Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()a. πότνια δ᾿ ὀξυτάτων: ἡ δὲ δέσποινα τῶν ὀξυτάτων βελῶν τὴν ποικίλην τῇ τριχώσει ἴυγγα τὴν τετράκνημον ἐξ οὐρανοῦ καταγαγοῦσα ἐν τῷ ἀλύτῳ ὑποζεύξασα τροχῷ συνέπραττε τῷ Ἰάσονι.[*]()

[*]()b. ὀξυτάτων δὲ βελέων τῶν ἐρωτικῶν.

[*]()a. ποικίλαν ἴυγγα τετράκναμον: ἴυγξ ὄρνεον πεποικιλμένον τῇ τριχώσει, μακροτράχηλον, γλῶσσαν ἔχον ἐπιπολὺ ἐκτεταμένην, πυκνῶς περιστρεφόμενον καὶ περιδινοῦν τὸν τράχηλον. τοῦτο τὸ ὄρνεον δοκοῦσιν αἱ φαρμακίδες εὐθετεῖν αὐταῖς εἰς τὰς ἐρωτικὰς ἐπῳδάς· λαμβάνουσαι γὰρ αὐτὸ δεσμεύουσιν ἐκ τροχοῦ τινος, ὃν περιρρομβοῦσιν ἅμα ἐπᾴδουσαι. οἱ δέ φασιν, ὅτι τὰ ἔντερα αὐτοῦ ἐξελκύσασαι καθάπτουσι τῷ τροχῷ. ταύτην οὖν, φησὶ, τὴν ἴυγγα πρῶτον Ἀφροδίτη ἐκ τοῦ Ὀλύμπου ἤνεγκεν εἰς ἀνθρώπους καὶ ἔδωκεν Ἰάσονι, καὶ ἐδίδαξεν αὐτὸν τὰς ἐπῳδὰς τὰς ἐρωτικὰς, ἵν᾿ ἐκμήνας τὴν Μήδειαν ποιήσῃ συμμαχεῖν αὐτῷ. κνῆμαι δὲ τὰ μέσα τῶν τροχῶν ξύλα. ἔστι δὲ καὶ μεταφορικῶς ἀκοῦσαι τὰς πτέρυγας πόδας εἰρημένας, καὶ κατὰ τὸ ἀνάλογον δηλονότι. οὐ γὰρ ἁπλῶς ἐκδεσμεύεται ἐκ τοῦ τροχοῦ τετρακνήμου ὄντος, ἀλλ᾿ ἄνωθεν μὲν ἐκ τῶν δύο πτερύγων, κάτωθεν δὲ ἐκ τῶν δυεῖν ποδῶν. τινὲς δὲ τετρακνήμον᾿ ἀνέγνωσαν, ἵν᾿ ᾖ, ἐν τῷ τετρακνήμονι κύκλῳ.[*]()

b. ζητεῖται, πῶς τετράκνημον τὴν ἴυγγά φησιν· οὐδὲ γὰρ λόγου ἔχεται κατὰ τοῦ τροχοῦ ἀκούειν· οὐδὲ γὰρ τετράκνημον κύκλῳ. ῥητέον οὖν, ὅτι κατά τινας ὁμωνύμως ὁ τροχὸς τῷ ζῴῳ ἴυγξ λέγεται, ὅν φασιν ἔχειν τέσσαρας κνήμας. ἔστι δὲ καὶ μεταφορικῶς νοῆσαι, ὡς προείπομεν.

[*]()a. λιτάς τ᾿ ἐπαοιδάς: τὰς δὲ φαρμακευτικὰς ἐπαοιδὰς ἐξεδίδαξεν ἡ Ἀφροδίτη τὸν σοφὸν Ἰάσονα.

b. λιτάς τ᾿ ἐπαοιδάς: λιτανευτικὰς, καθὸ οἱ ταῖς ἐπαοιδαῖς χρώμενοι λιτανεύουσι τοὺς θεοὺς καὶ εὔχονταί τινα γενέσθαι αὐτοῖς. πρὸς τί οὖν ἐδίδαξε τὰς ἐπαοιδάς; ἵνα ἡ Μήδεια, ἣν προσεφέρετο αἰδῶ πρὸς τοὺς γονεῖς, ταύτην μὴ κατέχῃ, ἀλλ᾿ ἀναιδὴς γενομένη καταλίπῃ μὲν αὐτοὺς, πρόσθηται δὲ τῷ ξένῳ.

[*]()ποθεινὰ δ᾿ Ἑλλάς: ἡ ποθεινὴ δὲ Ἑλλὰς αὐτὴν τῇ τῆς Πειθοῦς μάστιγι κατὰ τὴν φρένα καιομένην διακινοίη καὶ παρασκευάσαι συναπᾶραι τοῖς Ἀργοναύταις.

[*]()καὶ τάχα πείρατ᾿ ἀέθλων: καὶ ταχέως τῷ Ἰάσονι ἡ Μήδεια ὑπετίθετο τὰ πέρατα καὶ τὰ τέλη τῶν ἄθλων, ὧν ἔμελλεν αὐτῷ ἐπιτάττειν ὁ πατὴρ αὐτῆς Αἰήτης.

[*]()σὺν δ᾿ ἐλαίῳ: ἡ Μήδεια κατέχρισε τὸν Ἰάσονα διὰ τοὺς πυρπνόους ταύρους. πρῶτον γὰρ ὁ Αἰήτης ζεύξας αὐτοὺς καὶ καταγωνισάμενος προέθηκε τῷ Ἰάσονι· ἵνα οὖν μηδὲν ὑπὸ τοῦ πυρὸς πάσχῃ, φάρμακα ἐλαίῳ μίξασα ἔδωκεν Ἰάσονι ἡ Μήδεια.

[*]()ἀντίτομα δὲ εἶπε τὰ ἀλεξιφάρμακα κατὰ μεταφορὰν τὴν ἀπὸ τῶν ῥιζοτόμων· ἁπλούστερον γὰρ τῇ ἰατρικῇ χρώμενοι τὰ πολλὰ τῶν παθημάτων ῥίζαις ἀπεθεράπευον, ἃς τέμνοντες ἐπετίθεσαν, ὡς Πάτροκλος (Λ 846)· ἐπὶ δὲ ῥίζαν βάλε πικρήν χερσὶ διατρίψας.

[*]()καταίνησάν τε: κατῄνεσαν δὲ καὶ συνέθεντο κοινὸν ποιῆσαι τὸν γάμον τὸν γλυκὺν καὶ ἀλλήλοις μιγῆναι.[*]()

[*]()a. ἀλλ᾿ ὅτ᾿ Αἰήτας: ὅτε δὲ ὁ Αἰήτης ἐν μέσοις τὸ ἀδαμάντινον κατέθηκεν ἄροτρον καὶ τοὺς βοῦς, οἵτινες φλόγα ἀπέπνεον τῶν ξανθῶν γενύων καιομένου πυρὸς, καὶ ταῖς χαλκαῖς αὐτῶν ὁπλαῖς ἐπέξεον καὶ ἐπεχάραττον τὴν γῆν ἐπιστρεφόμενοι κατὰ τὴν πορείαν.[*]()"

[*]()b. ἀδαμάντινον: οἱ μὲν ὡς ἐκ τῆς τοῦ ἀδάμαντος φύσεως τὸ ἰσχυρὸν ἤκουσαν, οἱ δὲ ὅτι ἀληθῶς ἐξ ἀδάμαντος ἦν.

[*]()c. εἶχε γὰρ ὁ Αἰήτης χαλκόποδας ταύρους, οἳ τοὺς προσπελάζοντας κατέκαιον προχέοντες πῦρ τῶν μυκτήρων, οὓς ὁ Αἰήτης καταζεύξας εἰς μέσον ἤγαγε καὶ ἠροτρίασε τὴν γῆν, εἶτα λύσας ἐκέλευσε τὸν Ἰάσονα ζευγνύειν.

d. ἄλλως· τοὺς πυρίπνους ταύρους Ἀντίμαχος ἐν Λύδῃ (fr. 9) Ἡφαιστοτεύκτους λέγει. καὶ Σοφοκλῆς . . . . . . δὲ χαλκοῦς βοῦς ἀδερμάτους φησίν· χαλκοσκελεῖς γὰρ . . . . . . . . . ἐν ἐκπνέουσι πνευμάτων ἄπο· φλέγει δὲ μυκτὴρ, ὥσ . . . . (Soph. fr. 312) καὶ Ἀπολλώνιος (3, 409)· δύω πεδίον τὸ Ἀρήϊον ἀμφινέμονται ταῦροι χαλκόποδες, στόματι φλόγα φυσιόωντες.[*]()

[*]()σκίμψατο: ἤρεισεν, ἐπὶ τῆς γῆς κατέθηκεν.

[*]()ὁπλαῖς ἀμειβόμενοι: οἱ ταῦροι προβαίνοντες. τὸ γὰρ ἀμειβόμενοι οὕτως ἀκουστέον· τοὺς πόδας ἐναλλάσσοντες κατὰ τὴν πορείαν.

[*]()ὀρθὰς δ᾿ αὔλακας: τὰς εὐθείας τοῦ ἀρότρου τομὰς· διὸ καὶ αὔλακες εἴρηνται παρὰ τὸν αὐλόν. πᾶν δὲ ἐπίμηκες οὕτω φασίν.[*]()

[*]()ἐντανύσαις: ἐντείνας δὲ ἤλαυνε, καὶ ἐπ᾿ εὐθείας ἔτεμνε τὰς αὔλακας, καθ᾿ ἃς ὀργυιὰν (μέτρον δέ ἐστιν) ἔσχιζε τὴν γῆν εἰς βάθος κάτω τῷ ἀρότρῳ.[*]()

[*]()a. ἀναβωλακίας δ᾿ ὀργυιάν: μέτρον τι ἡ ὀργυιά. φησὶν οὖν, ὅτι διέτεμνε τὰς αὔλακας ὀργυιᾶς μέτρον ἐχούσας κατὰ τὸ βάθος.

b. ὁ δὲ λόγος· τῆς δὲ ἀναβωλακίας γῆς τὸν νῶτον ἔσχιζεν ἐπ᾿ ὀργυιάν. ἀναβωλακίας δὲ, τῆς ἐν τῇ τμήσει τοὺς βώλους ἀναπεμπούσης.

[*]()ἔειπε δ᾿ ὧδε: ὁ νοῦς· οὕτω δὲ ἔλεγεν ὁ Αἰήτης· τοῦτο τὸ τῆς γεωργίας ἔργον ἐμοὶ τελειώσας ὃς τῆς νεὼς προηγεῖται, τὴν ἄφθαρτον στρωμνὴν τὸ κῶας ἀφαιρείσθω, τὸ κάλλιστον ὂν τῇ χρυσῇ μαλλώσει.

[*]()a. ἄφθιτον στρωμνάν: τὸ κῶας, ὅτι τοπαλαιὸν ἐπ᾿ αὐτῶν ἐκοιμῶντο.

[*]()b. ἄλλως· ἄφθιτον στρωμνὴν εἶπε τὸ δέρος τοῦ κριοῦ, τὸ κώδιον· οἱ γὰρ ἀρχαῖοι ὑπεστρώννυντο τὰ κώδια, ἀφ᾿ οὗ καὶ κῶμα ὁ ὕπνος, διὰ τὸ ἐπὶ κωδίων αὐτοὺς κοιμᾶσθαι. Ἀριστοφάνης (eq. 400)· εἴ σε μὴ μισῶ, γενοίμην ἓν Κρατίνου κώδιον.

c. ἄφθιτον δὲ αὐτὸ εἶπε, καθὸ χρυσοῦν ἦν· ὁ δὲ χρυσὸς ἄφθαρτος. καὶ ἡ Σαπφώ (fr. 142) . . . . . ὅτι Διὸς παῖς ὁ χρυσός, κεῖνον οὐ σὴς οὐδὲ κὶς δάπτει, βροτεᾶν † φρένα κράτιστον φρενῶν (Pind. fr. 222).

[*]()θυσάνῳ: τῷ μαλλῷ. θύσανοι γὰρ οἱ κροσσοὶ ἀπὸ τοῦ θύσσεσθαι καὶ παραιωρεῖσθαι· νῦν δὲ ἐπὶ τῶν μαλλῶν τέταχε· καὶ γὰρ οὗτοι θύσσονται διὰ τὸ εὐτραφές.

[*]()a. ὣς ἄρ᾿ αὐδάσαντος ἀπὸ κροκόεν: ἢ τὸ κροκοβαφές, ἢ τὸ ὑφαντὸν παρὰ τὴν κρόκην.

b. ὁ δὲ νοῦς· ἀπορρίψας δὲ ὁ Ἰάσων τὸ κροκωτὸν ἱμάτιον, πειθόμενος δὲ καὶ πεποιθὼς τῇ Ἀφροδίτῃ εἴχετο τοῦ ἔργου τοῦ ἀροτριᾶν. ἦν δὲ θεῷ πίσυνος, τῷ Ἔρωτί φησιν ἢ τῇ Ἀφροδίτῃ ἢ τῷ Διί.[*]()

[*]()a. πῦρ δέ νιν οὐκ αἰόλει: πῶς τὸ πῦρ οὐκ ἐτάρασσε τὸν Ἰάσονα, ὁ μὲν Πίνδαρος οὐκ ἐξέθετο· ἡ δὲ ἱστορία οὕτως. ἐκέλευσεν ἡ Μήδεια τῷ Ἰάσονι μὴ ἐλαύνειν πρὸς τὸν ἀντιφυσῶντα ἄνεμον τοὺς βόας, ἴνα μὴ τὸ πῦρ ἀντικειμένης τῆς πνοῆς [βλάψῃ τοῦτον, ἀλλ᾿] ὄπισθεν φερομένης ὥσπερ συντρεχούσης καὶ ὀξυνούσης εἰς τοὔμπροσθεν τὴν τῆς φλογὸς ἀποφύσησιν· ἐκέλευσε δὲ καὶ συμπεράσαντα τὴν αὔλακα ἀπὸ τοῦ ἐκείνης τέλους μὴ ἄρχεσθαι, ὅπερ ἔθος τοῖς ἀροτριῶσιν, ἀλλ᾿ ἀναποδίσαντα οὕτω πάλιν ἄρχεσθαι διὰ τὰ πνεύματα τὰ ἀντικείμενα, ὡς ἔφαμεν.[*]()

b. ὁ δὲ νοῦς· τὸ δὲ πῦρ αὐτὸν οὐκ ἐτάρασσε ταῖς ἐντολαῖς τῆς Μηδείας πεισθέντα. αἰόλλειν δὲ τὸ ταράσσειν. αἰόλησις γὰρ ἡ κινήσις. ὡς καὶ Ὅμηρος (υ 27)· αἰόλλει, μάλα δ᾿ ὦκα λιλαίεται ὀπτηθῆναι.[*]()

[*]()ξείνας ἐφετμαῖς: ταῖς μαγείαις, ἃς ἐπετείλατο τῷ πυρὶ. ἢ ὅτι ἐνετείλατο αὐτῷ τούτοις τοῖς φαρμάκοις ἀλειψάμενον οὕτως ἔρχεσθαι, καὶ ἐσῴζετο αὐτῆς ταῖς ἐντολαῖς.[*]()