Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()ἐπειδὴ καὶ τὸ ἄδυτον αὐτοῦ μαντικόν.

[*]()τῷ καὶ Λακεδαίμονι ἐν Ἄργει τε: ᾧ, τῷ χρησμῷ, καὶ τοὺς Ἡρακλείδας καὶ τοὺς Αἰγιμιοῦ παῖδας κατῴκισεν ἐν Λακεδαίμονι καὶ Ἄργει καὶ ἐν Πύλῳ. ἀπὸ δὲ τῆς Πύλου τὴν Μεσσήνην . . . . . . . διδόασι. τριμερὴς δὲ ἡ τῶν Ἡρακλειδῶν διαίρεσις. οἱ μὲν γὰρ Ἀριστοδήμου παῖδες Προκλῆς καὶ Εὐρυσθένης ἔσχον τὴν Λακωνικὴν, ὁ δὲ Τήμενος τὸ Ἄργος, ὁ δὲ Κρεσφόντης τὴν Μεσσήνην· χρησμῷ δὲ κατῆλθον προστάξαντος τοῦ Ἀπόλλωνος, δῆλον δὲ ὅτι καὶ οἱ Αἰγιμιοῦ παῖδες Δύμας καὶ Πάμφυλος συγκατῆλθον τοῖς Ἡρακλείδαις. συνῴκησαν δὲ οἱ Θηβαῖοι τοῖς Λακεδαιμονίοις.

[*]()καὶ ζαθέᾳ Πύλῳ: ἀπὸ τῆς Πύλου τὴν Μεσσήνην σημαίνει. οἱ γὰρ νεώτεροι τὴν Πύλον, ἧς Νέστωρ ἡγεῖτο, οὐ περὶ τὴν Τριφυλίαν τῆς Ἀρκαδίας, ἀλλὰ περὶ τὴν Μεσσήνην διδόασιν.[*]()

[*]()a. τὸ δ᾿ ἐμὸν γαρύετ᾿ ἀπὸ Σπάρτας: ὁ λόγος ἀπὸ τοῦ χοροῦ τῶν Λιβύων ἢ ἀπὸ τοῦ ποιητοῦ.

b. ὁ δὲ νοῦς· τὸ δὲ ἡμῶν κλέος καυχᾶται εἶναι ἀπὸ Σπάρτης, ὅπου γεγεννημένοι οἱ πρόγονοι ἡμῶν οἱ Αἰγεῖδαι εἰς τὴν Θήραν ἀφίκοντο. ἐκ Λακεδαίμονος γὰρ εἰς τὴν Θήραν ἡ ἀποικία ἐγένετο, ἐκ δὲ Θήρας εἰς Κυρήνην. Αἰγείδας δὲ κέκληκε τοὺς Λακεδαιμονίους διὰ τὸ κατοικισθῆναι τοὺς παρὰ Θηβαίοις καλουμένους Αἰγείδας ἐν Λακεδαίμονι.[*]()

[*]()a. ὅθεν γεγενναμένοι: ἐπεὶ ἐκ Λακωνικῆς ἐλθόντες οἱ περὶ Θήραν Καλλίστην ὤκησαν. |[*]() Καλλίμαχος (in Apoll. 74)· ἐκ μέν σε Σπάρτης ἕκτον γένος.

[*]()b. ἄλλως· συνῴκησαν γὰρ οἱ Θηβαῖοι τοῖς Λακεδαιμονίοις. χρόνῳ δὲ οἱ Λακεδαιμόνιοι συνεξῆλθον τοῖς εἰς Θήραν ἀπῳκηκόσι, φημὶ δὲ τοῖς ἀπὸ τῶν Λημνιάδων καὶ τῶν Ἀργοναυτῶν· ἀπὸ δὲ Θήρας γεγένηται ἀποικία εἰς Κυρήνην. ἔστιν οὖν τὸ πᾶν ἐσπουδασμένον τῷ Πινδάρῳ ὥστε δεῖξαι αὐτὸν συγγενῆ Λακεδαιμονίων καὶ Κυρηναίων, οὕτω δὲ καὶ τοῦ νικηφόρου.[*]()

[*]()a. Αἰγεῖδαι ἐμοὶ πατέρες: θέλει δεῖξαι τὸν Ἀρκεσίλαον τὸ γένος κατάγοντα ἀπὸ τῶν Ἡρακλειδῶν.[*]()

b. Αἰγεῖδαι ἐμοὶ πατέρες: διτταὶ γίνονται αἱ τῶν Θήβηθεν Αἰγειδῶν εἰς Σπάρτην ἀφίξεις, προτέρα μὲν ἡ σὺν τοῖς Δωριεῦσι καὶ Ἀριστοδήμῳ, ἧς μέμνηται Ἔφορος ἐν τῇ πρώτῃ (FHG I p. 235) λέγων· Ὕλλον καὶ τοὺς ἄλλους τοὺς ἀποτυχόντας τῆς ἐπὶ τὴν Σπάρτην στρατείας ἐπερωτᾶν τὸν θεὸν, τίνας τῶν Ἑλλήνων ποιήσονται πρὸς τὴν κάθοδον συμμάχους· τὸν δὲ ἀνελεῖν, τοὺς ὑπὸ Ἡρακλέους εὐεργετηθέντας, πρώτους δὲ τούτους κελεῦσαι Αἰγείδας παρακαλεῖν. ὑπολαμβάνοντας δὲ ταῦτα εὐλόγως προστεταχέναι τὸν θεὸν ἐλθεῖν εἰς τὰς Ἀθήνας πρῶτον, εἰδότας Θησέα τὸν Αἰγέως [μέγιστα πάντων ὑφ᾿ Ἡρακλέους εὐεργετημένον, εὖ δὲ ἔχειν τὴν μαντείαν νομίζοντας,] καὶ [πρώτους τοὺς] Θησέως [τοῦ Αἰγέως] ἀπογόνους ἐκάλουν, τοῦ τῆς καθόδου μὴ διαμαρτεῖν. ἔπειτά φασι τὸν Ἀριστόδημον διὰ τῆς Βοιωτίας πορευόμενον καταλαβεῖν θύοντάς τινας τῶν Θηβαίων παρὰ τὴν ὁδὸν, καὶ τοῦ κήρυκος ἀκούσαντα τοῖς Αἰγείδαις εὐχομένου τὰ ἀγαθὰ λαβεῖν περὶ τῆς μαντείας ἔννοιαν, καὶ νομίσαντα δεῖν, ἐπειδὴ τοὺς Ἀθήνηθεν Αἰγείδας πρώτους παρακαλοῦντες διημάρτανον, τοὺς ἐκ τῶν Θηβῶν συμμάχους μετελθεῖν πρότερον. κατὰ τύχην δὲ ταύτῃ τῇ στρατείᾳ τῶν Ἡρακλειδῶν τὴν Πελοπόννησον κατασχόντων ἡγοῦντο τὸ μαντεῖον εἰρῆσθαι περὶ τῶν ἐν Θήβαις Αἰγειδῶν. ἑτέρα δὲ ἡ σὺν Τιμομάχῳ, ἐν ᾧ πρὸς Ἀμυκλαεῖς Λακεδαιμονίοις καθειστήκει πόλεμος. τινὲς δὲ Αἰγέα, ἀφ᾿ οὗ ἡ τῶν Αἰγειδῶν ἐν Θήβαις φατρία τοὔνομα ἔλαβε, Σπαρτὸν εἶναι τῶν ἀπὸ Κάδμου.[*]()

[*]()a. ἔνθεν, διαδεξάμενοι ἀπὸ τῆς Θήρας τὰ πάτρια ἔθη τῆς πανηγύρεως· ἢ ὅθεν τὸ γένος κατάγοντες ἡμεῖς οἱ Θηβαῖοι ἐπαινοῦμεν τὴν Κυρήνην, ὦ Ἄπολλον.

[*]()b. τούς τε γὰρ Αἰγείδας κατὰ χρησμὸν ἀπὸ Θηβῶν λαβόντες ἀπὸ ἑορτῆς Καρνείου Ἀπόλλωνος δειπνοῦντας ἐπήγαγον.

[*]()a. χαλκοχάρμαι ξένοι: οἱ Ἀντήνορος παῖδες ζωγρηθέντες τρεῖς ὄντες ἦλθον εἰς Λιβύην καὶ ᾤκησαν· εἰσὶ δὲ Γλαῦκος, Ἀκάμας, Ἱππόλοχος.

[*]()b. ἄλλως· ἥντινα Λιβύην οἰκοῦσι καὶ κατέχουσιν οἱ πολεμικώτατοι ξένοι οἱ τοῦ Ἀντήνορος παῖδες. σὺν γὰρ τῇ Ἑλένῃ καὶ τῷ Μενελάῳ παρεγένοντο, ἐπειδὴ τὴν πατρίδα πορθηθεῖσαν ἐθεάσαντο κατὰ τὸν πόλεμον.

[*]()Τρῶες Ἀντανορίδαι: περὶ τῆς εἰς Κυρήνην ἀφίξεως τῶν Ἀντηνοριδῶν Λυσίμαχος (FHG III p. 337) ἐν πρώτῳ τῶν νόστων ἱστορεῖ, παρ᾿ Ἄμνακι βασιλεῖ Λιβύων αὐτοὺς ᾠκηκέναι μὴ βουλομένους συνοικεῖν τοῖς τὸ Ἴλιον πεπορθηκόσι, καὶ ὅτι ἔκτισαν μεθ᾿ ἱκανὸν χρόνον τὸν μεταξὺ Κυρήνης καὶ τῆς θαλάσσης κείμενον λόφον Ἀντηνοριδῶν ἐπικεκλημένον. τινὲς δὲ οὕτω τὴν ἱστρίαν ἐκτίθενται· οἱ Ἀντηνορίδαι φιλοφρονητικώτερον διέκειντο πρὸς τοὺς Ἕλληνας· φησὶ γάρ που καὶ αὐτὸς ὁ Ἀντήνωρ (Γ 205)· ἤδη γὰρ καὶ δεῦρό ποτ᾿ ἤλυθεν· καὶ ὑποβαίνων· τοὺς δ᾿ ἐγὼ ἐξείνισσα καὶ ἐν μεγάροισι φίλησα. καὶ οἱ Ἕλληνες δὲ κατὰ τὴν πόρθησιν παρδαλέαν τῷ Ἀντήνορος οἴκῳ παρῃώρησαν σημεῖον ποιούμενοι τοῖς οἰκείοις στρατιώταις τοῦ μηδένα ὡς πολέμιον οἶκον πορθῆσαι. διαφυγόντες δὲ τὸν πόλεμον συναπῆραν μὲν τῷ Μενελάῳ, κατὰ δὲ τὴν πλάνην τοῦ Μενελάου εἰς Λιβύην ἐλθόντες οἱ Ἀντηνορίδαι, καταπονηθέντες τῷ χειμῶνι καὶ τῇ πολυχρονίῳ πλάνῃ ᾤκησαν αὐτόθι.

[*]()a. τὸ δ᾿ ἐλάσιππον ἔθνος: ἀντὶ τοῦ οἱ Κυρηναῖοι. οἱ Κυρηναῖοι ἐρχόμενοι πρὸς αὐτοὺς μετὰ τοῦ φέρειν δῶρα καθαγίζουσιν ἐπιμελῶς καὶ προσδέχονται καὶ θεραπεύουσιν· οὓς διεπεραίωσε τὴν τῆς ἁλὸς κέλευθον ἀνοίγων, τουτέστι σχίζων διὰ τὸν πλοῦν, ἢ ἀντὶ τοῦ συνήθη ποιῶν. τὸ μὲν γὰρ πρῶτον οὐκ ἐπλεῖτο, ὡς ἂν τῆς Κυρηναϊκῆς ἐρήμου οὔσης· ὅτε δὲ ᾤκισεν αὐτὴν, πλοΐμη ἐγένετο διὰ τὰς ἐπιμιξίας.

[*]()b. ἄλλως· τὸ δὲ ἱππικώτατον ἔθνος τῶν Κυρηναίων μετ᾿ ἐπιμελείας τοὺς Ἀντήνορος παῖδας τεθνηκότας δεξιοῦνται θυσίαις, παραγίνονται δὲ μετὰ δώρων καὶ ἐναγισμάτων.

[*]()c. ἄλλως· οἱ Κυρηναῖοι ἐτίμων, φησὶ, τοὺς Ἀντηνορίδας οἵδε, οὓς ὁ Βάττος ἤγαγεν εἰς τὴν Λιβύην τῆς πλατείας θαλάττης τὴν ὁδὸν ἀνοίγων.

[*]()τοὺς Ἀριστοτέλης: ὅτι Ἀριστοτέλης ἦν ὁ κτίσας τὴν Κυρήνην, ὁ κληθεὶς Βάττος, ὁ καὶ τὴν λεγομένην Σκυρωτὴν πλατεῖαν αὐτοῖς κατασκευάσας.

[*]()κέλευθον ἀνοίγων: ἀντὶ τοῦ πλοΐμην λοιπὸν ποιῶν τὴν ἐπὶ τὴν Λιβύην θάλασσαν τῷ τὴν Κυρήνην κτίζειν· τότε γὰρ διὰ τὸ ἔρημον τῆς χώρας οὐκ ἐπλεῖτο ἐκείνη ἡ θάλασσα.

[*]()ἄλσεα μείζονα: ἀντὶ τοῦ μεγάλα ἁπλῶς, οὐ πρὸς ἄλλα συγκρίνων. ἄλση δὲ τὰ τῶν θεῶν τεμένη.

[*]()a. εὐθύτομόν τε: κάθοδον ἐποίησεν εὐθυτενῆ καὶ λείαν· τῶν γὰρ χωρίων τραχυτάτων ὄντων λείαν ἀπειργάσατο τὴν ὁδόν.[*]()

b. σκυρωτὴν δὲ λιθόστρωτον· σκῦρον γὰρ λέγουσι τὴν λατύπην τὴν ἀπὸ τῆς κατεργασίας τῶν λίθων ἀποπίπτουσαν.[*]()

[*]()Ἀπολλωνίαις: ταῖς τοῦ Ἀπόλλωνος ἀλεξιμβρότοις θαλίαις, ἀπὸ κοινοῦ βαδιστὴν ἐποίησεν. ἀλεξιμβρότοις δὲ, ταῖς ἀπαλεξούσαις τὰ τῶν ἀνθρώπων φαῦλα· τοὺς γὰρ θεοὺς θεραπεύομεν πρὸς ἀπαλέξησιν τῶν φαύλων.[*]()

[*]()ἱππόκροτον: καὶ ἵπποις πεδιάδα βαδιστὴν καὶ ταῖς τοῦ Ἀπόλλωνος εἶναι θαλίαις βαδιστὴν ἀπὸ κοινοῦ.

[*]()a. σκυρωτὰν ὁδόν: οὕτω καλεῖται πλατεῖα Σκυρωτὴ ἐπὶ τῆς Κυρήνης, λέγεται δὲ καὶ τὸ ἱερὸν τῶν Διοσκούρων ἐν ἐκείνῃ τῇ πλατείᾳ εἶναι.

[*]()b. λέγεται δὲ σκυρωτὴ, ἀντὶ τοῦ λιθόστρωτος.[*]()

[*]()c. ἄλλως· σκυρωτάν: τὴν Σκυρωτὴν οὖν, φησὶν, ὁδὸν κατεσκεύασεν ὁ Βάττος, δι᾿ ἧς αἱ τῷ Ἀπόλλωνι γινόμεναι πομπαὶ κομίζονται εἰς τὸ ἱερόν.

d. πεδιάδα δὲ κέκληκε τὴν ὁδὸν ὡς ἐπίπεδον καὶ λείαν.[*]()

e. τὰς δὲ πομπὰς ἀλεξιμβρότους, ἤτοι παρὰ τὸ ἀλέγειν ὅ ἐστι φροντίζειν, ὧν φροντίζουσιν ὡς συντελεσθῶσιν· ἢ ἐπεὶ εἰς ἀλέξησιν τῶν κακῶν ὑπὲρ τῶν βροτῶν γίνονται. πομπαῖς γὰρ καὶ θυσίαις ἱλάσκονται τὸ δαιμόνιον.[*]()

[*]()f. ἔνθα πρυμνοῖς ἀγορᾶς: τὸν τάφον αὐτοῦ συνίστησιν ἐπὶ τοῖς τῆς ἀγορᾶς ὁρίοις ὄντα. φησὶ γὰρ, ἐπ᾿ ἐσχάτοις τῆς ἀγορᾶς δίχα κεῖται θανὼν, ἐπὶ τῷ διορίζοντι τὴν ἀγορὰν ἄκρῳ. ἔστι δὲ καὶ οὕτω διελέσθαι· ἐπὶ πρυμνοῖς τῆς ἀγορᾶς κεῖται θανὼν. δίχα τῶν ἄλλων ἡρώων.[*]()

g. τὸ δὲ χ΄ ὅτι πρυμνοῖς ἀγορᾶς εἶπεν ἀντὶ τοῦ τοῖς ἐσχάτοις ἄκροις.

h. τὸ δὲ ἐπίδιχα, ἐπὶ θάτερα μέρη.[*]()

[*]()ἐπίδιχα: διακεχωρισμένος τῶν ἄλλων βασιλέων ἐν τῇ Κυρήνῃ πρὸς τὰ τελευταῖα τῆς ἀγορᾶς κεῖται τεθνηκὼς ὁ Βάττος.[*]()

[*]()a. μάκαρ μέν: μακάριος μὲν ὅτε ἐν ζῶσιν ἦν, καὶ μετὰ ταῦτα, φησὶν, ὡς ἥρως τιμᾶται σεπτὸς ὢν παρὰ Κυρηναίοις.

[*]()b. λαοσεβὴς δὲ ὁ ὑπὸ τοῦ λαοῦ σεβόμενος.

[*]()πρὸ δωμάτων: ποίων δωμάτων; ἤτοι τοῦ ἥρωος Βάττου ἢ τῶν βασιλείων ἢ καὶ πρὸ τῶν τῆς πόλεως πυλῶν. καὶ κατὰ τοῦτο δοκεῖ τῶν ἄλλων διαφέρειν ὁ Βάττος, ὅτι ὁ μὲν ἄκρᾳ ἀγορᾷ τέθαπται, οἱ δὲ πρὸ τῆς πόλεως.