Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()πέμπε δ᾿ Ἑρμᾶς: συνέστειλε δὲ τοῖς ἥρωσιν ὁ χρυσῆν μεταχειριζόμενος ῥάβδον Ἑρμῆς τοὺς διδύμους ἑαυτοῦ παῖδας ἐπὶ τὸν δεινότατον ἆθλον, Ἐχίονα καὶ Εὔρυτον, τῷ τῆς ἀκμῆς ὑπεραίροντας θερμῷ. τὸ δὲ σχῆμα τῆς φράσεως Ἀλκμανικόν· πρὶν γὰρ εἰπεῖν τὰ δύο ὀνόματα, μέσην ἔταξε τὴν μετοχήν.[*]()

[*]()a. ἐπ᾿ ἄτρυτον: τὸν ἄτρυτον καὶ τὸν ἀκαταπόνητον· ἐκ δὲ τούτου τὸν ὑπερβεβλημένον ὡς δεινὸν ἐμφαίνει[*]()

[*]()b. ἢ τὸν οὐκ ἐνδιδόντα οὐδὲ ὑπείκοντα.

[*]()a. κεχλάδοντας: πληθύοντας τῇ ἥβῃ· πρὸς ὃ καὶ τὸ χ΄.[*]()

[*]()b. κεχλάδοντας ἥβᾳ: πλήθοντας. κυρίως δὲ χλῆδος ἡ μετὰ ἤχου τῶν ὑδάτων ῥύσις, μιμητικῶς εἰρημένη, ὡς καὶ βρόμος πυρός. τῷ δὲ τῆς ἑρμηνείας σχήματι πλειστάκις Ἀλκμὰν κέχρηται. ἐπὰν γὰρ περὶ δυοῖν ποιῆται τὸν λόγον, τὸ ἕτερον ὄνομα προθεὶς περὶ ἀμφοῖν ποιεῖται τὸν λόγον, εἶτα οὕτω τὸ ἕτερον προσαπέδωκεν, οἷον (fr. 9)· Κάστωρ τε, πώλων ταχέων δμητῆρες ἱππόται σοφοὶ, καὶ Πολυδεύκης κυδρός. |[*]() καὶ Ὅμηρος (E 774)· ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος.

c. οἱ δὲ περὶ τὸν Εὔρυτον, Ἀντιανείρας τῆς Μενέτου.

[*]()ὁ δὲ νοῦς· ταχύτατοι δὲ πρὸς τὴν ἐξόρμησιν οἱ περὶ τὸ Πάγγαιον ὄρος οἰκοῦντες Βορεάδαι τοῖς ἥρωσι συνεστέλλοντο.[*]()

[*]()a. καὶ γὰρ ἑκών: καὶ γὰρ αὐτοὺς ἑκὼν ψυχῇ προσηνεστάτῃ ταχέως ἐκέλευσεν ὁ τῶν ἀνέμων βασιλεὺς Βορέας.

b. ἴσως δὲ τὰ ὀνόματα πεποιημένα ἀπὸ τοῦ πατρός.[*]()

[*]()Ζήταν Κάλαΐν τε: οἱονεὶ Ζαήτην, ὅ ἐστιν ἄγαν ἄοντα καὶ πνέοντα, καὶ Κάλαϊν οἷον καλῶς ἄοντα. τινὲς δὲ ἀναιροῦσι τὸν τῶν Βορεαδῶν μῦθον οὐ βουλόμενοι αὐτοὺς εἶναι πτερωτοὺς, ταχυτάτους δὲ εἶναι καὶ ὠκύτητι τῶν ποδῶν διαφέροντας, καὶ τὴν Ὠρείθυιαν οὐχ ὅτι Βορέας ἥρπασεν, ἀλλ᾿ ὅτι ἀνὴρ τῶν ἐν Θρᾴκῃ ἐνδόξων. Βορείους δὲ ἐκάλουν οἱ Ἕλληνες τοὺς τὴν Θρᾴκην οἰκοῦντας διὰ τὰ τοῦ Βορέου πνεύματα. ἐπεμίγνυντο δὲ τοῖς Ἕλλησιν οἱ περὶ Ζήτην καὶ Κάλαϊν καὶ ἠγωνίζοντο διὰ τὴν πρὸς Ἀθηναίους συγγένειαν, καὶ ἐκαλοῦντο ἀπὸ τῶν τόπων Βορεάδαι.[*]()

[*]()πεφρίκοντας: διακινοῦντας· φρὶξ γὰρ κυρίως ἡ ἠρεμαία κίνησις τῶν κυμάτων. μυθικὸν δέ τι ἀνέπλασεν ἐπτερῶσθαι φήσας τοὺς Βορεάδας, καὶ ἴσως ἀλληγορικώτερον ὁ μῦθος ἔχει διὰ τὰς ταχείας τοῦ πατρὸς πνοάς.[*]()

[*]()a. πόθον ἔνδαιεν: ἤγουν ἐνέκαιεν ἐπιθυμίαν τοῦ ἐμβῆναι.

[*]()b. πόθον ἔνδαιεν: ἐπέκαιε δὲ καὶ ἐνέβαλλεν ἐπιθυμίαν τοῖς ἥρωσιν ἡ Ἥρα τοῦ Ἀργώου σκάφους, ὥστε μή τινα ἀπολειπόμενον ἀκινδύνως καὶ ἀδόξως τὸν αἰῶνα παρὰ μητρὶ μένοντα διαιτᾶσθαι.[*]()

[*]()a. τὰν ἀκίνδυνον: μὴ ἔξωθεν κινδύνου ἕκαστον παρὰ τῇ μητρὶ διαιτᾶσθαι.

b. ἢ οὕτως· ἰέναι δὲ ἐν ἐπιθυμίᾳ ἐποίει ἡ Ἥρα, μὴ μένειν ἀδόξως παρὰ τῇ μητρὶ, ἀλλὰ καὶ ἐπὶ τῷ θανάτῳ τῆς ἰδίας ἀρετῆς κάλλιστον φάρμακον τὴν μετὰ ταῦτα εὐδοξίαν σὺν τοῖς ἄλλοις ὁμήλιξιν εὑρέσθαι.

[*]()θηλυκῶς ὁ Πίνδαρος τὴν αἰῶνα κατὰ τὸ ἴδιον ἔθος ἐξήνεγκε.

[*]()a. φάρμακον θανάτου ἡ ἀρετὴ καὶ ἡ εὔκλεια.

b. ἀντὶ τοῦ παραμυθίαν τοῦ θανάτου ταύτην εὑρεῖν, τὴν ἀπὸ τοῦ πλεῦσαι ἀρετήν.

[*]()ἐς δ᾿ Ἰωλκόν: ἐπειδὴ δὲ κατέβη εἰς τὴν Ἰωλκὸν τὸ τῶν ναυτῶν ἀπάνθισμα, τουτέστιν οἱ Ἀργοναῦται. τὸ δὲ κατέβα ἀντὶ τοῦ κατῆλθε, καὶ πυκνῶς αὐτῷ χρῆται, τῷ καταβῆναι ἀντὶ τοῦ παραγενέσθαι.

[*]()λέξατο: ἤτοι κατέλεξε καὶ κατελόχισεν, ἢ ἠρίθμησεν· ἐν δ᾿ ἡμέας πρώτους λέγε κήτεσιν (δ 452)· καὶ τὸ ὡρολόγιον ὡράριθμόν ἐστιν, ἐν ᾧ τὰς ὥρας ἀριθμοῦμεν.

[*]()καί ῥά οἱ μάντις: καὶ δὴ τῷ Ἰάσονι ὁ μαντικώτατος Μόψος ὄρνισί τε καὶ κλήροις μαντευόμενος προθύμως ἐνεβίβασε τῷ σκάφει τοὺς Ἀργοναύτας, αἴσιον γενέσθαι δηλονότι φήσας τὸν ἀπόπλουν.

[*]()a. ὀρνίχεσσι καὶ κλάροισι: ταῖς μαντείαις χρησάμενος ὁ Μόψος ἐνεβίβασε τὸν στρατὸν προθύμως. |[*]() εἰώθασι δὲ διὰ κλήρων μαντεύεσθαι· οἷον, ἐὰν βάλλοντός μου τόδε ἀναβῇ, ἀποτελεσθήσεται τόδε· ἐὰν δὲ μὴ, οὐκ ἀποτελεσθήσεται. |[*]() καὶ ἐν τοῖς ἱεροῖς ἀστράγαλοι κεῖνται, οἷς διαμαντεύονται βάλλοντες αὐτούς. |[*]() κατ᾿ ἐνίους δὲ τρισὶν ἐχρήσαντο μάντεσιν οἱ Ἀργοναῦται, Μόψῳ τῷ Ἄμπυκος, Ἴδμονι τῷ Ἄβαντος, Ἀμφιαράῳ τῷ Ὀϊκλέους.[*]()

b. κλάροισιν: ἰστέον ὅτι κλήροις τοπρὶν ἐμαντεύοντο, καὶ ἦσαν ἐπὶ τῶν ἱερῶν τραπεζῶν ἀστράγαλοι, οἷς ῥίπτοντες ἐμαντεύοντο.[*]()

[*]()a. ἐπεὶ δ᾿ ἐμβόλου: ἐπειδὴ δὲ τοῦ ἐμβόλου ἄνωθεν τὰς ἀγκύρας ἐκρέμασαν ἀποπλεῖν λοιπὸν μέλλοντες, χρυσῆν φιάλην ἐν χερσὶν ἔχων ὁ τῆς νεὼς ἡγεμὼν Ἰάσων κατὰ τὴν πρύμναν ἐπισπένδων τὸν τῶν θεῶν πατέρα Δία καὶ τὰς τῆς θαλάσσης ὁδοὺς καὶ τὰς τῆς εὐφροσύνης ἡμέρας αἰτίας ἐκάλει, καὶ τὴν προσφιλεστάτην μοῖραν τῆς ἐπανόδου, τουτέστιν τέστιν ἐπαναπλεύσασθαι ἠξίου.[*]()

[*]()b. ἄλλως· ἐμβόλου: τοῦ ξύλου εἰς ὃ ἀναδεσμοῦσι τὴν ἄγκυραν. οὐκ ἦν δὲ κατὰ τοὺς ἥρωας τοῦτο· διό φαμεν ἰδίως τεθεικέναι τὸν Πίνδαρον. κοινότατον δέ ἐστιν ὅτι ἀποπλεῖν μέλλοντες ἀνέλκουσι τὰς ἀγκύρας καὶ τῆς νεὼς ἐξαρτῶσιν.[*]()

[*]()ἀγκύρας: τοῦτο ἰδίως φησὶν ὁ Πίνδαρος· οὐ γὰρ ταῖς ἀγκύραις ἐκέχρηντο, ἀλλὰ λίθοις, ὥς φησι καὶ Ἀπολλώνιος (I 1277, al.).[*]()

[*]()a. πατέρ᾿ Οὐρανιδᾶν: τὸν Δία. διατί δὲ πρῶτον ἐπισπένδων τῇ θαλάσσῃ Διῒ καὶ οὐ Ποσειδῶνι ἔθυσεν ὁ Ἰάσων; εἰκότως παρὰ τὸ Ἀράτειον (ph. 2)· μεσταὶ δὲ Διὸς πᾶσαι μὲν ἀγυιαί, πᾶσαι δ᾿ ἀνθρώπων ἀγοραὶ, μεσταὶ δὲ θάλασσαι καὶ λιμένες.

b. ἐγχεικέραυνον δὲ Ζῆνα, τὸν τῷ κεραυνῷ ἀντὶ ἔγχους χρώμενον· βέλος γὰρ τοῦτο τοῦ Διὸς διδόασιν, ὡς τοῦ Ποσειδῶνος τὴν τρίαιναν καὶ Διονύσου τὸν θύρσον.

[*]()ἐκ νεφέων δέ οἱ: ἐκ δὲ νεφῶν βροντήσας ὁ. Ζεὺς αἴσιον σύμβολον αὐτῷ ἐδίδου τῆς ὁδοῦ. ἀστράπτων ἐπιδέξι᾿, ἐναίσιμα (B 353).

[*]()ἐκ δὲ τῆς βροντῆς ἀντιλάμψεις καὶ λαμπηδόνες ἐγένόντο. ὅταν γὰρ βροντήσῃ, ἀστράπτει.