Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()μεγάλαν δ᾿ ἀρετᾶν: τῶν δὲ ἐπισήμων σου ἀρετῶν κατακούουσιν, ὦ Ἀρκεσίλαε, οἱ πρόγονοι τῇ ἑαυτῶν φρενὶ τῇ ὑπογείῳ. τῶν ἀρετῶν δὲ, τῶν οὐσῶν αὐτῶν ὄλβου.[*]()

[*]()δρόσῳ μαλθακᾷ: τοῖς ποιήμασιν ἐπικοσμουμένην τὴν ἀρετὴν αὐτῶν τῇ χθονίᾳ φρενὶ ἀκούουσιν.[*]()

[*]()a. ἀκούοντί ποι: τὴν μεγάλην τοῦ Ἀρκεσιλάου ἀρετὴν τοῖς ποιήμασιν ἐπικοσμουμένην ἀκούουσί που τῇ χθονίᾳ αὐτῶν φρενί.[*]()

[*]()b. χθονίᾳ δὲ φρενὶ, παρόσον τεθνήκασι καὶ ἐν τῇ γῇ κεῖνται.[*]()

[*]()a. σφὸν ὄλβον: ὄλβον λέγει τὴν κῶμον, ὅς ἐστιν αὐτῶν ὄλβος. τί γὰρ καταλείπεται τοῖς τεθνεῶσιν ἢ ὄλβον ἔχειν τοὺς ἐπαίνους τοὺς διὰ τῶν ποιημάτων, τουτέστι πλουτεῖν ἐπαίνοις.[*]()

[*]()b. υἱῷ τε κοινὰν χάριν: τὸν Ἀρκεσίλαον υἱὸν εἶπε, καθὸ ἀπόγονος ἦν τοῦ Βάττου. ἀκούοντες οὖν τῶν ὕμνων τῶν εἰς Ἀρκεσίλαον κοινὴν ἔχουσι τὴν χάριν οἱ πρόγονοι.[*]()

[*]()a. τὸν ἐν ἀοιδᾷ νέων πρέπει: πρέπει τὸν Ἀπόλλωνα εὐχαριστεῖσθαι ὑπ᾿ Ἀρκεσιλάου καὶ ὑμνεῖσθαι αὐτὸν ἐν τῇ ᾠδῇ τῶν νέων, διότι ἐκ Πυθῶνος εἴληφε τὴν νίκην καὶ τὸ μέλος, ὃ νῦν γέγραφεν, ὅ ἐστι λυτήριον τῶν δαπανῶν.[*]() ἐδαπάνησε μὲν γὰρ πολλὰ καὶ ἐπόνησεν, οὐκ εἰς κενὸν δὲ, ἀλλὰ τυχὼν τῆς νίκης ἀμοιβὴν ἔσχε τῆς δαπάνης. ταῦτα δὲ εἶπεν ὡς πολλὰ δεδωκότος καὶ καταναλώσαντος Ἀρκεσιλάου.[*]()

b. ἄλλως· τὸν ἐν ἀοιδᾷ: ὅντινα τὸν Ἀρκεσίλαον ἐν τῷ χορῷ καὶ τῇ τούτου ᾠδῇ προσήκει ἀνυμνεῖν τὸν Ἀπόλλωνα. ἔχοντα τὸν Ἀρκεσίλαον τὴν ἐκ Πυθῶνος καλλίστην τῶν δαπανῶν παραμυθίαν· λέγει δὲ τὴν νίκην καὶ τὸ τοῦ ἐπινίκου μέλος.[*]()

[*]()ἄνδρα κεῖνον: τὸν Ἀρκεσίλαον, τὸν ὑπὲρ εὐδοξίας δαπανῶντα.

[*]()κρέσσονα μέν: τουτέστι κρείσσονα τῆς ἡλικίας νοεῖ καὶ λέγει. ὑπὲρ τὴν ἡλικίαν ἔχει τὸν νοῦν καὶ τὴν φρόνησιν.

[*]()θάρσος τε: τὸ δὲ θάρσος καὶ τὴν ἀνδρείαν τοσοῦτός ἐστιν ὅσος ὁ ἀετὸς πρὸς τοὺς ἄλλους ὄρνις συγκρινόμενος.

[*]()ἀγωνίας δ᾿ ἕρκος: ἀντὶ τοῦ τῶν ἀγώνων ὀχύρωμα θαυμαστὸν ἔχει τὸ σθένος.

[*]()οἷον σθένος: θαυμαστικῶς· ὁποῖον δὲ ἐν ταῖς ἀγωνίαις καὶ τοῖς ἀγῶσιν ἔχει τὸ ἑαυτοῦ σθένος ὡς ἂν ὀχύρωμα καὶ τειχίον.

[*]()a. ἔν τε Μοίσαισι ποτηνὸς ἀπὸ ματρὸς φίλας: ἀμφίβολον, πότερον ἀπὸ μητρὸς πεπαιδευμένος, ἢ ἀπὸ τῆς πρώτης ἡλικίας ἔνδοξος ἦν καὶ πτηνὸς, τουτέστι τῇ δόξῃ μετεωριζόμενος.

b. ἢ οὐχ ὑπὸ μητρὸς ἐδιδάσκετο, ἀλλὰ φύσει τέλειος ἦν κατ᾿ ἀρετὴν, οὐ νεοσσὸς ἀλλὰ πτηνὸς, τουτέστιν οὐ τῶν διδασκόντων ἔχρῃζεν.

c. ἄλλως· ἐν δὲ λόγῳ καὶ ἀρετῇ ὀξὺς καὶ ταχὺς ἀφ᾿ ἑαυτοῦ εὐθὺς τεχθεὶς γέγονεν· ἀντὶ τοῦ ἐκ νέας ἡλικίας καὶ περὶ παίδευσιν ἐπιθυμητικῶς ἔχει.

a. καλῶν ἔσοδοι: ἀντὶ τοῦ ἔθη.

[*]()b. ὅσα τέ ἐστι παρὰ Κυρηναίοις τῶν καλῶν ἔθη, ταῦτα ὑπέμεινε καὶ κατώρθωσε πρῶτος.

[*]()θεός τέ οἱ: τὸ δαιμόνιον, φησὶν, αὐτῷ ἐπί τε τοῦ παρόντος προθύμως τελεῖ τὰ κατὰ δύναμιν καὶ εἰς τὸν μετὰ ταῦτα χρόνον.[*]()

[*]()καὶ τὸ λοιπὸν, ὦ Κρονίδαι: ἐπεὶ εὐκταίως νῦν ἔχει αὐτῷ τὰ παρὰ τῶν θεῶν, οὕτω καὶ ἐς τὸ μέλλον, ὦ Κρονίδαι, φησὶ, μὴ ἐάσητε τοιοῦτον ἐλάττωμα περὶ τὸν βίον αὐτοῦ γενέσθαι, ὥστε καθάπερ ὑπὸ φθινοπώρου πνοῆς τὰ φύλλα κεῖται ἐπὶ τὴν γῆν τῶν δένδρων, οὕτω καὶ τὰ πράγματα αὐτοῦ μαρανθῆναι, ἀλλ᾿ ἀειθαλὴς αὐτοῦ μένοι ὁ βίος μηδέποτε φθίνων μηδὲ φυλλορροῶν.[*]()

[*]()Διός τοι νόος: ὁ δὲ τοῦ Διὸς νοῦς τὴν ἑκάστου τύχην κυβερνᾷ καὶ ἐπὶ τὰ βελτίονα ἄγει.[*]()

[*]()εὔχομαί νιν: εὔχομαι, φησὶν, αὐτὸν, τὸν Δία, ὥσπερ νῦν ἐν τῇ Πυθῶνι δέδωκε γέρας καὶ τιμὴν τὴν ἀπὸ τῆς νίκης, οὕτω καὶ ἐν Ὀλυμπίᾳ δοῦναι αὐτῷ νίκην τινὰ τῷ Ἀρκεσιλάῳ, ὅστις ἐστὶ Βάττου γένος.

[*]()γέρας ἐπὶ Βάττου γένει: ἰστέον ὅτι οὐκ ἔχει τὴν ποσότητα τῶν κώλων.