Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()a. ἀμπνοὰν δ᾿ ἥρωες: ἀναπνεύσαντες δὲ οἱ ἥρωες ἔστησαν σημείοις, τοῖς τοῦ Διὸς δηλονότι, πειθόμενοι, ὡς πρὸ τούτου ἀγωνιώντων αὐτῶν.

b. ἀμπνοὰν δὲ ἔστησαν, περιφραστικῶς ἀνέπνευσαν.

[*]()κάρυξε δ᾿ αὐτοῖς: ἀνεκήρυξε δὲ αὐτοῖς ὁ μάντις σπουδαιότερον ἐμβαλεῖν ταῖς κώπαις καὶ ἐρέττειν, ἡδείας ὑποφαίνων ἐλπίδας· ἡ δὲ κωπηλασία ἐχώρει ἐκ τῶν ταχειῶν χειρῶν τῶν Ἀργοναυτῶν, ἄκορος οὖσα. ἐκ δὲ τούτου τὸ ἄγαν αὐτῶν κατὰ τὴν εἰρεσίαν πρόθυμον ἐμφαίνει.

[*]()a. ἐνίπτων: λέγων. καὶ Ὅμηρος ἐνίψω φησίν.

b. ἐνίψαι δὲ ἀντὶ τοῦ εἰπεῖν· ὡς οὐ τοῦτον ἐγώ ποτε μῦθον ἐνίψω (β 137).

[*]()εἰρεσία δ᾿ ὑπεχώρησεν: ἡ εἰρεσία ἐχώρησεν αὐτοῖς, τουτέστι προέβη αὐτοῖς ἡ εἰρεσία.

[*]()ἄκορος δὲ, τουτέστιν οὐκ ἐλάμβανον κόρον ἐλαύνοντες. ἀλλ᾿ ἦσαν πρόθυμοι.

[*]()σὺν νότου δ᾿ αὕραις: σὺν δὲ ταῖς τοῦ νότου πνοαῖς εἰς τὸ ἄξεινον τοῦ πόντου στόμα παρεγένοντο, ἔνθα καὶ προκαθιερωμένον εὑρόντες βωμὸν ἔκτισαν καὶ αὐτοὶ Ποσειδῶνος τέμενος, καὶ δεξάμενοι Θρᾳκικοὺς ταύρους πυρροὺς τὴν χροιὰν ἱερούργησαν τῷ θεῷ.

[*]()a. φοίνισσα δὲ, πυρρὰ, ἀπὸ τοῦ χρώματος.

[*]()b. τὸ δὲ σημεῖον, ὅτι φοίνισσαν εἶπεν ἀπὸ τοῦ φοινικέου σχηματίσας.

c. Ὅμηρος μέντοι οἰκείως τῇ τοῦ ὕδατος φύσει καὶ τῷ Ποσειδῶνι ἀπονέμει τὰ θύματα (γ 6)· ταύρους παμμέλανας ἐνοσίχθονι κυανοχαίτῃ.

[*]()ταύρων ὑπᾶρχεν: ἀντὶ τοῦ ἡγεῖτο τῆς καθιδρύσεως.

[*]()a. μεταφορικῶς δὲ λέγει βωμοῖο θέναρ τὸ πλάτος αὐτοῦ· τῶν γὰρ χειρῶν θέναρ καλοῦσι τὸ πλατύ. τὸ δὲ ἢ ἀπὸ τοῦ θεῖναι πεποίηται τὸ ὄνομα ἢ ἀπὸ τοῦ θένειν ἐν αὐτῷ.

b. ἄλλως· βωμοῖο θέναρ. τὸ τοῦ βωμοῦ κοίλωμα τὸ ὑποδεχόμενον τὰ θύματα.

c. ἀπὸ κοινοῦ δὲ τὸ ὑπῆρχεν ἀκουστέον· ὑπῆρχε βωμοῖο θέναρ, κατὰ περίφρασιν ὁ βωμὸς, καὶ ὑπῆρχεν ἀγέλη Θρᾳκικῶν ταύρων.

[*]()ἐς δὲ κίνδυνον βαθὺν ἱέμενοι: ἐς δὲ τὸν ὑψηλότατον κίνδυνον προθυμίαν ἔχοντες καὶ σπουδὴν τὸν τῶν νεῶν ἔφορον καὶ δεσπότην καθικέτευον τῶν συνδρομάδων πετρῶν ἐκφυγεῖν τὴν ἀκαταμάχητον δύναμιν καὶ κίνησιν καὶ μὴ καταληφθῆναι ὑπ᾿ αὐτῶν. φασὶ δὲ τὰς Κυανέας πέτρας πάλαι ἐπικινεῖσθαι τῷ πελάγει καὶ συμπίπτειν ἀλλήλαις.

[*]()συνδρόμων κινηθμόν: Ὅμηρος μὲν ἐκτοπίζει τὸν Ἰάσονος πλοῦν (μ 69)· οἴη δὴ κείνη γε παρέπλω ποντοπόρος νηῦς, καὶ τὰ ἑξῆς· οἱ δὲ νεώτεροι πόντον ὑφίστανται δύο νησίδια σκοπελοειδῆ ἀλλήλοις συρρηγνύμενα. καὶ ἴσως Ὅμηρος οὐδὲ αὐτὰς τὰς πέτρας ἐπικυλίεσθαί φησιν, ἀλλὰ τὰ κύματα ἐγειρόμενα μεταξὺ ταῖς πέτραις προσρήσσειν τὰς ναῦς. φησὶ γοῦν (μ 71)· καί νύ κε τὴν ἔνθ᾿ ὦκα βάλεν μεγάλας ποτὶ πέτρας, ὅτι τὴν ναῦν προσέρρηξεν ἂν τῇ πέτρᾳ τὸ κῦμα, καὶ οὐκ αὐτὴ ἡ πέτρα συνεκρότησε τῇ ἑτέρᾳ· οἱ δὲ νεώτεροι συντρέχειν φασίν. ὁ δὲ Πίνδαρος προστερατεύεταί τι λέγων ὅτι δίδυμαι ἦσαν ζωαί.[*]()

[*]()δίδυμαι ζωαί: ζώσας αὐτὰς εἶπε διὰ τὴν κίνησιν. ἔστι δὲ διθυραμβικὸν τὸ τῆς τοιαύτης ἑρμηνείας· πολλάκις γὰρ ἐπὶ τὸ κοῦφον ἀνάγονται.[*]()

[*]()κυλινδέσκοντό τε: ἐπεκυλίοντο δὲ ἀλλήλαις αἱ πέτραι ταχύτερον ἤπερ αἱ τῶν ἠχητικῶν ἀνέμων πνοαί.

[*]()a. ἀνέμων στίχες: τάξεις καὶ ὁρμαί. ἴσως δὲ ἀπὸ τοῦ στίζειν τὴν θάλασσαν· στιγμῇ γὰρ ἔοικε τὸ φρικάζον. καὶ Ὅμηρος (Ξ 16)· ὡς δ᾿ ὅτε πορφύρει πέλαγος μέγα.[*]()

[*]()b. ἀλλ᾿ ἤδη τελευτάν: ἀλλὰ λοιπὸν τελευτὴν καὶ θάνατον αὐταῖς ταῖς πέτραις ὁ τῶν Ἀργοναυτῶν πλοῦς ἐπήγαγεν. οἰκείως δὲ τελευτὰν ἐπήγαγεν, ὡς πρὸς τὸ ζωάς· καὶ γὰρ εἵμαρτο διαπλευσάσης νεὼς ῥιζωθῆναι τὰς πέτρας τῷ πελάγει.

c. ἄλλως· ὥσπερ διὰ τὴν κίνησιν ζωὰς αὐτὰς εἶπεν, οὕτω διὰ τὴν στάσιν τῆς κινήσεως τελευτὴν ἐπήγαγεν.

[*]()a. ἐς Φᾶσιν δ᾿ ἔπειτεν: ἔπειτα εἰς τὸν Φᾶσιν ποταμὸν ἦλθον παρ᾿ αὐτῷ τῷ ταχεῖ Αἰήτῃ, ἔνθα τοῖς καταπληκτικοῖς Κόλχοις τὴν ἑαυτῶν ἰσχὺν προσήγαγον καὶ προσέμιξαν, περιφραστικῶς παρεγένοντο.[*]()

b. Φᾶσις δὲ ποταμὸς Σκυθίας τῆς κατὰ τὴν Ἀσίαν· ἔστι γὰρ καὶ ἑτέρα Εὐρώπης πλησίον τῆς Μαιώτιδος λίμνης καὶ τοῦ Τανάιδος ποταμοῦ. τούτου καὶ Ἀπολλώνιος μνημονεύει (2, 401)· Φᾶσις δινήεις εὐρὺν ῥόον εἰς ἅλα βάλλει. 381 a B

[*]()κελαινώπεσσιν: οἱ μὲν τοῖς καταπληκτικοῖς τὴν ὄψιν· τὸ γὰρ κελαινὸν ἐπὶ τῆς καταπλήξεως λαμβάνουσιν· οἱ δὲ, ὅτι Αἰγυπτίων ἄποικοί εἰσιν οἱ Σκύθαι, διὰ τοῦτο καὶ μελανόχροας αὐτοὺς εἶναι λέγουσιν. δοκοῦσι δὲ καὶ Αἰγυπτίων εἶναι ἄποικοι. ἔχουσι δὲ καὶ λινουργοῦσι τὴν καλάμην, ὤσπερ Αἰγύπτιοι. Καλλίμαχος (fr. 265)· Κολχίδος ἐκ καλάμης.[*]()

[*]()a. μίξαν Αἰήτᾳ: ἀντὶ τοῦ συνῆλθον, ἐπιμιχθῆναι ἐποίησαν τὴν ἑαυτῶν βίαν ἐκείνοις.

b. τουτέστιν ἐμίγησαν αὐτοῖς.

[*]()a. πότνια δ᾿ ὀξυτάτων: ἡ δὲ δέσποινα τῶν ὀξυτάτων βελῶν τὴν ποικίλην τῇ τριχώσει ἴυγγα τὴν τετράκνημον ἐξ οὐρανοῦ καταγαγοῦσα ἐν τῷ ἀλύτῳ ὑποζεύξασα τροχῷ συνέπραττε τῷ Ἰάσονι.[*]()

[*]()b. ὀξυτάτων δὲ βελέων τῶν ἐρωτικῶν.

[*]()a. ποικίλαν ἴυγγα τετράκναμον: ἴυγξ ὄρνεον πεποικιλμένον τῇ τριχώσει, μακροτράχηλον, γλῶσσαν ἔχον ἐπιπολὺ ἐκτεταμένην, πυκνῶς περιστρεφόμενον καὶ περιδινοῦν τὸν τράχηλον. τοῦτο τὸ ὄρνεον δοκοῦσιν αἱ φαρμακίδες εὐθετεῖν αὐταῖς εἰς τὰς ἐρωτικὰς ἐπῳδάς· λαμβάνουσαι γὰρ αὐτὸ δεσμεύουσιν ἐκ τροχοῦ τινος, ὃν περιρρομβοῦσιν ἅμα ἐπᾴδουσαι. οἱ δέ φασιν, ὅτι τὰ ἔντερα αὐτοῦ ἐξελκύσασαι καθάπτουσι τῷ τροχῷ. ταύτην οὖν, φησὶ, τὴν ἴυγγα πρῶτον Ἀφροδίτη ἐκ τοῦ Ὀλύμπου ἤνεγκεν εἰς ἀνθρώπους καὶ ἔδωκεν Ἰάσονι, καὶ ἐδίδαξεν αὐτὸν τὰς ἐπῳδὰς τὰς ἐρωτικὰς, ἵν᾿ ἐκμήνας τὴν Μήδειαν ποιήσῃ συμμαχεῖν αὐτῷ. κνῆμαι δὲ τὰ μέσα τῶν τροχῶν ξύλα. ἔστι δὲ καὶ μεταφορικῶς ἀκοῦσαι τὰς πτέρυγας πόδας εἰρημένας, καὶ κατὰ τὸ ἀνάλογον δηλονότι. οὐ γὰρ ἁπλῶς ἐκδεσμεύεται ἐκ τοῦ τροχοῦ τετρακνήμου ὄντος, ἀλλ᾿ ἄνωθεν μὲν ἐκ τῶν δύο πτερύγων, κάτωθεν δὲ ἐκ τῶν δυεῖν ποδῶν. τινὲς δὲ τετρακνήμον᾿ ἀνέγνωσαν, ἵν᾿ ᾖ, ἐν τῷ τετρακνήμονι κύκλῳ.[*]()

b. ζητεῖται, πῶς τετράκνημον τὴν ἴυγγά φησιν· οὐδὲ γὰρ λόγου ἔχεται κατὰ τοῦ τροχοῦ ἀκούειν· οὐδὲ γὰρ τετράκνημον κύκλῳ. ῥητέον οὖν, ὅτι κατά τινας ὁμωνύμως ὁ τροχὸς τῷ ζῴῳ ἴυγξ λέγεται, ὅν φασιν ἔχειν τέσσαρας κνήμας. ἔστι δὲ καὶ μεταφορικῶς νοῆσαι, ὡς προείπομεν.

[*]()a. λιτάς τ᾿ ἐπαοιδάς: τὰς δὲ φαρμακευτικὰς ἐπαοιδὰς ἐξεδίδαξεν ἡ Ἀφροδίτη τὸν σοφὸν Ἰάσονα.

b. λιτάς τ᾿ ἐπαοιδάς: λιτανευτικὰς, καθὸ οἱ ταῖς ἐπαοιδαῖς χρώμενοι λιτανεύουσι τοὺς θεοὺς καὶ εὔχονταί τινα γενέσθαι αὐτοῖς. πρὸς τί οὖν ἐδίδαξε τὰς ἐπαοιδάς; ἵνα ἡ Μήδεια, ἣν προσεφέρετο αἰδῶ πρὸς τοὺς γονεῖς, ταύτην μὴ κατέχῃ, ἀλλ᾿ ἀναιδὴς γενομένη καταλίπῃ μὲν αὐτοὺς, πρόσθηται δὲ τῷ ξένῳ.