Scholia in Pindarum Nemean Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 3. Drachmann, A.B., editor. Leipzig: Teubner, 1927.

[*]()γαίᾳ πεφυρήσεσθαι κόμαν: διὰ τοὺς ἀγῶνας τοὺς πρὸς τοὺς Γίγαντας. σκληρότερον δὲ ἐξενήνεκται· μᾶλλον γὰρ ἐπὶ νεκροῦ ἑλκομένου τάσσεται τὸ τοιοῦτο. Ὅμηρος (Χ 405)· ὣς τοῦ μὲν κεκόνιστο κάρη ἅπαν.

[*]()ἔννεπεν αὐτὸν μὲν ἐν εἰρήνᾳ: ὁ νοῦς· καὶ τοῦτο δὲ προεῖπεν αὐτῷ ὁ μάντις, ὅτι καὶ τοῦ λοιποῦ αὐτὸς, ὁ Ἡρακλῆς, ἐν εἰρήνῃ καὶ ἡσυχίᾳ διάξει, ταύτην ἀμοιβὴν τῶν ἑαυτοῦ πόνων λαβών, καὶ ὅτι λήψεται μὲν γυναῖκα τὴν θαυμασίαν Ἥβην παρ᾿ αὐτῷ τῷ Διῒ τελουμένης τῆς εὐωχίας τοῦ γάμου, οὗτινος Διὸς καὶ θαυμάσει τὴν σύνοδον, εἷς δὲ ἐκ τῶν θεῶν γενόμενος σύννομος ἔσται τοῖς οὐρανίοις θεοῖς.

ποινάν: τὴν ποινὴν ὁ Πίνδαρος ἰδίως ἐπὶ ἀγαθοῦ [*]() τάσσει, ὅταν ἀμοιβὴ γένηται ἀντὶ κακοπαθείας εἰς ἀγαθόν. καὶ Ὅμηρος (Ι 632)· καὶ μέν τίς γε κασιγνήτοιο φίλοιο ποινὴν ἢ οὗ παιδὸς δέξατο τεθνειῶτος.

[*]()καὶ γάμον δαίσαντα: εὐωχήσαντα τοὺς θεοὺς τὸν Ἠρακλέα.

[*]()a. σεμνὸν αἰνήσειν: εὐαρεστήσειν τῷ παρὰ θεοῖς νόμῳ.

b. ἢ οὕτως· τὴν διανέμεσιν τὴν παρὰ θεοῖς ἐπαινέσειν.