θηβῶν, τότε ὁ Ζεὺς κηδόμενος τοῦ Ἀμφιαράου ἐκέλευσεν αὐτὸν ὑπὸ τῆς γῆς δεχθῆναι καὶ εἶναι ἀθάνατον.

καὶ γυναιξὶ καλλικόμοισι: προεξαριθμησάμενος τὰς τῶν Ἀργείων ἀρετάς φησι μὴ μόνον ἥρωσι διαπρέπειν αὐτοὺς, ἀλλὰ καὶ ἡρωΐσι γυναιξὶ διαπρέπειν πάλαι, ἀρχῆθεν. τίς ἀπόδειξις ὅτι καὶ γυναιξί; Ζεὺς ἐπ᾿ Ἀλκμήναν Δανάαν τε μολὼν τοῦτον κατέφηνε λόγον· ὅτι καὶ γυναιξὶν ἀριστεύει τὸ Ἄργος, οὐχ ἕτερος μάρτυς ἀλλ᾿ ὁ Ζεύς, ὃς καὶ πρὸς Ἀλκμήνην ἀφίκετο καὶ Δανάην Ἀργείας οὔσας.

a. πατρί τ᾿ Ἀδράστοιο Λυγκεῖ τε: οὐχὶ δὲ καὶ τῷ τοῦ Ἀδράστου πατρὶ Ταλαῷ καὶ τῷ Λυγκεῖ ἄριστον λογισμὸν παρέσχε καὶ μετὰ δικαιοσύνης συνήρμοσε; καρπὸς δὲ φρενῶν ὁ λογισμός. τίς δὲ συνήρμοσεν; ὁ Ζεύς.

b. ὁ δὲ νοῦς· καὶ ἐπὶ Ταλαῷ οὖν καὶ Λυγκεῖ τὸν τῶν φρενῶν καρπὸν εὐθὺν ἐποίησεν, ὅ ἐστι δίκαιον αὐτῶν τὸν νοῦν ἐποίησεν ὁ Ζεύς. ἀπὸ Λυγκέως δὲ οἱ περὶ Περσέα.

a. ὁ δ᾿ ὄλβῳ φέρτατος ἵκετ᾿ ἐς κείνου γενεάν: κοινωσόμενος τῷ Ἀμφιτρύωνι τὴν γενεὰν ὁ Ζεὺς [ἵκετ᾿ εἰς ἐκείνου γενεάν]. πῶς δὲ παρεγένετο συγγενέσθαι; ὁ μὲν γὰρ Ζεὺς τῇ προτέρᾳ ἡμέρᾳ ἐγέννησε τὸν Ἡρακλέα, ὁ δὲ Ἀμφιτρύων τῇ ἑξῆς τὸν Ἰφικλέα, καὶ ἐμίχθη τὰ γένη ἀμφοτέρων.

[*]()b. οὐχὶ δὲ ὁ Ζεὺς παρεγένετο εἰς τὴν ἐκείνου σποράν; ὅτε γὰρ τοῖς ὅπλοις ἀναιροῦντος αὐτοῦ τοὺς Τηλεβόας, τηνικαῦτα τὴν ὄψιν ἀφομοιωθεὶς ὁ Ζεὺς τῷ Ἀμφιτρύωνι |[*]() καὶ οὕτως εἰς τὸν οἶκον ἐλθὼν τῆς Ἀλκμήνης ἐπλησίασεν αὐτῇ καὶ τὸν Ἡρακλέα ἔσπειρεν. ἆθλον γὰρ ἡ Ἀλκμήνη τὸν ἑαυτῆς γάμον προὔθηκε τῷ τοὺς Τηλεβόας καταπολεμήσοντι· ἔπραττε τοῦτο Ἀμφιτρύων, καὶ ἐκείνου περὶ τὸν πόλεμον ἀσχολουμένου ὁ Ζεὺς ἀφομοιωθεὶς συνῆλθεν αὐτῇ.

c. ἀδείμαντον δὲ ἔφη τὸ σπέρμα, ὃ ἔμ λλεν εἰς τὴν τοῦ Ἡρακλέους γένεσιν καταβαλεῖν ὁ Ζεύς, ὅ ἐστιν ἄφοβον· ὁ γὰρ ἐξ αὐτοῦ γεννηθεὶς ἦν ἄφοβος Ἡρακλῆς.

οὗ κατ᾿ Ὄλυμπον ἄλοχος: οὗτινος Ἡρακλέους ἡ γαμετὴ κατὰ τὸν Ὄλυμπον Ἥβη παρὰ τῇ τελείᾳ ἑαυτῆς μητρὶ προϊοῦσα πορεύεται τῶν θεῶν ἐκπρεπεστάτη. λέγει δὲ μητέρα τελείαν τὴν Ἥραν. καὶ Αἰσχύλος (fr. 383)· Ἥρα τελεία, Ζηνὸς εὐναία δάμαρ. ἔστι γὰρ αὐτὴ γαμηλία καὶ ζυγία. ἔστι δὲ ὁ γάμος τέλος διὰ τὸ τελειότητα βίου κατασκευάζειν.

βραχύ μοι στόμα πάντ᾿ ἀναγήσασθαι: ἥττηταί μοι, φησί, τῶν Ἀργείων ἀνδραγαθημάτων ὁ λόγος, καὶ ἀδυνάτως ἔχει πάντα διηγήσασθαι τὰ τοῦ Ἄργους καλά. διατί δὲ εἰς ταῦτα παρεκβέβηκεν; ὅτι ὁ ἀγὼν, ὃν ἐνίκα ὁ Θειαῖος, τὰ Ἑκατόμβαια, οὐκ ἦν ἐπίσημος οὐδ᾿ ἐκτροπὰς ἔχων. ἵν᾿ οὖν ἔχῃ μῆκος περιποιῆσαι τῇ ᾠδῇ, ἐπὶ τὴν κοινότητα τῶν ἐπαίνων τῆς πατρίδος αὐτοῦ κατήντησεν.

a. ἔστι δὲ καὶ κόρος ἀνθρώπων βαρὺς |[*]() ἀντιάσαι: ἔστι μὲν γὰρ ὁ τῶν ἀνθρώπων φθόνος βαρὺς πρὸς ἐναντίωσιν· οὐχ ἡδέως γὰρ ἀκούουσιν ἀλλοτρίων θαυμάτων οἱ ἄνθρωποι, ἀλλ᾿ εὐθὺς κόρον ἴσχουσι τῶν ἐπαίνων διὰ βασκανίαν.

b. ἄλλως. ὁ κόρος βαρύς ἐστιν ὁ ἀπὸ τῶν ἀνθρώπων |[*]() ἀντιάσαι καὶ συναντῆσαι, τουτέστιν ἀντίος γενηθεὶς ὁ κόρος τῶν ἀνθρώπων βαρύς ἐστι καὶ δυσβάστακτος· διὸ τὸν ὕμνον τῶν Ἀργείων καταλείψας τὸν κόρον φεύξομαι, ὅ ἐστι τὸν φθόνον.

ἀλλ᾿ ὅμως εὔχορδον ἔγειρε λύραν: πρὸς ἑαυτόν φησι ταῦτα ὁ Πίνδαρος· ὅμως μέντοι τὴν εὐάρμοστον λύραν λάμβανε καὶ τὴν φροντίδα τῶν παλαισμάτων δέξαι, τουτέστιν ἐπαίνει τὸν παλαιστήν. χάλκεον δέ φησι τὸν ἀγῶνα, ἤτοι ὅτι ἰσχυρός ἐστιν, ἢ ὅτι χαλκοῦν ὅπλον τὸ ἔπαθλον. ὁ τοίνυν ἀγὼν ὁ στερρότατος τὸν δῆμον παρορμᾷ εἰς τὴν τῆς θεοῦ θυσίαν, εἴς τε τὴν τῶν ἄθλων κρίσιν τὸν δῆμον ὁ τοῦ Οὐλίου παῖς Θειαῖος παρορμᾷ. τὸ παρορμᾷ δὲ ἀπὸ κοινοῦ. δὶς δὲ αὐτόν φησι νενικηκέναι τὰ Ἑκατόμβαια καὶ ἐσχηκέναι εὐφόρων λήθην πόνων. ἐπιλανθάνονται γὰρ οἱ ἄνθρωποι τῶν κατὰ τὴν ἄθλησιν πόνων, ὅταν νικήσωσι. γράφεται δὲ καὶ εὐφρόνων· εὐφόρων μὲν, ἐπεὶ εὔφοροί εἰσιν οἱ τοιοῦτοι πόνοι τῷ ἄριστα ἆθλα ἐνηνοχέναι· εὐφρόνων δὲ, τῶν εὐφραντικῶν.

a. ἐκράτησε δὲ καί ποθ᾿ Ἕλλανα στρατόν: κοινῶς τὸ πλῆθος στρατὸν εἶπεν, ὡς καὶ Πύθια νενικηκότος αὐτοῦ καὶ Ἴσθμια καὶ Νέμεα.

b. ἢ οὕτω· παραγέγονε δὲ καὶ ἐκράτησε πάντων τῶν ἀνταγωνιστῶν ἐν τοῖς Πυθίοις.

c. ὁ δὲ νοῦς· σὺν εὐτυχίᾳ δὲ παραγενόμενος ἐκράτησε πάλιν καὶ τοὺς ἐν Ἰσθμῷ καὶ Νεμέᾳ στεφάνους.

a. Μοίσαισί τ᾿ ἔδωκ᾿ ἀρόσαι: τουτέστι ταῖς Μούσαις ἔδωκεν ἀρόσαι καὶ σπεῖραι τοὺς στεφάνους διὰ τὸν ὕμνον· ἢ ὡς ἑτέρων ποιησάντων καὶ ὑμνησάντων αὐτὸν ἐπὶ ταῖς νίκαις ἐκείναις τοῦτό φησιν.

b. ὁ δὲ νοῦς· καὶ παρέσχε πρόφασιν ταῖς Μούσαις· τρίτον μὲν γὰρ κληρωθεὶς ἐνίκησε τὰ Ἴσθμια· πόντου γὰρ πύλας εἶπε τὸν Ἰσθμὸν διὰ τὸ στενόν· τρὶς δὲ τὰ Νέμεα κατὰ τὴν Ἀδράστου διοίκησιν καὶ νομοθέτησιν τελούμενα. οἱ γὰρ ἑπτὰ ἐπὶ Θήβας ἀνενεώσαντο τὰ Νέμεα, ὧν εἷς Ἄδραστος. ἐπεὶ οὖν καὶ αὐτὸς τῶν ἐν Ἄργει ἐπιφανῶν, διὰ τοῦτο Ἀδραστείῳ νόμῳ φησὶ, χαριζόμενος καὶ διὰ τούτου πλέον τι τοῖς Ἀργείοις. σεμνοῖς δὲ δαπέδοις, τοῖς Νεμείοις φησὶν ὁ Δίδυμος· πλησίον γάρ ἐστι Σικυῶνος. Ὅμηρος (Β 572)· ὅθ᾿ Ἄδρηστος πρῶτ᾿ ἐμβασίλευσεν. ἐτίθετο δὲ πάλαι ἐν τῇ Σικυῶνι τὰ Νέμεα· οὐ γὰρ ἂν σημαίνοι τὰ Πύθια τὰ ἐν Σικυῶνι ἀγόμενα· οὐ γάρ ἐστιν ἐκεῖνος περιοδικὸς ὁ στέφανος, ἀλλ᾿ ὁ τῶν Νεμέων· βούλεται δὲ νῦν τοὺς περιοδικοὺς εἰπεῖν. τολοιπὸν γὰρ ἐπιφέρει τὸν Ὀλυμπιόνικον, εὐχόμενος τελειωθῆναι ὑπ᾿ αὐτοῦ τὴν περίοδον.

a. Ζεῦ πάτερ, τῶν μὲν ἔραται: διὰ τούτων φανερὸν, ὅτι περὶ τῶν Ὀλυμπίων λέγει, φάμενος αὐτὸν ἐπιθυμεῖν καὶ τοῦτον τὸν στέφανον λαβεῖν, ἵν᾿ ἐκπληρώσῃ τὴν περίοδον, σιγᾶν δὲ καὶ ἐπιτρέπειν τῷ θεῷ. διὰ δὲ τοῦ παραιτεῖται χάριν ὑπακουστέον, ὅτι παρὰ σοῦ αἰτεῖται τὴν χάριν, ἀλλὰ καὶ τολμῶν καὶ μοχθῶν τι πράσσειν τῶν πρὸς τὸ ἔργον συντεινόντων.

b. ὁ δὲ νοῦς· ὧν γε μὴν ἐπιθυμεῖ τυχεῖν, ἐν τῇ διανοίᾳ κρύπτει σιωπῶν διὰ τὸ νεμεσητόν. βούλεται δὲ λέγειν τὰ Ὀλύμπια· διὸ καὶ τῷ Διῒ εὔχεται. ἐὰν οὖν, φησί, σὺ θέλῃς, καὶ τὰ Ὀλύμπια ἕξει· παντὸς γὰρ πράγματος τέλος ἐν σοί ἐστιν, ὧ Ζεῦ.

οὐδ᾿ ἀμόχθῳ καρδίᾳ: οὐ χωρὶς μόχθων αἰτεῖται τὰ Ὀλύμπια, ἵνα ἀμόχθως αὐτὰ λάβῃ, ἀλλὰ μοχθήσας καὶ πονήσας καὶ παλαίων παραιτεῖται τὴν χάριν. οὐ συνήθως δὲ τὸ παραιτεῖται ἀντὶ τοῦ αἰτεῖται· ὅ ἐστιν ἐπικέκληται. ἐπιφέρει γάρ· παρὰ σοῦ αἰτεῖται τὴν χάριν ταύτην καὶ τὴν δωρεὰν, ὦ Ζεῦ, τὰ Ὀλύμπια νικῆσαι.

a. γνώτ᾿ ἀείδω θεῷ τε: εὔγνωστα δὲ λέγω αὐτῷ τῷ θεῷ καὶ τῷ Θειαίῳ, ὅστις Θειαῖος ἁμιλλᾶται καὶ σπουδάζει περὶ τῆς κορυφῆς τῶν ἐσχάτων ἄθλων. ἐσχάτων δὲ, τῶν τὸ τέλειον ἐχόντων τῆς δόξης.

b. ἢ οὕτω· φανερὰ δὲ λέγω τῷ τε Δϊὶ καὶ τῷ βουλομένῳ παντὶ ἁμιλλᾶσθαι καὶ σπουδάζειν περὶ τῆς κορυφῆς τῶν τελευταίων ἄθλων. ἄθλων δὲ κορυφὴ καὶ τέλος τὰ Ὀλύμπια. εἰκότως δέ, φησίν, ἐπιθυμεῖ τῶν Ὀλυμπίων· τὸν γὰρ ἐνδοξότατον καὶ ὑπερέχοντα θεσμὸν ἔσχεν ἀπὸ τοῦ Ἡρακλέους τὰ Ὀλύμπια.

c. ἢ οὕτως· ἐπεὶ προεῖπεν αἰνιγματωδῶς, ὅτι οὐ δύναμαι εἰπεῖν τίνων ἐρᾷ, ἦν δὲ τῶν Ὀλυμπίων, ἐπεῖπε· ταῦτα γνωστὰ λέγω καὶ σοὶ, ὦ Ζεῦ, καὶ σοὶ τῷ ἐπιθυμοῦντι ἁμιλλήσασθαι περὶ τούτων τῶν ἄθλων, οἵ εἰσι κορυφαὶ ἔσχαται τῶν ἄθλων. διὰ δὲ τοῦ ἐσχάτου σημαίνει τὸ πρῶτον τῶν ἄθλων· καὶ γὰρ τὸ πρῶτον ἔσχατόν ποτε δύναται γενέσθαι, καὶ τὸ ἔσχατον πρῶτον. κέχρηται καὶ Σοφοκλῆς τῷ ἐσχάτῳ ἀντὶ τοῦ πρώτου (fr. 821)· ἤδη γὰρ ἕδρᾳ Ζεύς, φησίν, ἐν ἐσχάτῃ θεῶν, ἀντὶ τοῦ ἐν τῇ πρώτῃ.

ἁδεῖαί γε μὲν ἀμβολάδαν: ὡς δὶς αὐτοῦ νενικηκότος τὰ Παναθήναια ταῦτά φησιν· ὀμφαὶ οὖν ἡδεῖαι τῶν Ἀθηναίων ἐκώμασαν αὐτὸν ἀμβολάδαν, τουτέστιν ἀνατεταμένως τῇ φωνῇ καὶ λαμπρῶς· ἢ ἀμβολάδαν ἀνακρουόμεναι, καθὸ προαναβολὰς λέγουσι τὰ πρὸ τοῦ προοιμίου. δὶς οὖν ὑμνήθη καὶ ἐκωμάσθη, φησίν, ᾀδόντων καὶ ὑμνούντων αὐτοῦ τὴν νίκην τῶν Ἀθηναίων ἐν ταῖς τελεταῖς. ἔστι δὲ καὶ οὕτω προενέγκασθαι ἁδείᾳ ἐν τελετᾷ· ἐν ἡδείᾳ τελετῇ ἐκώμασαν αὐτὸν αἱ τῶν Ἀθηναίων ὀμφαὶ δίς. τινὲς δὲ τὸ ἀμβολάδην οὕτως ἀκούουσιν, ὅτι δὶς μὲν ἐνίκησε τὰ Παναθήναια, οὐκ ἐφεξῆς δὲ, ἀλλ᾿ ἀναβολάδην, τουτέστιν ἀναβολῆς τινος γενομένης μεταξύ.

a. γαίᾳ δὲ καυθείσᾳ πυρὶ καρπὸς ἐλαίας ἔμολε: γαῖαν [δὲ] κεκαυμένην εἶπε τὴν ὑδρίαν ἐν ᾗ τὸ ἔλαιον· ὀπτᾶται γὰρ ὁ κέραμος. διὰ δὲ τούτου σημαίνει τοὺς τὰ Παναθήναια νενικηκότας· τίθενται γὰρ Ἀθήνησιν ἐπάθλου τάξιν ἐλαίου πλήρεις ὑδρίαι. διὸ καὶ Καλλίμαχος (fr. 122)· καὶ παρ᾿ Ἀθηναίοις γὰρ ἐπὶ τέγος ἱερὸν ἧνται κάλπιδες, οὐ κόσμου σύμβολον, ἀλλὰ πάλης. γῇ οὖν διὰ πυρὸς καυθείσῃ ὁ καρπὸς τῆς ἐλαίας ἔμολε, τὸ ἔλαιον.

b. Ἥρας δὲ εὐάνορα λαὸν τὸ Ἄργος· ὁ γὰρ Θειαῖος Ἀργεῖος. οὐκ ἔστι δὲ ἐξαγωγὴ ἐλαίου ἐξ Ἀθηνῶν, εἰ μὴ τοῖς νικῶσι. φησὶν οὖν τὴν ὑδρίαν πλήρη ἐλαίου κεκομικέναι ἐξ Ἀθηνῶν εἰς Ἄργος τὸν Θειαῖον νικήσαντα. τοῖς γὰρ ἀθληταῖς τοῖς τὰ Παναθήναια νενικηκόσι δίδοται ὑδρία ἐλαίου πλήρης.