Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()a. ἆμαρ ἢ νυκτός: τοῦτο λέγει ὅτι ἢ νυκτὸς ἢ ἡμέρας συνελθόντες ταῖς Λημνιάσι γυναιξὶν οἱ ἥρωες ἔσχον ὑμᾶς.

[*]()b. τόθι γὰρ γένος Εὐφάμου: ἀποστρέφει τὸν λόγον πρὸς τὸν Ἀρκεσίλαον, ἐπεὶ Ἀριστοτέλης ὁ πρόγονος αὐτοῦ ἀπὸ τῶν Λημνίων γυναικῶν ἦν. οἱ γὰρ Ἀργοναῦται ἐν τῇ Λήμνῳ ταῖς Λημνιάσιν ἐπλησίασαν, ἐν οἷς καὶ Εὔφημος Λαμάχῃ συνελθὼν Λευκοφάνην ἐποίησεν· ἀφ᾿ ὧν Ἀριστοτέλης ὁ πρόγονος Ἀρκεσιλάου.

[*]()c. ἄλλως· τόθι γένος: διὰ τούτων τὴν ἐν ἀρχῇ πρόθεσιν συγκεφαλαιοῖ, καθ᾿ ἣν εἶπε (vs. 67 sqq.) τὸν Ἀρκεσίλαον ταῖς Μούσαις ἀποδώσειν καὶ τὸ πάγχρυσον νάκος κριοῦ· μετὰ γὰρ κεῖνο πλευσάντων Μινυῶν θεόπομποί σφισι τιμαὶ |[*]() φύτευθεν· τοῦ Εὐφήμου γεννήσαντος ἐκ τῆς Λημνίας τὸν τούτων ἀρχηγὸν τοῦ γένους. οἱ γὰρ ἀπὸ τούτων ἐκπεσόντες ἐκ Λήμνου εἰς Λακεδαίμονα παρεγένοντο, ἐκεῖθεν δὲ ἀπῴκησαν τὴν καλουμένην Καλλίστην νῆσον, Θήρα τὴν ἀποικίαν ἀγαγόντος, ἀφ᾿ οὗ Θήρα μετωνομάσθη.

d. διαποροῦσι δὲ, διατί μόνου Εὐφήμου μνημονεύει, πολλῶν ταῖς Λημνίαις πλησιασάντων· ἐπιλύεται δὲ ὁ Δίδυμος φάσκων, ὅτι ἀπὸ Εὐφήμου τούτου ἐγένετό τις καὶ ἕτερος Εὔφημος ὁ σὺν Βάττῳ τὴν Κυρήνην κτίσας, ὃν διὰ τὴν ὁμωνυμίαν ἀπ᾿ ἐκείνου τις ὑποτοπάσει εἶναι.

[*]()e. ἐγένοντο δὲ καὶ πλείους Εὔφημοι· πρῶτος ὁ Μηκιονίκης καὶ Ποσειδῶνος, δεύτερος ὁ Σάμου παῖς ἀπόγονος τοῦ πρώτου Εὐφήμου, τρίτος ὁ σὺν Βάττῳ. τέταρτος ὁ κατὰ τὸν Ἀρκεσίλαον, ὃν ξενολογήσοντα ἔπεμψεν ὁ βασιλεὺς καὶ τὸν Πυθικὸν ἀγῶνα ἀγνιούμενον.[*]()

[*]()a. ἄν ποτε Καλλίσταν ἀπῴκησαν χρόνῳ νᾶσον: Χαῖρις βούλεται γράφειν ἔν ποτε ἀντὶ τοῦ ἄν ποτε, κατὰ τὴν τοῦ Πινδάρου συνήθειαν.

[*]()b. τὸ δὲ ἑξῆς· οἱ δὲ ἀπὸ τῶν ἡρώων γεγενημένοι παῖδες καὶ τοῖς Λακεδαιμονίοις μιχθέντες κατὰ τὴν ζήτησιν τῶν πατέρων παρέβαλον εἰς τὴν Ἑλλάδα. καὶ εἰς τὴν Καλλίστην ποτὲ χρόνῳ ἀπῴκησαν.[*]()

[*]()c. Καλλίσταν: τὴν Θήραν. φησὶ Καλλίμαχος (fr. 112)· Καλλίστη τοπάροιθε, τὸ δ᾿ ὕστερον οὔνομα Θήρη.

[*]()ἔνθεν δ᾿ ὔμμι: ἐντεῦθεν δὲ, ἐκ τῆς Θήρας, τῷ Ἀρκεσιλάῳ ὁ Ἀπόλλων χρησμοῖς καὶ μαντείαις δέδωκε σὺν θεῷ τὸ τῆς Λιβύης πεδίον τιμαῖς αὔξειν τὸ θεῖον πόλισμα καὶ διοικεῖν τῆς τίμιον ἐχούσης θρόνον Κυρήνης· ἵνα ἐπὶ τὴν νύμφην τὸν λόγον ἀνάγωμεν.

[*]()a. ἄστυ: ἐλλείπει ὁ τέ. ἵν᾿ ᾖ· ἄστυ τε χρυσοθρόνου.

[*]()b. τὸ ἑξῆς· διανέμειν δέδωκεν ὑμῖν τὴν Κυρήνην καὶ διοικεῖν συνετὴν γνῶσιν εὑροῦσιν.

[*]()γνῶθι νῦν τὰν Οἰδιπόδα σοφίαν: προτρέπεται τὸν Ἀρκεσίλαον ὁ Πίνδαρος συνορᾶν αὐτοῦ τὸ αἴνιγμα. τὸ γὰρ Οἰδιπόδα σοφίαν τοῦτο βούλεται, ὅτι κἀκεῖνος τὸ τῆς Σφιγγὸς αἴνιγμα ἔλυσεν. ὃ δὲ αἰνίττεται, ἔστι τοιοῦτον. ἐστασίασάν τινες ἐν τῇ Κυρήνῃ κατὰ τοῦ Ἀρκεσιλάου, βουλόμενοι αὐτὸν μεταστῆσαι τῆς ἀρχῆς· ὁ δὲ ἐπικρατέστερος αὐτῶν γενόμενος ἐφυγάδευσεν αὐτοὺς τῆς πατρίδος. ἐν τοῖς οὖν στασιώταις ἦν καὶ ὁ Δημόφιλος, ὃς καὶ αὐτὸς ἀνάστατος γέγονε τῆς πατρίδος, καὶ φυγαδευθεὶς ἔρχεται εἰς Θήβας καὶ ἀξιοῖ τὸν Πίνδαρον (τινὲς δὲ, ὅτι καὶ τὸν μισθὸν τοῦ ἐπινίκου δίδωσι τῷ Πινδάρῳ αὐτός), ὥστε τῇ τοῦ ἐπινίκου γραφῇ διαλλάξαι αὐτὸν πρὸς τὸν Ἀρκεσίλαον. ἦν δὲ αὐτῷ καὶ πρὸς γένους.

[*]()a. εἰ γάρ τις ὄζους: περὶ Δημοφίλου ἀπολογεῖται τὸ αἴνιγμα. εἰ γάρ τις, φησὶ, περικόψει δρῦν, ὅμως δὲ καὶ τὸν καρπὸν ἀποβεβληκυῖα φέρει περὶ ἑαυτῆς ψῆφον γενομένη ἢ οὐδὸς ἤ τι ἄλλο τοιοῦτον· ὡς καὶ Ὅμηρος (φ 43)· οὐδόν τε δρύϊνον προσεβήσετο· ἢ τὸ πανέσχατον, εἴ ποτε πυρὸς χειμερίου χρεία γένηται, πρὸς ἀλέαν χρήσιμός ἐστιν.

[*]()b. ὁ δὲ νοῦς· εἰ γάρ τις μεγάλης δρυὸς ἐκκόψει κλάδους καὶ καταισχύνῃ αὐτῆς τὸ θαυμαστὸν εἶδος τῇ τῶν ἀκρεμόνων περικοπῇ, ὅμως καὶ φθινόκαρπος οὖσα ψῆφον περὶ αὑτῆς δίδωσιν, ὅτι δύναται εἴς τι χρησιμεύειν καὶ ἄκαρπος οὖσα, ὅταν αὐτῇ κατὰ τὸν χειμῶνα πῦρ λοίσθιον ἐπιγένηται.

[*]()μόχθον ἄλλοις: ἀλλὰ τοῖς βαστάζουσιν ἢ τοῖς λῃστεύειν βουλομένοις, διὰ τὸ μηκέτι δύνασθαι ἐστεγασμένης τῆς οἰκίας.

[*]()a. ἐσσὶ δ᾿ ἰατήρ: οὐχ ὅτι ἰατρὸς ἦν ὁ Ἀρκεσίλαος, ἀλλ᾿ ὅτι ἐνόσει τὴν φυγὴν ὁ Δημόφιλος. φησὶ γοῦν· δεῖ αὐτὸν πρὸς σοῦ θεραπεύεσθαι.

[*]()b. ἄλλως· ἐσσὶ δ᾿ ἰατήρ: θεραπευτικὸς τῆς παρούσης καταστάσεως. |[*]() τοῦτο γὰρ δηλοῖ τὸ ἐπικαιρότατος.

[*]()a. Παιάν τέ σοι: ὁ δὲ Ἀπόλλων σοι τετίμηκε τὴν ζωήν. τῇ μέντοι τροπῇ ἐπιμένει διόλου· ἰατρικῆς γὰρ προστάτης ὁ θεός.

b. ἄλλως· Παιάν τέ σοι: καὶ αὐτός σοι ὁ Παιὰν τὴν εἰς τοῦτο δύναμιν παρέχεται. ποιεῖται δὲ τὸν λόγον ὑποψίας ἐνεστώσης τοῖς Κυρηναίοις πρὸς τὸν Ἀρκεσίλαον καὶ ταραττομένων αὐτῶν ὑπ᾿ ἐκείνου ἢ ἐλαττουμένων παραιτούμενος καταστῆσαι τὴν πόλιν ἐπὶ τὸ ἀρχαῖον.

[*]()a. χρὴ μαλακάν: προσήκει σε πραεῖαν ἐπιφέροντα τὴν χεῖρα θεραπεύειν τὴν τοῦ ἕλκους τρῶσιν, καὶ μὴ τὰς ἀλγηδόνας τρίβειν.

[*]()b. καὶ ταῦτα μεταφορικῶς ἀκουστέον. δεῖ, φησὶν, μαλακὴν προσφέροντα τὴν χεῖρα τὴν τοῦἕλκους τρῶσιν θεραπεύειν.

[*]()ῥᾴδιον μὲν γάρ: τὸ μὲν γὰρ διασεῖσαι πόλιν καὶ τοῖς ἀσθενεστέροις ῥᾴδιόν ἐστι, μή τοί γε δὴ τοῖς ἐν δυνάμει κειμένοις· οἷον εἰώθαμεν λέγειν, τὸ κακὸν ῥᾴδιον ποιῆσαι· ἀλλὰ διασεισθεῖσαν πόλιν ἐπὶ χώρας καταστῆσαι δυσχερές ἐστιν, ἐὰν μὴ θεὸς ἡγῆται τοῖς δυναστεύουσιν εἰς τὸ αὐτὸ πειρωμένοις ἀγαγεῖν κατάστημα.

[*]()a. τὶν δὲ τούτων: διπλῆ ἐστιν ἡ διάνοια. καὶ οἱ μὲν οὕτως ἀποδεδώκασι· σοὶ δὲ τούτων αἱ χάριτες καταπράττονται, ἐὰν τῆς Δημοφίλου φυγῆς φροντίσῃς. οἱ δὲ οὕτως· ὅτι μάλιστα παρὰ σοῦ αἱ τοιαῦται χάριτες γίνονται καὶ πράξεις περὶ τῶν διοικουμένων ἐν τῇ βασιλείᾳ.

b. ἄλλως· σοὶ δὲ τοῦ κυβερνᾶσθαι ὑπὸ θεῶν ἐκτελοῦνται χάριτες.

[*]()c. ἢ οὕτως· σοὶ δὲ καὶ τοῦ κατορθῶσαι ὑπὸ θεῶν αἱ χάριτες ὑπόκεινται.

d. ἢ οὕτως· σοὶ δὲ καὶ τοῦ ὀρθῶσαι τὴν πόλιν αἱ χάριτες ἐξυφαίνονται ὑπὸ θεῶν ἢ παρὰ τῶν θεῶν κατασκευάζονται, τουτέστιν ἔχεις παρὰ θεῶν δεδωρημένον τὸ δύνασθαι τὴν πόλιν εἰς τὸ ἀρχαῖον ἀποδοῦναι κατάστημα. διό φησι τλῆθι.

[*]()e. ἰδίως δὲ τῷ τλᾶθι κέχρηται· ἔστι γὰρ ὑπόμενε, τελευτᾷ δὲ εἰς τὸ πρᾴως φέρε τὰ ἡμαρτημένα.

[*]()τλᾶθι τᾶς εὐδαίμονος: ὑπόμεινον περὶ τῆς εὐδαίμονος Κυρήνης πᾶσαν ἔχειν σπουδὴν, ὡς καὶ τῆς πόλεως λυπουμένης καὶ ζητούσης τοὺς φυγαδευθέντας πολίτας, καὶ ὀφείλοντος αὐτοῦ τιμῆσαι τὸ δαιμόνιον.

[*]()τῶν δ᾿ Ὁμήρου: τῶν δὲ Ὁμήρου καὶ τόδε σύνες τὸ ῥῆμα, οἷον κατὰ μνήμην ἔχε καὶ τίμα. διὰ γὰρ τοῦ πόρσυνε καὶ τόδε ἀκουστέον. ἐκείνου δὲ τοῦ ἔπους μέμηται τοῦ (Ο 207)· ἐσθλὸν καὶ τὸ τέτυκται, ὅτ᾿ ἄγγελος αἴσιμα εἰδῇ. τοῦτο δὲ πρὸς ἑαυτὸν ὁ Πίνδαρος ἀνάγει, ὅτι ὀφείλεις μοι πεισθῆναι πρεσβεύοντι ὡς ἀγαθῷ ἀγγέλῳ.

[*]()a. αὔξεται καὶ Μοῖσα δι᾿ ἀγγελίας: ἀντιστρόφως εἶπε· θέλει γὰρ εἰπεῖν· αὔξεται ἀγγελία διὰ μούσης τῆς ἑαυτοῦ.

b. αὔξεται καὶ ὀρθὴ γίνεται ἡ ἀγγελία, τουτέστι διὰ τῆς ποιήσεως· αὕτη γὰρ ἡ ἀγγέλλουσα καὶ συμβουλεύουσα τῷ Ἀρκεσίλᾳ διαλύσασθαι πρὸς τοὺς πολίτας.

[*]()c. ὁ δὲ λόγος· αὔξεται καὶ ἡ ποίησις δι᾿ ὀρθῆς ἀγγελίας καὶ παιδείας.

[*]()a. ἐπέγνω μὲν Κυράνα: ἐπέγνω ἐπειράθη, οἷον γνῶσιν ἔσχεν.

b. ἄλλως· ἐπέγνω μὲν ἡ Κυρήνη καὶ ὁ τοῦ Βάττου οἶκος, τουτέστι τὸ σὸν ὦ Ἀρκεσίλαε οἴκημα, τὴν δικαιοσύνην τῶν Δημοφίλου φρενῶν.

[*]()Βάττου μέγαρον δικαίαν: ἤτοι δικαίαν παροξυτόνως, ἵν᾿ ᾖ τὴν δίκην, ὡς καὶ τὴν ἀρχὴν ἀρχαίαν παραγώγως· ἢ περισπωμένως, ἵν᾿ ᾖ δικαίων Δημοφίλου πραπίδων.

[*]()a. κεῖνος γὰρ ἐν παισίν: ἐκεῖνος γὰρ ὁ Δημόφιλος ἐν μὲν παισὶ τὴν ἡλικίαν νεώτερός ἐστιν, ἐν δὲ φρεσὶ πρεσβύτερος τὸ φρόνημα, ὥσπερ ἂν ἑκατονταετεῖ χρόνῳ ἐπιτυχών· οἱονεὶ οὕτω φρόνιμός ἐστιν ὡσπερεὶ ἑκατονταετὴς ἀνήρ.

b. ἄλλως· οὕτως ἐστὶ φρόνιμος ὡς πολυετὴς ἀνήρ. ἐὰν δὲ κυρίως ἀκούηται, ἀπεμφαίνει· ὁ γὰρ ἑκατονταετὴς παραφρονεῖ. δεῖ οὖν μεταλαμβάνειν εἰς τὸ πολυετής. ὡς τὸ (Υ 247)· οὐδ᾿ ἂν νηῦς ἑκατόνζυγος.

[*]()c. τουτέστι, φρόνιμός ἐστιν ὡς πολυέτης ἀνήρ.

[*]()a. ὀρφανίζει μὲν κακὰν γλῶσσαν: ἐρημοῖ, ἀποχωρίζει. τουτέστιν ἥκιστα κακολογεῖ.

b. ἄλλως· τῆς ἐλευθερίου φωνῆς τὴν κακὴν καὶ λοίδορον γλῶσσαν χωρίζει, [ἤτοι] οὐκ ἔστιν ὑβριστής.

c. ὁ δὲ νοῦς· ἀποχωρίζει μὲν τῆς ἐλευθερίου αὐτοῦ φωνῆς τὴν κακογλωσσίαν, ἔμαθε δὲ βδελύττεσθαι τοὺς ὑβριστὰς, |[*]() οὔτε μὴν τοῖς ἀγαθοῖς ἐξεναντίας φιλονεικεῖ, οὐδὲ τὸ τῶν πραγμάτων τέλος πρὸς ἄνυσιν μηκύνει· ὁ γὰρ ἐν ἀνθρώποις καιρὸς, οἱονεὶ βίος, βραχὺ ἔχει τὸ μέτρον· οἱονεὶ, ἡ τῶν πραγμάτων εὐκαιρία ῥᾳδίαν ἔχει τὴν παραδρομήν.

[*]()d. ἄλλως· τῆς ἑαυτοῦ φανερᾶς καὶ ἐκλάμπρου φωνῆς ὀρφανίζει τὴν κακὴν γλῶσσαν, ὅ ἐστι τὴν κακολογίαν.

e. ἢ οὕτω· τὴν κακὴν γλῶτταν τῆς φανερᾶς φωνῆς ὀρφανὴν ποιεῖ· οἷον οὐδὲν φθέγγεται κακόν.

[*]()f. κακὴν γλῶτταν ὀρφανὴν φωνῆς ἔχει. ἥκιστα κακολογεῖ.

[*]()οὐκ ἐρίζων ἀντία τοῖς ἀγαθοῖς: τὸ χ΄, ὅτι ἐκ τῶν Ἡσιόδου Ἔργων (716) εἴληπται· ἐκεῖνος γὰρ παραινεῖ μὴ ὁμιλεῖν τοῖς κακοῖς μηδὲ ἐπιπλήττειν μηδὲ ψέγειν τοὺς ἀγαθούς· μηδὲ κακῶν ἕταρον, μήδ᾿ ἐσθλῶν νεικητῆρα. Ὅμηρος δὲ τὸν Θερσίτην εἰσήγαγε φιλόκακον καὶ μισάγαθον· ὅσους γὰρ ὁ ποιητὴς ἐγκωμίακε κατ᾿ ἀρετὴν, τούτους ἔψεγε. διὸ καὶ ἔλεγεν (B 220)· ἔχθιστος δ᾿ Ἀχιλῆϊ μάλιστ᾿ ἦν ἠδ᾿ Ὀδυσῆϊ.[*]()