Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()λυσιπόνοις: ἐπειδὴ οἱ οἰκέται τῶν δεσποτῶν τοὺς πόνους διαλύουσι τῇ θεραπείᾳ· ὡς Εὐριπίδης (fr. 1019)· δούλοισι γάρ τε ζῶμεν οἱ ἐλεύθεροι.

[*]()a. καὶ νῦν ἐν τᾷδ᾿: ὁ λόγος περὶ τῆς Θήρας, ὡς τῆς Μηδείας προσορμισθείσης κατὰ τὸ τηνικαῦτα καὶ διαλεγομένης περὶ τῆς βώλου.

b. ὁ δὲ νοῦς· καὶ νῦν ἐν ταύτῃ τῇ ἀφθάρτῳ νήσῳ πρὸ τοῦ δέοντος καιροῦ διεχύθη τῆς εὐρυχώρου Λιβύης τὸ σπέρμα, τουτέστιν ἡ βῶλος.

[*]()a. σπέρμα πρὶν ὥρας: διχῶς τὸ σπέρμα δύναται νοεῖσθαι, καὶ ὅτι Λιβυκὴ ἡ βῶλος, καὶ ὅτι οἷον ἀρχὴ τῆς εἰς Λιβύην ἀποικίας.

[*]()b. πρὶν ὥρας: πρὸ τοῦ δέοντος καιροῦ.

[*]()c. εἰ γὰρ οἴκοι νιν βάλε: εἰ γὰρ δὴ αὐτὴν, τὴν βῶλον, ἐν τοῖς ἑαυτοῦ οἴκοις ἤγαγε παρὰ τὸ χθόνιον τοῦ Ἅιδου στόμα εἰς τὴν ἱερὰν Ταίναρον παραγεγονὼς, ἐκ δὲ τούτου εἰς Λακεδαίμονα ἐλθὼν, ὁ τοῦ ἱππικοῦ Ποσειδῶνος υἱός.[*]()

d. Ταίναρος δὲ πόλις Λακωνικὴ, ἐν ᾗ καὶ πύλη ἐστὶν εἰς Ἅιδου. |[*]() Μένανδρος (fr. 842 K.)· πύλη τίς ἐστι Ταινάρου πρὸς ἐσχάτοις.[*]()

[*]()a. Εὔφαμος ἐλθών: εἰ γὰρ τὴν βῶλον ἔσωσεν εἰς Ταίναρον, ἥτις Ἅιδου ἐστὶ στόμα, μετὰ τέσσαρας ἂν γενεὰς ἐγενήθη ἡ ἀποικία καὶ ἔλαβε σὺν τοῖς ἄλλοις τὴν εὐρεῖαν ἤπειρον Λιβύην.

[*]()b. γυναῖκα δὲ ἔσχεν ὁ Εὔφημος Λαονόμην Ἡρακλέους ἀδελφὴν, Ἀμφιτρύωνος θυγατέρα καὶ Ἀλκμήνης.

[*]()c. ἐπεὶ δὲ οὐ διεσώθη, ἀλλ᾿ ἐτάκη ἐν τῇ Θήρᾳ. οὐκέτι φησὶν ἐλεύσεσθαι ἐκ τῆς Λακωνικῆς τὴν ἀποικίαν μετὰ τέσσαρας γενεὰς, ἀλλὰ μετὰ ἑπτακαίδεκα ἐξ ἀλλοδαπῶν γυναικῶν γεννηθέντας τινὰς καθέξειν τῆς Λιβύης.[*]()

[*]()a. τόν ποτ᾿ Εὐρώπα: ὅντινά ποτε ἡ Εὐρώπη ἡ τοῦ Τιτυοῦ θυγάτηρ ἐγέννησε παρὰ ταῖς ὄχθαις τοῦ Κηφισοῦ τοῦ Βοιωτικοῦ ποταμοῦ [*](), τετάρτων ἐξ Εὐφήμου παίδων γεγονότων γένος αὐτῷ ἐκείνην ἔλαβε καὶ κατέσχε σὺν τοῖς Ἕλλησι τὴν μεγάλην καὶ πλατεῖαν ἤπειρον τῆς Λιβύης. τότε γὰρ τῆς μεγάλης Λακεδαίμονος ἀνάστατοι γίνονται καὶ τοῦ Ἀργείου κόλπου καὶ τῶν Μυκηνῶν.[*]()

[*]()τετράτων παίδων κ᾿ ἐπιγεινομένων: οἱ γὰρ ἐξ Εὐφήμου τέταρτοι ἔμελλον ἀποικίαν στέλλεσθαι ἀπὸ Λακεδαίμονος εἰς Λιβύην· νῦν δὲ διὰ τὸ λελύσθαι τὴν βῶλον εἰς Θήραν ἐκ Λακεδαίμονος οἱ τέταρτοι ἀπὸ Εὐφήμου ἔρχονται καὶ ἀπὸ Θήρας οἱ ἑπτακαιδέκατοι, ὡς μετὰ τὴν τετάρτην γενεὰν Εὐφήμου τὴν ἐλθοῦσαν εἰς Θήραν ἄλλας τρισκαίδεκα γενέσθαι εἰς Θήραν.[*]()

[*]()τότε γὰρ μεγάλας: τότε γὰρ οἱ Ἡρακλεῖδαι κατελθόντες μετὰ τέσσαρας γενεὰς ἐξανέστησαν τοὺς προκατέχοντας [ἀπὸ Εὐφήμου] Μυκηνῶν καὶ Ἄργους καὶ Λακεδαίμονος. ἤλλακται δὲ ὁ χρόνος· ἐξανίστανται γάρ φησιν ἀντὶ τοῦ ἐξαναστήσονται. ταῦτα γὰρ ἡ Μήδεια προλέγει ὡς ἐσόμενα ὕστερον.[*]()

[*]()a. νῦν γε μὰν ἀλλοδαπᾶν: ἐπὶ δὲ τοῦ παρόντος τῶν ἀλλοδαπῶν καὶ ξένων γυναικῶν τὸ ἐν ταῖς κοίταις ἔκκριτον καὶ διαπρεπὲς γένος εὑρήσει τὴν ἀποικίαν· οἵτινες σὺν τιμῇ θεῶν εἰς ταύτην τὴν νῆσον παραγενόμενοι τέκωσι τὸν Βάττον τὸν τῶν τῆς Λιβύης πεδίων δεσπότην.[*]()

b. ἡ ἱστορία τοιαύτη· ταῖς Λημνίαις γυναιξὶν ἀσεβῶς διακειμέναις περὶ τὰς τῆς Ἀφροδίτης τιμὰς ἡ θεὸς δυσοσμίαν προσέπεμψε, καὶ οὕτως αὐτὰς οἱ ἄνδρες ἀπεστράφησαν· αἱ δὲ συνθέμεναι πρὸς ἑαυτὰς ἐξ ἐπιβουλῆς τοὺς ἄνδρας ἀνεῖλον. τηνικαῦτα δὲ οἱ Ἀργοναῦται τὸν εἰς Σκυθίαν στελλόμενοι πλοῦν προσωρμίσθησαν τῇ Λήμνῳ, καὶ εὑρόντες ἔρημον ἀρσένων τὴν νῆσον συνελθόντες ταῖς γυναιξὶν ἀπηλλάγησαν. οἱ δὲ φύντες ἐξ αὐτῶν ἦλθον εἰς Λακεδαίμονα κατὰ ζήτησιν τῶν πατέρων, καὶ προσδεχθέντες παρὰ Λάκωσι καὶ πολιτευσάμενοι συνέθεντο ἐπιθέσθαι τῇ Σπάρτῃ. γνωσθέντες δὲ συνελήφθησαν καὶ καθείρχθησαν ἐν εἱρκτῇ· κατὰ δέ τινας αἱ μητέρες ἐλθοῦσαι πρὸς αὐτοὺς τὰς μὲν αὑτῶν ἐσθῆτας ἐκείνοις περιέθεσαν καὶ αὐτόθι ἔμειναν, ἐκείνους δὲ ὡς γυναῖκας ἀποπέμψασαι κατακαλυψαμένους ἔσωσαν, οἱ δὲ παῖδες τῷ μηχανήματι λαθραίως ἀπέφυγον. τῶν δὲ Λακώνων βουλομένων αὐτοὺς ἀνελεῖν, Θήρας ὁ Αὐτεσίωνος κατὰ συντυχίαν τότε ἀποικίαν στέλλων καθικέτευσε τοὺς Λάκωνας εἰς τὴν ἀποικίαν αὐτῷ τοὺς ἄνδρας παρασχεῖν, καὶ δεξάμενος εἰς τὴν Θήραν ἐκτοπίζει. συνῆν δὲ αὐτῷ καὶ Σάμος, οὗ ἀπόγονος Βάττος, ὃς πρῶτος ἀποικίαν εἰς Κυρήνην ἔστειλεν.

c. ἄλλως· ζητεῖται τίνες εἰσὶν ἀλλοδαπαὶ γυναῖκες, ἐξ ὧν φησι τοὺς φύντας καθέξειν τὴν Κυρήνην, πότερον ἐπειδή τινες ἐν Θήρᾳ ᾤκησαν μετὰ Κάδμου συνεξορμήσασαι, ὅτε ἐπὶ τὴν τῆς Εὐρώπης ζήτησιν ἀπῆρεν ἐκ Φοινίκης· ὑπέμειναν γὰρ ἐν Θήρᾳ μετὰ Μεμβλιάρεω τοῦ Κάδμῳ συνεξορμήσαντος Φοίνισσαί τινες γυναῖκες· ἢ ἀλλοδαπὰς γυναῖκας τὰς Λημνίας λέγει, [περὶ ὧν ἡ ἱστορία προείρηται].[*]()

[*]()κριτὸν εὑρήσει: τίς εὑρήσει; ἡ προκειμένη ἤπειρος ἡ Λιβύη.

[*]()οἵ κεν τάνδε: ἔδει εἰπεῖν, ὅπερ γένος.

[*]()τάνδε σὺν τιμᾷ: ἐν ταύτῃ τῇ νήσῳ τῇ Θήρᾳ· ἐν αὐτῇ γὰρ διελέγετο ἡ Μήδεια.[*]()

[*]()τέκωνται: ἀντὶ τοῦ τέξονται.[*]()

[*]()a. κελαινεφέων πεδίων: τῶν τῆς Λιβύης· καὶ οἱ μὲν διὰ τὸν αὐτόθι συνεχῆ ὄμβρον καὶ τοὺς χειμῶνας, διὸ καὶ εὔκαρπος ἡ Κυρήνη διὰ τὸ συνεχῶς δεύεσθαι· τινὲς δὲ διὰ τὸ τῶν πεδίων μέγεθος.

b. ἄλλως· Ἀμμώνιός φησι διὰ τὸ περὶ τὴν Κυρήνην μόνον ἵστασθαι νέφος παρὰ τὴν ἄλλην Λιβύην. ἢ μᾶλλον μεγέθους τις ἔμφασις δηλοῦται διὰ τὸ ἀποσκοτοῦσθαι τὰς ὄψεις τοῦ πέρατος μὴ ὁρωμένου.[*]()

a. τὸν μέν: τὸν Βάττον.

b. πολυχρύσῳ: τῇ Πυθοῖ. [*]() ὅτι δὲ πολυχρήματος, καὶ Ὅμηρός φησι (I 404 sq.).

[*]()c. ὅντινά ποτε τὸν Βάττον ἐν τῷ πολυχρύσῳ οἴκῳ ὁ Ἀπόλλων ἀναμνήσει τοῖς ἑαυτοῦ χρησμοῖς εἰς τὸν Πυθικὸν νεὼν παραγενόμενον οἰκιστὴν τῆς Κυρήνης γενέσθαι.[*]()

[*]()a. θέμισσι: τοῖς χρησμοῖς.

[*]()b. ἀναμνήσει τὰ ἑξῆς ἐπιφερόμενα.[*]()

[*]()c. τί δὲ ἀναμνήσει; οἰκιστὴν τῆς Κυρήνης γενέσθαι.[*]()

[*]()a. καταβάντα χρόνῳ: χρόνῳ δὲ ὕστερον ταῖς ναυσὶ πολλοὺς ἀγαγεῖν πρὸς τὸ τοῦ Κρονίδου Νείλου λιπαρὸν τέμενος· φησὶ δὲ τὴν Λιβύην.

[*]()b. τέμενος [γὰρ] Νείλου Διὸς τὴν Λιβύην φησίν. καὶ ἤτοι τὸν Νεῖλον ἀντὶ τοῦ Διός φησιν, ἐπειδὴ παρὰ τοῖς Αἰγυπτίοις τιμᾶται ὡς θεός· ἢ παρὰ τὸ Ὁμηρικόν (δ 581)· ἂψ δ᾿ εἰς Αἰγύπτοιο διιπετέος ποταμοῖο.[*]()

[*]()b. χρόνῳ δ᾿ ὑστέρῳ: ὁ δέ ἀντὶ τοῦ δή, ἵν᾿ ᾖ· χρόνῳ δὴ ὑστέρῳ διὰ νεῶν πολλοὺς ἄνδρας ἀγαγεῖν ἀπὸ Θήρας εἰς τὴν Λιβύην.[*]()

[*]()τέμενος Κρονίδα: τὸν Νεῖλον Κρονίδαν [φησὶν], ὡς Παρμένων· Αἰγύπτιε Ζεῦ Νεῖλε. ἀναλογεῖν γὰρ τοῖς τοῦ Διὸς ὄμβροις τὸ τοῦ Νείλου ὕδωρ, καὶ ὥσπερ ἀντίστροφόν τινα τοῦτον τῷ Διῒ εἶναι.[*]()

[*]()a. ἦ ῥα Μηδείας ἐπέων στίχες: ἔφη ἡ τῆς Μηδείας στιχομυθία. συνήθως δὲ ὁ Πίνδαρος πληθυντικοῖς ἑνικὰ ἐπήνεγκεν.

b. ὁ νοῦς· οὕτως εἰρήκασιν οἱ τῆς Μηδείας λόγοι, οἱ δὲ ἰσόθεοι ἥρωες κατεπλάγησαν σιωπῇ τὴν πυκνὴν καὶ συνετὴν συμβουλὴν τῆς Μηδείας κατακούσαντες.

[*]()a. ὦ μάκαρ υἱὲ Πολυμνάστου: ὦ Ἀριστότελες. ὁ γὰρ αὐτὸς Βάττος καὶ Ἀριστοτέλης.

b. ὁ δὲ νοῦς· ὦ μακάριε υἱὲ τοῦ Πολυμνήστου Ἀριστότελες, σὲ ἐν τῷ τῆς Μηδείας λόγῳ ὁ χρησμὸς ὤρθωσε καὶ ἀπέδειξε τῆς Δελφικῆς ἱερείας αὐτομάτῳ φθόγγῳ.[*]()

[*]()a. χρησμὸς ὤρθωσε μελίσσας: τὰς περὶ τὰ θεῖα καὶ μυστικὰ μελίσσας καὶ ἑτέρωθι (fr. 158)· ταῖς ἱεραῖς μελίσσαις τέρπεται. ὅτι δὲ τὰς περὶ τὰ ἱερὰ διατελούσας καὶ Μελίσσας ἔλεγον, Μνασέας ὁ Παταρεὺς (FHG III p. 150) ἀφηγεῖται λέγων, ὡς κατέπαυσαν αὗται σαρκοφαγοῦντας τοὺς ἀνθρώπους πείσασαι τῇ ἀπὸ τῶν δένδρων χρῆσθαι τροφῇ, καθ᾿ ὃν καιρὸν καὶ Μέλισσα μία τις αὐτῶν κηρία μέλιτος εὑροῦσα πρώτη ἔφαγε καὶ ὕδατι μίξασα ἔπιε, καὶ τὰς ἄλλας δὲ ἐδίδαξε, καὶ τὰ ζῷα μελίσσας ἐξ ἑαυτῆς ἐκάλεσε, καὶ φυλακὴν πλείστην ἐποιήσατο· ταῦτα δέ φησιν ἐν Πελοποννήσῳ γενέσθαι. |[*]() ἄνευ γὰρ Νυμφῶν οὔτε Δήμητρος ἱερὸν τιμᾶται διὰ τὸ ταύτας πρώτας καρπὸν ἀποδεῖξαι καὶ τὴν ἀλληλοφαγίαν παῦσαι καὶ περιβλήματα χάριν αἰδοῦς ἐξ ὕλης ἐπινοῆσαι, οὔτε γάμος οὐδεὶς ἄνευ Νυμφῶν συντελεῖται, ἀλλὰ ταύτας πρῶτον τιμῶμεν μνήμης χάριν· ὅτι τε εὐσεβείας καὶ ὁσιότητος ἀρχηγοὶ ἐγένοντο.[*]()

[*]()b. ἄλλως· χρησμὸς μελίσσας: τῆς Δελφικῆς ἱερείας· φησὶ δὲ τῆς Πυθῶνος.

[*]()c. μελίσσας δὲ τὰς ἱερείας, κυρίως μὲν τὰς τῆς Δήμητρος, καταχρηστικῶς δὲ καὶ τὰς πάσας, διὰ τὸ τοῦ ζῴου καθαρόν.[*]()