Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()a. κεῖνος γὰρ ἐν παισίν: ἐκεῖνος γὰρ ὁ Δημόφιλος ἐν μὲν παισὶ τὴν ἡλικίαν νεώτερός ἐστιν, ἐν δὲ φρεσὶ πρεσβύτερος τὸ φρόνημα, ὥσπερ ἂν ἑκατονταετεῖ χρόνῳ ἐπιτυχών· οἱονεὶ οὕτω φρόνιμός ἐστιν ὡσπερεὶ ἑκατονταετὴς ἀνήρ.

b. ἄλλως· οὕτως ἐστὶ φρόνιμος ὡς πολυετὴς ἀνήρ. ἐὰν δὲ κυρίως ἀκούηται, ἀπεμφαίνει· ὁ γὰρ ἑκατονταετὴς παραφρονεῖ. δεῖ οὖν μεταλαμβάνειν εἰς τὸ πολυετής. ὡς τὸ (Υ 247)· οὐδ᾿ ἂν νηῦς ἑκατόνζυγος.

[*]()c. τουτέστι, φρόνιμός ἐστιν ὡς πολυέτης ἀνήρ.

[*]()a. ὀρφανίζει μὲν κακὰν γλῶσσαν: ἐρημοῖ, ἀποχωρίζει. τουτέστιν ἥκιστα κακολογεῖ.

b. ἄλλως· τῆς ἐλευθερίου φωνῆς τὴν κακὴν καὶ λοίδορον γλῶσσαν χωρίζει, [ἤτοι] οὐκ ἔστιν ὑβριστής.

c. ὁ δὲ νοῦς· ἀποχωρίζει μὲν τῆς ἐλευθερίου αὐτοῦ φωνῆς τὴν κακογλωσσίαν, ἔμαθε δὲ βδελύττεσθαι τοὺς ὑβριστὰς, |[*]() οὔτε μὴν τοῖς ἀγαθοῖς ἐξεναντίας φιλονεικεῖ, οὐδὲ τὸ τῶν πραγμάτων τέλος πρὸς ἄνυσιν μηκύνει· ὁ γὰρ ἐν ἀνθρώποις καιρὸς, οἱονεὶ βίος, βραχὺ ἔχει τὸ μέτρον· οἱονεὶ, ἡ τῶν πραγμάτων εὐκαιρία ῥᾳδίαν ἔχει τὴν παραδρομήν.

[*]()d. ἄλλως· τῆς ἑαυτοῦ φανερᾶς καὶ ἐκλάμπρου φωνῆς ὀρφανίζει τὴν κακὴν γλῶσσαν, ὅ ἐστι τὴν κακολογίαν.

e. ἢ οὕτω· τὴν κακὴν γλῶτταν τῆς φανερᾶς φωνῆς ὀρφανὴν ποιεῖ· οἷον οὐδὲν φθέγγεται κακόν.

[*]()f. κακὴν γλῶτταν ὀρφανὴν φωνῆς ἔχει. ἥκιστα κακολογεῖ.

[*]()οὐκ ἐρίζων ἀντία τοῖς ἀγαθοῖς: τὸ χ΄, ὅτι ἐκ τῶν Ἡσιόδου Ἔργων (716) εἴληπται· ἐκεῖνος γὰρ παραινεῖ μὴ ὁμιλεῖν τοῖς κακοῖς μηδὲ ἐπιπλήττειν μηδὲ ψέγειν τοὺς ἀγαθούς· μηδὲ κακῶν ἕταρον, μήδ᾿ ἐσθλῶν νεικητῆρα. Ὅμηρος δὲ τὸν Θερσίτην εἰσήγαγε φιλόκακον καὶ μισάγαθον· ὅσους γὰρ ὁ ποιητὴς ἐγκωμίακε κατ᾿ ἀρετὴν, τούτους ἔψεγε. διὸ καὶ ἔλεγεν (B 220)· ἔχθιστος δ᾿ Ἀχιλῆϊ μάλιστ᾿ ἦν ἠδ᾿ Ὀδυσῆϊ.[*]()

[*]()a. ὁ γὰρ καιρὸς πρὸς ἀνθρώπων: καιρὸς ὁ χρόνος. ἡ εὐκαιρία.

[*]()b. βραχὺ μέτρον ἔχει: οὐκ ἐπιπολὺ τοῖς ἀνθρώποις παρατεῖνον ἔχει τὸ μέτρον, ἀλλὰ σπάνιός ἐστι καὶ βραχὺς ὁ χρόνος· διὸ καὶ δεῖ, ὅτε ἔξεστιν, αὐτὸν λαμβάνειν. [*]()

[*]()a. θεράπων δέ οἱ, οὐ δράστας: οὐκ ἀποδιδράσκων, τὸν καιρὸν ὁ Δημόφιλος.

b. ἀκολουθεῖ δὲ, φησὶν, αὐτῷ ὁ καιρὸς θεράπων, οὐ δράστης, ἀλλὰ παράμονος, τουτέστιν οὐ παρέρχεται αὐτὸν, ἀλλὰ πάντα τὰ καίρια γινώσκει.[*]()

c. ἄλλως· πολλαὶ κατὰ τοῦτο τὸ ῥητὸν ἐξηγήσεις προεχώρησαν. τῷ καιρῷ ἕπεται οὐχ ὡς δράστας, ὅ ἐστι δραπέτης· οὐ πανουργῶν οὐδὲ τὰ παρ᾿ αὐτοῦ προστασσόμενα ὑπερτιθέμενος καὶ ἀναβαλλόμενος τὰ προσπίπτοντα.[*]()

[*]()a. φαντὶ δ᾿ ἔμμεν: φασὶ δὲ τοῦτο ἀνιαρότατον εἶναι τὸ γινώσκοντά τινα τῇ ἀνάγκῃ, ἀντὶ τοῦ δι᾿ ἀνάγκην, τούτων ἐκτὸς εἶναι. καὶ μηδὲν ἀπολαύειν αὐτῶν δύνασθαι, ἐφόσον βούλεται. ὅτι καὶ ὁ Δημόφιλος εἰδὼς τὰ τῆς πατρίδος καλὰ. ἀνάγκῃ τῆς φυγῆς οὐκ ἐχρήσατο αὐτοῖς.

b. ἄλλως· χαλεπόν ἐστι τὸ γινώσκειν ὅ, τι καλὸν μὲν, μὴ πράσσειν δὲ αὐτό. τὸ γὰρ |[*]() ἔξω πόδας ἔχειν τοιοῦτόν ἐστι, μήτε ἐν αὐτῷ εἶναι τῷ εὖ πράττειν. ἀλλ᾿ ἐξ ἀνάγκης αὐτὸ προΐεσθαι.

c. ἢ οὕτω· λυπηρὸν, τὸν καλῶς ποιοῦντα κακῶς ἀκούειν.[*]()

[*]()a. καὶ μὰν κεῖνος Ἄτλας: καὶ μὴν καὶ ὁ Δημόφιλος τοσοῦτον ἔχει τὸ τῆς φυγῆς ἄχθος, ὅσον καὶ ὁ Ἄτλας τῷ φάρει πιεζόμενος διηνεκῶς προσπαλαίει τῷ οὐρανῷ.

b. φέρει δὲ τῷ Ἄτλαντι ὅμοιον ἄχθος Δημόφιλος τῆς πατρίδος καὶ τῶν κτημάτων μακρὰν χωρισθείς.[*]()

[*]()c. ἄλλως· ἀντὶ τοῦ, καὶ παρὰ θεοῖς τὰ πράγματα ποικίλας ἔχει τὰς μεταβολάς· ὁ γοῦν Ἄτλας κακῶς πάσχει τὸν οὐρανὸν βαστάζων. πρότερον εὐτυχῶν.[*]()

d. ἄλλως· Ἄτλας οὐρανῷ: λείπει τὸ ὡς. διὰ δὲ τούτου βούλεται σημαίνειν, ὅτι οὐκ ἀεὶ τὰ αὐτὰ μένει τῶν πραγμάτων, οὐχ ὅτι παρὰ ἀνθρώποις, ἀλλ᾿ οὐδὲ παρὰ θεοῖς.[*]()

[*]()a. λῦσε δὲ Ζεύς: ἀπέλυσε δὲ καὶ ὁ Ζεύς ποτε τοὺς Τιτᾶνας τῆς τιμωρίας, καίτοι ἐπιθεμένους αὐτοῦ τῇ ἀρχῇ καὶ μεταστῆσαι βουληθέντας. ἐγκαλοῦσι δέ τινες τῷ Πινδάρῳ, ὅτι οὐκ οἰκείως ἐπὶ τῆς διαλλαγῆς τὸν Ἄτλαντα παρείληφε· διηνεκῶς γὰρ μοχθεῖ.[*]()

b. λῦσε δὲ Ζεύς: τοῦτο εἴρηται πρὸς τὸ μὴ δεῖν ἐν ταῖς τιμωρίαις ἀδιάλλακτον ἔχειν τὸ ἔχθος μηδὲ ἀθανάτους ἔχειν τὰς λύπας.[*]()

c. ἄλλως· τοῦτο πρὸς τὴν παράκλησιν ἁρμόζει, ὅτι τοὺς Τιτᾶνας Ζεὺς ἔλυσεν ὑπὸ τοῦ Κρόνου δεθέντας.[*]()

[*]()a. ἐν δὲ χρόνῳ μεταβολαί: μεταβολαὶ γίνονται ἀνέμων.

[*]()b. ἐν χρόνῳ δὲ καὶ τὸ ἱστίον τῆς νεὼς εὐδιεινὴν ἔχει μεταβολὴν τοῦ χειμερινοῦ λωφήσαντος ἀνέμου.

[*]()ἀλλ᾿ εὔχεται οὐλομέναν νοῦσον: ἀλλὰ κατεύχεται Δημόφιλος ταύτην τὴν ἐνεστῶσαν ὀλεθριωτάτην νόσον τῆς φυγῆς διαντλήσας καὶ ἀποφυγὼν τὸν κατὰ τὴν Κυρήνην οἶκον θεάσασθαι, καὶ ἐπὶ τῇ τοῦ Ἀπόλλωνος κρήνῃ πάλιν συνήθως συμποσιάσαι καὶ τὴν ψυχὴν ἐκδοῦναι πρὸς φιλοφροσύνην καὶ συμπόσια.

[*]()ἐπ᾿ Ἀπόλλωνος: Ἀπόλλωνος κρήνην φησὶν, ἧς καὶ Καλλίμαχος (h. in Ap. 88) μνημονεύει· οἱ δ᾿ οὔπω πηγῇσι Κύρης ἐδύναντο πελάσσαι Δωριέες.

[*]()a. δαιδαλέαν φόρμιγγα: διόλου ἀπὸ κοινοῦ ληπτέον τὸ εὔχεται.

b. εὔχεται πολλάκις τὴν πεποικιλμένην κιθάραν ἐν σοφοῖς βαστάζων καὶ μουσικευόμενος ἐν τοῖς πολίταις λοιπὸν ἐν ἡσυχίᾳ εἶναι, μήτε τινὶ κακὸν προστριψάμενος, καὶ αὐτὸς δὲ ἀβλαβὴς ὢν τὸ λοιπὸν πρὸς τοὺς πολίτας.

[*]()c. τὸ δὲ ὅλον· ὥστε ἀπαγγεῖλαι τὰ ὑπὸ Πινδάρου αὐτῷ δεδομένα ποιήματα. θέλει δὲ εἰπεῖν, ὅτι καὶ μουσικός ἐστιν.

[*]()ἡσυχίᾳ θιγέμεν: ἀντὶ τοῦ ἡσυχίας. σύνηθες δὲ τὸ σχῆμα τῷ Πινδάρῳ.

[*]()a. παραγέγονε πρὸς τὸν Πίνδαρον ὁ Δημόφιλος, ἵνα αὐτὸν ἀξιώσῃ διὰ τοῦ ὕμνου διαλλάξαι αὐτὸν πρὸς τὸν Ἀρκεσίλαον.

[*]()b. καί κε μυθήσαιτο: καὶ δὴ εἴποι ἄν σοι, ὁποίαν εὗρε πηγὴν τῶν θείων ἐπῶν, ἀρτίως ἐπιξενωθεὶς καὶ ἐπιδημήσας ταῖς Θήβαις. τοῦτο δὲ ὡς πρὸς ἑαυτὸν, ὅτι θαυμαστῶς γράφει.

[*]()τέλος Ἀρκεσιλάου.