Scholia in Pindarum Pythian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.
a. τάχα δ᾿ εὐθὺς ἰών: ὁ νοῦς· ταχέως δὲ εὐθὺ [*]() πορευόμενος τῆς ἑαυτοῦ γνώμης τῆς ἀφόβου καὶ ἀταράχου ἔστη διάπειραν λαμβάνων. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν, ὅτι καὶ πολλοῦ ὄχλου ὄντος ἐν τῇ πόλει πρὸς παρρησίαν ὅλον ἑαυτὸν παρεσκεύαζεν.
b. ἄλλως· εὐθύς: [ἀντὶ τοῦ εὐθέως. ἢ] ἐπ᾿ εὐθείας πορευθείς. τὸ δὲ σφετέρας οὐχ ὑγιῶς· ἔδει γὰρ ἑᾶς· περὶ ἑνὸς γὰρ ὁ λόγος.
[*]()a. γνώμας ἀταρβάκτοιο: οἷον πρὸς παρρησίαν ὅλον ἑαυτὸν παρεσκεύαζε.
b. τὸ δὲ σημεῖον χ΄, ὅτι ἀταρβήκτοιο εἶπεν ἀντὶ τοῦ ἀκαταπλήκτου. καὶ ὅτι γνώμας ἀντὶ τοῦ διανοίας.
c. τὸ δὲ ἑξῆς· ἐστάθη ἐν ἀγορᾷ πλήθοντος ὄχλου.
[*]()a. τὸν μὲν οὐ γίνωσκον: τοῦτον μὲν οὗν νεωστὶ τῇ Μαγνησίᾳ ἐπιδημήσαντα οἱ ἐνοικοῦντες οὐκ ἐγίνωσκον. b. ὀπιζομένων: ἐπιστρεφομένων εἰς αὐτὸν καὶ τοὺς ὦπας ἐπιβαλλόντων.
c. ἢ οὕτως· ἐπεὶ ὄπις ἐστὶν ἡ τοῦ μέλλοντος ἐπιστροφὴ, τὸ ἐσόμενον ὕστερον προλαβών τις εἶπεν.
d. ἢ ὀπιζομένων. τῶν τοὺς θεοὺς πρὸ ὀφθαλμῶν ἐχόντων καὶ εὐλαβῶν.
[*]()a. οὔτι που οὗτος Ἀπόλλων: ἐχρήσατο τῷ λόγῳ πάνυ κεκολασμένως τὸ οὔτι προσθεὶς, καὶ ἔδωκε διὰ μὲν τὸ κάλλος ὅμοιον εἶναι τοῖς θεοῖς τὸν Ἰάσονα, διά γε μὴν τὸ τῆς φύσεως φθαρτὸν ἀμφιβάλλων ἀπαρνεῖται.
b. ὁ δὲ νοῦς· οὐδαμῶς οὗτός ἐστιν ὁ Ἀπόλλων. οὐδὲ μὴν ὁ ἱππικώτατος Ἄρης ὁ πόσις τῆς Ἀφροδίτης. τοῦτο δέ φησι διὰ τὸ ἄγαν ἀνθηρὸν καὶ ὡραῖον τοῦ Ἰάσονος. χαριέστατα δὲ παρέλαβεν Ἄρεα καὶ Ἀπόλλωνα.
[*]()a. ἐν δὲ Νάξῳ φαντὶ θανεῖν: ἐν δὲ τῇ εὐδαίμονι Νάξῳ φασὶ τεθνηκέναι τὸν τῆς Ἰφιμεδείας παῖδα Ὦτον καὶ σὲ, ὦ τολμηρότατε Ἐφιάλτα. Ἰφιμεδείας δὲ καὶ Ἀλωέως γεγόνασι παῖδες Ὦτος καὶ Ἐφιάλτης. οὗτοι δὲ ἀσεβῶς διετέθησαν περὶ τὴν Ἄρτεμιν, καί ποτε εἰς ἔλαφον ἑαυτὴν ἡ θεὸς μεταποιήσασα θηρεύουσιν αὐτοῖς κατὰ τὴν Νάξον ἐν μέσῳ ὤφθη. οἱ δὲ κατατοξεύειν τὴν ἔλαφον ὑπολαμβάνοντες ἔλαθον ἀλλήλους τιτρώσκοντες. τούτους οὖν ἐπὶ τοῦ ἐκτραπέλου τοῦ Ἰάσονος σώματος παρείληφεν.
b. ἄλλως· ἐν τῇ Νάξῳ τεθνήκασιν οἱ Ἀλωεῖδαι, οἱ καλοὶ ἐκεῖνοι. μέμφεται δὲ Χαῖρις ἐπὶ τῇ παραλήψει τῶν Ἀλωειδῶν· ἀρκεῖ γὰρ ὁ Ἀπόλλων καὶ ὁ Ἄρης. θεοῖς μὲν γὰρ εἰκάζομέν τινας, ἀνθρώποις δὲ ὑπερφυέσι καὶ τερατώδεσιν οὐκέτι. ὅτι δὲ εὐπρεπὴς ἦν ὁ Ἰάσων, δῆλον ἐκ τοῦ καὶ τὴν Ἥραν κατά τινας αὐτῷ ἐπιμανῆναι.
[*]()a. καὶ μὰν Τιτυόν: ἀλλὰ μὴν τὸν Τιτυὸν τὸ τῆς Ἀρτέμιδος βέλος ἐθήρευσε καὶ ἀνεῖλεν ἐκ τῆς ἀνικήτου βελοθήκης ὁρμώμενον. ἀκύρως δὲ τὸν Τιτυὸν ἐνταῦθα παρατίθησι τερατώδη ὄντα τὸ σῶμα καὶ ἄλλως ἀσεβῆ.
b. ἄλλως· ὁ μὲν Τιτυὸς μέγας ἦν, καλὸς δὲ οὕ. ὅτι δὲ ὑπὸ Ἀπόλλωνος καὶ Ἀρτέμιδος ἐτελεύτησε, Φερεκύδης (FHG I p. 71) φησίν.
[*]()ὄφρα τις τᾶν ἐν δυνατῷ: τοξευθεὶς, φησὶν. ὁ Τιτυὸς ὑπὸ τῆς Ἀρτέμιδος καὶ ἀναιρεθεὶς παράδειγμα τοῖς μετὰ ταῦτα γέγονεν, ὅπως ἄν τις τῶν δυνατῶν ἐπιθυμιῶν ὀρέγηται.
[*]()τοὶ μὲν ἀλλάλοισιν: τοιαῦτα μὲν οἱ κατὰ τὴν ἀγορὰν Μάγνητες ὄντες ἀλλήλοις διαλεγόμενοι ἔλεγον.
[*]()a. προτροπάδαν: ἀντὶ τοῦ ἐπτοημένως.
b. ὁ δὲ νοῦς· ἐν δὲ τοῖς ἡμιόνοις καὶ τῇ ἐνδόξῳ ἀπήνῃ ἐπτοημένως παρεγένετο σπεύδων ὁ Πελίας.[*]()
[*]()c. ἢ προτροπάδην τὸ προτετραμμένος ἐπ᾿ εὐθείας.
[*]()a. τάφε δ᾿ αὐτίκα: ἐξεπλάγη δὲ ἰδὼν τὸν μονοκρήπιδα. ὡς κατ᾿ αὐτοῦ τι δράσοντος τοῦ Ἰάσονος, καὶ τοῦ χρησμοῦ νῦν ἀποτελουμένου.[*]()
b. πέδιλον δὲ νῦν εἶπε τὴν κρηπῖδα· πάντα γὰρ τὰ τοῖς ποσὶ περιειλούμενα πέδιλα καλεῖται.[*]()
[*]()c. ἄλλως· εὐθέως δὲ κατεπλάγη θεασάμένος τὸ ἄγαν αὐτῷ διὰ τὸν χρησμὸν εὔγνωστον ὑπόδημα τοῦ Ἰάσονος τῷ δεξιῷ αὐτοῦ περικείμενον ποδί.
[*]()ἀρίγνωτον: τὸ ἄγαν αὐτῷ διὰ τὸν χρησμὸν εὔγνωστον.
[*]()a. κλέπτων δὲ θυμῷ: ὑποκλέπτων δὲ τῇ ψυχῇ τὸν φόβον τὸν κατὰ τὸν χρησμὸν προσεῖπεν.[*]()
[*]()b. ἀντὶ τοῦ οὐκ ἀναγυμνῶν αὑτοῦ τὴν εὐλάβειαν.
[*]()ποίαν γαῖαν, ὦ ξεῖν᾿, εὔχεαι: ποίαν γῆν, ὦ ξένε, καυχᾷ ἔχειν πατρίδα, καὶ τίς σε τῶν χαμαιγενέων ἀνθρώπων ἐκ τιμίας ἀνῆκε γαστρός; εἰπὲ, μὴ τοῖς ἐχθροῖς ψεύδεσι τὴν τιμίαν καταμιάνῃς γένναν.[*]()
[*]()a. ἀνθρώπων χαμαιγενέων: τὸ ἀνθρώπων ἥρμοζε τῷ ἔτεκεν, ὃ καὶ ἐπ᾿ ἀρσένων τίθεμεν· τὸ δὲ γυναικῶν τῷ νῦν κειμένῳ ἐξανῆκε γαστρός· ἴδιον γὰρ τῶν γυναικῶν τοῦτο.
b. πολιᾶς δὲ νῦν λέγει τῆς τιμίας, παρὰ τὸ τοῦ γήρως ἔντιμον.[*]()
[*]()μὴ ψεύδεσι καταμιάνας: λείπει ἤτοι τὸ εἶδος ἢ τὸν λόγον. μὴ μολύνας τοῖς ψεύδεσι τὴν μορφὴν καὶ τὸ εἶδος, εἰπὲ πόθεν γεγέννησαι· οἷον πρὸς τὸ εἶδος καὶ ἐλευθερίως φθέγγου.[*]()
[*]()a. φαμὶ διδασκαλίαν Χείρωνος οἴσειν: φημὶ καὶ διαβεβαιοῦμαι τὴν Χείρωνος διδασκαλίαν κομίζειν, ἀντὶ τοῦ γνώσῃ διὰ τῶν λόγων οὐ ψευδόμενόν με, ὡς τοῦ Χείρωνος ἐλευθερίως αὐτὸν ἀναθρέψαντος καὶ διδάξαντος μὴ ψεύδεσθαι.
b. ἄλλως· διδασκαλία τοῦ Χείρωνος, ἡ ἀλήθεια· οἷον, οὐ ψεύσομαι ἀλλὰ τὴν ἀλήθειαν ἐρῶ, ἣν ἔμαθον παρὰ Χείρωνος δικαίου τυγχάνοντος.
[*]()ἄντροθε γὰρ νέομαι: ἔθος αὐτῷ τῶν τοπικῶν τὸ -ν- ἀφαιρεῖν. ὁ δὲ νοῦς· ἐκ γὰρ τοῦ Χειρωνίου σπηλαίου παραγίνομαι ἀπὸ τῆς Χαρικλοῦς καὶ Φιλύρας, ἔνθα με αἱ τοῦ Κενταύρου ἁγναὶ κόραι ἀνέθρεψαν.
[*]()πὰρ Χαρικλοῦς: Χαρικλὼ γυνὴ Χείρωνος, θυγάτηρ Ἀπόλλωνος ἢ ὥς τινες Πέρσου ἢ Ὠκεανοῦ, ἐξ ἧς καὶ Χείρωνος Κάρυστος. ὁ δὲ Ἡσίοδος (fr. 124) Ναΐδα φησὶ τὸν Χείρωνα γῆμαι.
[*]()εἴκοσι δ᾿ ἐκτελέσαις ἐνιαυτούς: εἴκοσι δὲ ἐκπληρώσας ἐνιαυτοὺς παρὰ Χείρωνι οὔτε ἔργον οὔτε λόγον ἐκείνοις ἀπαίδευτον εἰπὼν παρεγενόμην εἰς τὰ οἰκεῖα, τὴν ἀρχὴν καὶ βασιλείαν ἀναλαμβάνειν σπεύδων τοῦ πατρὸς Αἴσονος ὑπ᾿ ἄλλῳ νῦν οὐ κατὰ τὸ δίκαιον οὖσαν.
[*]()a. ἐντράπελον: ἀπαίδευτον, αἰσχρὸν, ὃ ἐκτρέψαιτο ἄν τις.
b. ἢ οὕτως· ἐναντίον καὶ αἰσχρὸν, ὃ ἄν τις ἐντραπείη.