Scholia in Pindarum Pythian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.
[*]()a. ὁ γὰρ καιρὸς πρὸς ἀνθρώπων: καιρὸς ὁ χρόνος. ἡ εὐκαιρία.
[*]()b. βραχὺ μέτρον ἔχει: οὐκ ἐπιπολὺ τοῖς ἀνθρώποις παρατεῖνον ἔχει τὸ μέτρον, ἀλλὰ σπάνιός ἐστι καὶ βραχὺς ὁ χρόνος· διὸ καὶ δεῖ, ὅτε ἔξεστιν, αὐτὸν λαμβάνειν. [*]()
[*]()a. θεράπων δέ οἱ, οὐ δράστας: οὐκ ἀποδιδράσκων, τὸν καιρὸν ὁ Δημόφιλος.
b. ἀκολουθεῖ δὲ, φησὶν, αὐτῷ ὁ καιρὸς θεράπων, οὐ δράστης, ἀλλὰ παράμονος, τουτέστιν οὐ παρέρχεται αὐτὸν, ἀλλὰ πάντα τὰ καίρια γινώσκει.[*]()
c. ἄλλως· πολλαὶ κατὰ τοῦτο τὸ ῥητὸν ἐξηγήσεις προεχώρησαν. τῷ καιρῷ ἕπεται οὐχ ὡς δράστας, ὅ ἐστι δραπέτης· οὐ πανουργῶν οὐδὲ τὰ παρ᾿ αὐτοῦ προστασσόμενα ὑπερτιθέμενος καὶ ἀναβαλλόμενος τὰ προσπίπτοντα.[*]()
[*]()a. φαντὶ δ᾿ ἔμμεν: φασὶ δὲ τοῦτο ἀνιαρότατον εἶναι τὸ γινώσκοντά τινα τῇ ἀνάγκῃ, ἀντὶ τοῦ δι᾿ ἀνάγκην, τούτων ἐκτὸς εἶναι. καὶ μηδὲν ἀπολαύειν αὐτῶν δύνασθαι, ἐφόσον βούλεται. ὅτι καὶ ὁ Δημόφιλος εἰδὼς τὰ τῆς πατρίδος καλὰ. ἀνάγκῃ τῆς φυγῆς οὐκ ἐχρήσατο αὐτοῖς.
b. ἄλλως· χαλεπόν ἐστι τὸ γινώσκειν ὅ, τι καλὸν μὲν, μὴ πράσσειν δὲ αὐτό. τὸ γὰρ |[*]() ἔξω πόδας ἔχειν τοιοῦτόν ἐστι, μήτε ἐν αὐτῷ εἶναι τῷ εὖ πράττειν. ἀλλ᾿ ἐξ ἀνάγκης αὐτὸ προΐεσθαι.
c. ἢ οὕτω· λυπηρὸν, τὸν καλῶς ποιοῦντα κακῶς ἀκούειν.[*]()
[*]()a. καὶ μὰν κεῖνος Ἄτλας: καὶ μὴν καὶ ὁ Δημόφιλος τοσοῦτον ἔχει τὸ τῆς φυγῆς ἄχθος, ὅσον καὶ ὁ Ἄτλας τῷ φάρει πιεζόμενος διηνεκῶς προσπαλαίει τῷ οὐρανῷ.
b. φέρει δὲ τῷ Ἄτλαντι ὅμοιον ἄχθος Δημόφιλος τῆς πατρίδος καὶ τῶν κτημάτων μακρὰν χωρισθείς.[*]()
[*]()c. ἄλλως· ἀντὶ τοῦ, καὶ παρὰ θεοῖς τὰ πράγματα ποικίλας ἔχει τὰς μεταβολάς· ὁ γοῦν Ἄτλας κακῶς πάσχει τὸν οὐρανὸν βαστάζων. πρότερον εὐτυχῶν.[*]()
d. ἄλλως· Ἄτλας οὐρανῷ: λείπει τὸ ὡς. διὰ δὲ τούτου βούλεται σημαίνειν, ὅτι οὐκ ἀεὶ τὰ αὐτὰ μένει τῶν πραγμάτων, οὐχ ὅτι παρὰ ἀνθρώποις, ἀλλ᾿ οὐδὲ παρὰ θεοῖς.[*]()
[*]()a. λῦσε δὲ Ζεύς: ἀπέλυσε δὲ καὶ ὁ Ζεύς ποτε τοὺς Τιτᾶνας τῆς τιμωρίας, καίτοι ἐπιθεμένους αὐτοῦ τῇ ἀρχῇ καὶ μεταστῆσαι βουληθέντας. ἐγκαλοῦσι δέ τινες τῷ Πινδάρῳ, ὅτι οὐκ οἰκείως ἐπὶ τῆς διαλλαγῆς τὸν Ἄτλαντα παρείληφε· διηνεκῶς γὰρ μοχθεῖ.[*]()
b. λῦσε δὲ Ζεύς: τοῦτο εἴρηται πρὸς τὸ μὴ δεῖν ἐν ταῖς τιμωρίαις ἀδιάλλακτον ἔχειν τὸ ἔχθος μηδὲ ἀθανάτους ἔχειν τὰς λύπας.[*]()
c. ἄλλως· τοῦτο πρὸς τὴν παράκλησιν ἁρμόζει, ὅτι τοὺς Τιτᾶνας Ζεὺς ἔλυσεν ὑπὸ τοῦ Κρόνου δεθέντας.[*]()
[*]()a. ἐν δὲ χρόνῳ μεταβολαί: μεταβολαὶ γίνονται ἀνέμων.
[*]()b. ἐν χρόνῳ δὲ καὶ τὸ ἱστίον τῆς νεὼς εὐδιεινὴν ἔχει μεταβολὴν τοῦ χειμερινοῦ λωφήσαντος ἀνέμου.
[*]()ἀλλ᾿ εὔχεται οὐλομέναν νοῦσον: ἀλλὰ κατεύχεται Δημόφιλος ταύτην τὴν ἐνεστῶσαν ὀλεθριωτάτην νόσον τῆς φυγῆς διαντλήσας καὶ ἀποφυγὼν τὸν κατὰ τὴν Κυρήνην οἶκον θεάσασθαι, καὶ ἐπὶ τῇ τοῦ Ἀπόλλωνος κρήνῃ πάλιν συνήθως συμποσιάσαι καὶ τὴν ψυχὴν ἐκδοῦναι πρὸς φιλοφροσύνην καὶ συμπόσια.
[*]()ἐπ᾿ Ἀπόλλωνος: Ἀπόλλωνος κρήνην φησὶν, ἧς καὶ Καλλίμαχος (h. in Ap. 88) μνημονεύει· οἱ δ᾿ οὔπω πηγῇσι Κύρης ἐδύναντο πελάσσαι Δωριέες.
[*]()a. δαιδαλέαν φόρμιγγα: διόλου ἀπὸ κοινοῦ ληπτέον τὸ εὔχεται.
b. εὔχεται πολλάκις τὴν πεποικιλμένην κιθάραν ἐν σοφοῖς βαστάζων καὶ μουσικευόμενος ἐν τοῖς πολίταις λοιπὸν ἐν ἡσυχίᾳ εἶναι, μήτε τινὶ κακὸν προστριψάμενος, καὶ αὐτὸς δὲ ἀβλαβὴς ὢν τὸ λοιπὸν πρὸς τοὺς πολίτας.
[*]()c. τὸ δὲ ὅλον· ὥστε ἀπαγγεῖλαι τὰ ὑπὸ Πινδάρου αὐτῷ δεδομένα ποιήματα. θέλει δὲ εἰπεῖν, ὅτι καὶ μουσικός ἐστιν.
[*]()ἡσυχίᾳ θιγέμεν: ἀντὶ τοῦ ἡσυχίας. σύνηθες δὲ τὸ σχῆμα τῷ Πινδάρῳ.
[*]()a. παραγέγονε πρὸς τὸν Πίνδαρον ὁ Δημόφιλος, ἵνα αὐτὸν ἀξιώσῃ διὰ τοῦ ὕμνου διαλλάξαι αὐτὸν πρὸς τὸν Ἀρκεσίλαον.
[*]()b. καί κε μυθήσαιτο: καὶ δὴ εἴποι ἄν σοι, ὁποίαν εὗρε πηγὴν τῶν θείων ἐπῶν, ἀρτίως ἐπιξενωθεὶς καὶ ἐπιδημήσας ταῖς Θήβαις. τοῦτο δὲ ὡς πρὸς ἑαυτὸν, ὅτι θαυμαστῶς γράφει.
[*]()τέλος Ἀρκεσιλάου.
Scholia in Pythionicarum carmen V.
[*]()Τῷ αὐτῷ Ἀρκεσιλάῳ.
[*]()Τῆς πέμπτης ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ιδ΄. τὸ α΄ χοριαμβικὸν δίμετρον καταληκτικόν. τὸ β΄ περιοδικόν· ἢ λέγεται διπλοῦς ἴαμβος· ἔστι δὲ δίμετρον καταληκτικόν. τὸ γ΄ δίμετρον ἰαμβικὸν ὑπερκατάληκτον. τὸ δ΄ ὅμοιον τῷ αὐτῷ. τὸ ε΄ τροχαϊκὸν μονόμετρον ὑπερκατάληκτον. τὸ ς΄ παιωνικὸν δίμετρον ἀκατάληκτον. τὸ ζ΄ ἀντισπαστικὸν μονόμετρον ὑπερκατάληκτον. τὸ η΄ ὅμοιον τῷ (Archil. fr. 94, 2) τίς σὰς παρήειρε φρένας. τὸ θ΄ χοριαμβικὸν δίμετρον καταληκτικὸν. τὸ ι΄ . . . . . . τὸ ια΄ παιωνικὸν δίμετρον ἀκατάληκτον διὰ Κρητικοῦ, ὅ ἐστι παίων δ΄. τὸ ιβ΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ ιγ΄ ἰαμβικὸν δίμετρον καταληκτικὸν, ὅ ἐστιν ἑφθημιμερές. τὸ ιδ΄ τροχαϊκὸν δίμετρον καταληκτικόν.
[*]()ἡ ἐπῳδὸς κώλων ἐστὶ δώδεκα σὺν δύο. τὸ α΄ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον. τὸ β΄ ἰαμβικὸν δίμετρον καταληκτικόν. τὸ γ΄ ἰαμβικὸν μονόμετρον ὑπερκατάληκτον. τὸ δ΄ περιοδικὸν, διπλοῦς τροχαῖος, ἀκατάληκτον. τὸ ε΄ τροχαϊκὸν τρίμετρον βραχυκατάληκτον. τὸ ς΄ περιοδικόν· ἢ λέγεται διπολοῦς ἴαμβος. ἔστι δὲ τρίμετρον καταληκτικόν. τὸ ζ΄ Γλυκώνειον. τὸ η΄ ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον. τὸ θ΄ ἀντισπαστικὸν δίμετρον βραχυκατάληκτον. τὸ ι΄ ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον· ἰδίως δὲ ἐπήνεγκεν αὐτῷ τοὺς τροχαίους. τὸ ια΄ παιωνκὸν δίμετρον ἀκατάληκτον. τὸ ιβ΄ ἀντισπαστικὸν δίμετρον βραχυκατάληκτον. τὸ ιγ΄ ὅμοιον τῷ αὐτῷ. τὸ ιδ΄ χοριαμβικὸν δίμετρον καταληκτικὸν, ὅμοιον τῷ πρώτῳ τῆς στροφῆς.
[*]()Inscr. Γέγραπται καὶ αὕτη ἡ ᾠδὴ νικήσαντι τῷ Ἀρκεσιλάῳ ἅρματι τὴν λά Πυθιάδα. ἐπειδὴ δὲ διήγημα ἐν τῷ πρώτῳ μᾶλλον ἐπινίκῳ ἤπερ ἐγκώμιον πεποίηται τῷ Πινδάρῳ καὶ παρέκβασις διηγηματικὴ τῶν κατὰ Ἰάσονα, ἐδέησεν αὐτῷ καὶ δεύτερον γράψαι ἐπίνικον.
[*]()a. τὸ δὲ ὁ πλοῦτος εὐρυσθενής, τὸν μετὰ ἀρετῆς πλοῦτόν φησιν εὐρυσθενῆ εἶναι. τὸ γὰρ ἕτερον ἄνευ τοῦ ἑτέρου οὐκ ἀσφαλὲς, ὡς καὶ Καλλίμαχος (in Iov. 95)· οὔτ᾿ ἀρετῆς ἄτερ ὄλβος ἐπίσταται ἄνδρας ἀέξειν. οὔτ᾿ ἀρετὴ ἀφένοιο· καὶ ἡ Σαπφώ (fr. 80)· ὁ πλοῦτος ἄνευ ἀρετᾶς οὐκ ἀσινὴς πάροικος.[*]()
b. ὁ νοῦς· ὀ πλοῦτος ἄγαν ἰσχυρότατός ἐστιν, ὅταν τις ἀνθρώπων ἀρετῇ συγκεκραμένον καθαρᾷ τῆς τύχης αὐτὸν παραδούσης ἀνάγῃ πολύφιλον ὄντα καὶ διδῷ τοῖς ἐν χρείᾳ καθεστηκόσιν.[*]()
c. μόνον οὕτως ὁ πλοῦτος εὐρυσθενής ἐστιν [ὄντως] καὶ μέγα ἰσχύει, ἐὰν κεκραμένος ἀρετῇ ὑπάρχῃ.
[*]()a. πολύφιλον δὲ, ἐπειδὴ τῷ πλουτοῦντι πολλοὶ ἕπονται. οὕτω δὲ Ἀρίσταρχος· ἔστι μὲν χωρὶς τὸ πολύφιλον λέγειν, χωρὶς δὲ τὸ ἑπέταν· τοιοῦτός ἐστι τῷ ἔχοντι ὀπαδὸς, ὥστε πολλοὺς φίλους ποιεῖν. ἔστι δὲ καὶ συναμφότερα ἀκούειν· ᾧ πολλοὶ ἕπονται.[*]()"
[*]()b. πολύφιλον ἑπέταν: ᾧ πολλοὶ φίλοι ἕπονται.
[*]()c. τὸ δὲ ἀνάγῃ τὸ αὐτὸ τῷ αὔξῃ.
d. ἢ ἐν τῷ καθόλου τὸν πολύφιλον πλοῦτον, ἢ ὅταν πολυφίλως αὐτὸν ἀνάγῃ, ὅτι πολύφιλοι οἱ πλούσιοι.
e. ἢ οὕτω· τὸν τοῖς ἐν χρείᾳ καθεστηκόσιν ἑπόμενον.[*]()
[*]()ὦ θεόμοιρε: ὦ ἐκ θεοῦ ταύτην ἔχων τὴν μοῖραν. ὅ ἐστιν ἐκ θεῶν εἰληφὼς τὴν βασιλείαν.
[*]()σύ τοί νιν κλυτᾶς αἰῶνος: σὺ, φησὶν, ὦ Ἀρκεσίλαε, αὐτὸν, τὸν πλοῦτον, ἀπ᾿ ἄκρων βαθμίδων τῆς αἰῶνος, τουτέστιν ἀπ᾿ ἀρχῆς τοῦ βίου καὶ ἀφ᾿ οὗ ἐγνωρίσθης τῷ βίῳ κόσμος, σὺν εὐδοξίᾳ μετέρχῃ, ὅτι οὐκ εἰς ῥᾳθυμίαν αὐτῷ χρώμενος εἶ, ἀλλ᾿ εἰς τὰ δοξάζειν δυνάμενα, ἱπποτροφίας καὶ τὰ τοιαῦτα.
[*]()a. διατί δὲ σὺν Κάστορι; ἢ ὅτι ἱππικὸς ὁ θεός· Ὅμηρος (Γ 237)· Κάστορά θ᾿ ἱππόδαμον· ὁ δὲ Ἀρκεσίλαος ἱπποτρόφει· δοκεῖ δὲ πρῶτος συνωρίδα καταζεῦξαι Κάστωρ· ἢ ὅτι ἄνωθεν οἱ Βαττιάδαι καὶ Ἀριστοτέλης Λάκωνες ἦσαν, ὅθεν καὶ οἱ Τυνδαρίδαι· ἀπὸ γὰρ Λακώνων εἰς Θήραν ἦλθον, ἀπὸ δὲ τῆς Θήρας εἰς Κυρήνην· |[*]() ἢ ὅτι ἐπιφανῶς ἄγουσιν οἱ Κυρηναῖοι τὰ Διοσκούρεια, Βάττου πρώτου καταδείξαντος τὴν εὐχήν.
[*]()b. ἕκατι χρυσαρμάτου Κάστορος: κέλητα καὶ χαλινὸν πρῶτος Βελλεροφόντης κατέζευξε, συνωρίδα Κάστωρ, ἅρμα Ἐριχθόνιος ὁ Ἀθηναῖος, ἀστράβην Ὀξύλος ὁ Αἰτωλός.
[*]()a. εὐδίαν ὃς μετὰ χειμέριον: ὁ Κάστωρ σοι εὐδίαν παρασκευάζει. ὑπαινίττεται δὲ τὸν τῶν Κυρηναίων νεωτερισμόν· στάσις γὰρ ἐνέπεσεν αὐτῷ πρὸς τὸν δῆμον· ὃν δὴ χειμῶνα ἔφη.
b. διχόθεν ὁ Κάστωρ εὐμενής σοί ἐστιν, εἴς τε τὴν εὐδίαν ἐκ χειμῶνος κατάστασιν, καὶ εἰς τὴν ἱππικὴν νίκην.
c. ἄλλως· εὐδίαν ὅς: ὅστις ὁ Κάστωρ μετὰ τὸν χειμερινὸν ἐκεῖνον ὄμβρον τῶν πραγμάτων περὶ τὴν σὴν μακαρίαν ἑστίαν καταλάμπει. τοῦτο δέ φησιν, ὅτι ἐστασίαστο τὰ περὶ τὴν Κυρήνην πράγματα τῷ Ἀρκεσιλάῳ κατ᾿ ἐκεῖνο καιροῦ.
[*]()σοφοὶ δ᾿ ἔτι κάλλιον: διδόασι, φησὶν, οἱ θεοὶ τοῖς ἀνθρώποις ἀγαθὰ, οἱ δὲ σοφοὶ καλλίονα ποιοῦσιν αὐτὰ προσεπικοσμοῦντες διὰ τὴν αὐτῶν ἀρετήν.
[*]()a. φέροντι καὶ τὰν θεόσδοτον: ἀντὶ τοῦ φέρουσι καὶ ποιοῦσι.
b. τὸ δὲ [σημεῖον] χ΄, ὅτι θεόσδοτον εἶπε τὸν πλοῦτον ἀντὶ τοῦ θεόδοτον.
[*]()σὲ δ᾿ ἐρχόμενον: σὲ δὲ δικαίως ζῶντα πολὺς σὺν εὐδαιμονίᾳ πλοῦτος περιέχει.