Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()a. Χείρων ὁ Κένταυρος γίνεται παῖς Κρόνου καὶ Φιλύρας τῆς Ὠκεανοῦ, καὶ ἔστιν |[*]() ὁ νοῦς οὕτως· ἐβουλόμην τὸν Χείρωνα, εἰ προσῆκον τοῦτο εὔξασθαι, ἀναβιῶναι τὸν ἤδη τεθνηκότα.[*]()

[*]() Inscr.b. Ἤθελον Χείρωνά κε Φιλλυρίδαν: Ἱέρωνι Πύθια νικήσαντι τὴν κζ΄ Πυθιάδα· μέμνηται δὲ καὶ τῆς πρὸ ταύτης Πυθιάδος, ὥστε ἐπὶ ταῖς δύο νίκαις τὴν ᾠδὴν συντετάχθαι. συνᾴδει δὲ καὶ τὰ ἀπὸ τῶν χρόνων. ὡς γὰρ ἤδη βασιλεύοντός φησιν (Vs. 70)· ὃς Συρακόσσαισιν ἄρχει πραῢς ἀστοῖς. καθίσταται δὲ ὁ Ἱέρων βασιλεὺς κατὰ τὴν ος΄ Ὀλυμπιάδα, τῆς κη΄ Πυθιάδος τῇ προκειμένῃ Ὀλυμπιάδι συγχρόνου οὔσης, ὥστε πάντη τε καὶ πάντως μετὰ τὴν ὕστερον Πυθιάδα, ἥτις γέγονε περὶ τὴν οε΄ Ὀλυμπιάδα, συντετάχθαι τόνδε τὸν ἐπίνικον. πρὸς δὲ τὴν παροῦσαν τύχην τοῦ Ἱέρωνος ἁρμοσάμενος εὔχεται ἐν ταῖς πτυχαῖς τοῦ Πηλίου διάγειν τὸν Χείρωνα ὑπὲρ τοῦ δύνασθαι τὸν Ἱέρωνα θεραπείας τυχεῖν ὑπ᾿ αὐτοῦ· |[*]() λιθιάσει γὰρ νόσῳ κατείχετο. τὸν δὲ Χείρωνα μιᾶς τῶν Ὠκεανίδων καὶ Κρόνου γενεαλογοῦσιν.[*]()

[*]()b. τὸ δὲ ἑξῆς· ἤθελον δὴ τὸν ἀποιχόμενον Οὐρανίδου Κρόνου γόνον εὐρυμέδοντα Φιλλυρίδην Χείρωνα, εἰ χρεὼν ἔπος κοινὸν τοῦτ᾿ εὔξασθαι ἡμετέρας ἀπὸ γλώσσης. κοινὸν δὲ, ἤτοι κατακοίνως λεγόμενον ἐν τῷ βίῳ· οἷον, εἰ ἔζη ὁ δεῖνα, ἐποίησεν ἂν τάδε. ἢ κοινὸν, τὸ ἐσόμενον κοινὸν ἀγαθόν· εἰ γὰρ ἀνέζησε, πολλοὺς ἂν ὑγίασεν. ἢ κοινὸν ἀγαθὸν, ἐμοί τε καὶ τῷ Ἱέρωνι· εἰ γὰρ ὑγίανεν ὁ Ἱέρων, ἐμὸν ἦν ἀγαθὸν καὶ τοῦ Ἱέρωνος. |[*]() ἢ κοινὸν, τὸ ἐσόμενον κοινὸν διὰ τὴν ἐμὴν δύναμιν· τὸ γὰρ ποίημα κοινὸν εἴωθε λέγειν διὰ τὸ πανταχόσε διϊκνεῖσθαι. ἢ ὡς κοινῆς οὔσης πᾶσι τῆς εὐτυχίας, τὸν Ἱέρωνα ἀπαλλαγῆναι τῆς νόσου.

[*]()βάσσαισί τ᾿ ἄρχειν: ἐν τοῖς βασίμοις τόποις καθηγεῖσθαι τοῦ Πηλίου φησὶ τὸν Χείρωνα τὸν ὄντα μὲν θῆρα ἄγριον κατὰ τὸ σῶμα· Κένταυρος γάρ· τὸν δὲ νοῦν ἔχοντα προσφιλέστατον ἀνθρώποις.

[*]()οἷος ἐών: ὁ νοῦς· ὁποῖος ὢν τήν τε φύσιν καὶ τὸν νοῦν ὁ Χείρων ἀνέθρεψε τὸν τῆς ἀνωδυνίας καὶ ὑγείας πρᾳότατον κατασκευαστὴν ἥρωα Ἀσκληπιὸν, ἥρωα ὄντα καὶ παντοίας νόσου βοηθόν.

[*]()a. τέκτονα νωδυνίας: τὸν κατασκευαστὴν τῆς νωδυνίας· ἰατρὸς γάρ.

[*]()b. ἡ δὲ ἀνωδυνία γυιαρκής· τότε γὰρ τοῖς μέλεσι τοῦ σώματος ἐπαρκοῦμεν, ὅταν ὦμεν ἀνώδυνοι.

[*]()τὸν μὲν εὐίππου θυγάτηρ: τὸν Ἀσκληπιὸν οἱ μὲν Ἀρσινόης, οἱ δὲ Κορωνίδος φασὶν εἶναι. Ἀσκληπιάδης δέ φησι τὴν Ἀρσινόην Λευκίππου εἶναι τοῦ Περιήρους, ἧς καὶ Ἀπόλλωνος Ἀσκληπιὸς καὶ θυγάτηρ Ἐριῶπις· [Hes. fr. 107 Rz.] [*]() ἡ δ᾿ ἔτεκ᾿ ἐν μεγάροις Ἀσκληπιὸν ὄρχαμον ἀνδρῶν, Φοίβῳ ὑποδμηθεῖσα, ἐϋπλόκαμόν τ᾿ Ἐριῶπιν. καὶ Ἀρσινόης ὁμοίως· Ἀρσινόη δὲ μιγεῖσα Διὸς καὶ Λητοῦς υἱῷ τίκτ᾿ Ἀσκληπιὸν υἱὸν ἀμύμονά τε κρατερόν τε. καὶ Σωκράτης (FHG IV p. 496) γόνον Ἀρσινόης τὸν Ἀσκληπιὸν ἀποφαίνει, παῖδα δὲ Κορωνίδος εἰσποίητον. ἐν δὲ τοῖς εἰς Ἡσίοδον ἀναφερομένοις ἔπεσι (fr. 123) φέρεται ταῦτα περὶ τῆς Κορωνίδος· τῆμος ἄρ᾿ ἦλθε κόραξ, φράσσεν δ᾿ ἄρα ἔργ᾿ ἀΐδηλα, Φοίβῳ ἀκερσεκόμῃ, ὅτ᾿ ἄρ᾿ Ἴσχυς γῆμε Κόρωνιν Εἰλατίδης Φλεγύαο Διογνήτοιο θύγατρα. ἐν δὲ τοῖς Ὁμηρικοῖς ὕμνοις (15, 1)· Ἰητῆρα νόσων Ἀσκληπιὸν ἄρχομ᾿ ἀείδειν. υἱὸν Ἀπόλλωνος, τὸν ἐγείνατο δῖα Κορωνίς Δωτίῳ ἐν πεδίῳ, κούρη Φλεγύα βασιλῆος. Ἀριστείδης δὲ ἐν τῷ περὶ Κνίδου κτίσεως συγγράμματί (FHG IV 324) φησιν οὕτως· Ἀσκληπιὸς Ἀπόλλωνος παῖς καὶ Ἀρσινόης. αὕτη δὲ παρθένος οὖσα ὠνομάζετο Κορωνὶς, Λευκίππου δὲ θυγάτηρ ἦν τοῦ Ἀμύκλα τοῦ Λακεδαίμονος· Ἀσκληπιοῦ δὲ καὶ Ἠπιόνης Ποδαλείριος καὶ Μαχάων.

[*]()a. πρὶν τελέσσαι: πρὶν ἐκτελέσαι τὰ κατὰ τὰς ὠδῖνας, πρὶν ἐκτεκεῖν.

b. ματροπόλον δὲ τὴν Εἰλείθυιαν, διὰ τὸ περὶ τὰς μητέρας εἱλεῖσθαι ἢ πολεῖσθαι τὰς τῶν γεννωμένων.

[*]()a. εἰς Ἀΐδαο δόμον ἐν θαλάμῳ: σημειοῦνται οἱ ὑπομνηματισάμενοι τὰ δύο κῶλα τὸ χ΄ παρατιθέντες, ὅτι ἀσυνάρτητά εἰσι. πῶς γάρ φησιν εἰς Ἀΐδαο δόμον, καὶ πάλιν ἐν θαλάμῳ κατέβα; καὶ ἐξηγούμενοι περιττεῦον λαμβάνουσι τὸ ἐν θαλάμῳ.

b. ἔστι δὲ τὸ ἑξῆς οὕτως· ὑπὸ χρυσέοις τό- τόξοις ἐν θαλάμῳ δαμεῖσα εἰς Ἀΐδαο δόμον κατέβα τέχναις Ἀπόλλωνος.

[*]()c. ἐν θαλάμῳ: τὸ σημεῖον, ὅτι τὸ ἐν θαλάμῳ πλεονάζει· ἱκανὸν γὰρ ἦν εἰπεῖν εἰς Ἀΐδαο δόμον κατέβα. καὶ πρὸς τὸ λείπειν τὸν καί σύνδεσμον, ἵν᾿ ᾖ· εἰς δόμον καὶ θάλαμον κατέβη.

[*]()d. ἄλλως. πρὶν γεννῆσαι ἐν τῷ θαλάμῳ. e. ἐχαριεντίσατο δὲ εἰπὼν θάλαμον τὸν Ἅιδην.

[*]()a. χόλος δ᾿ οὐκ ἀλίθιος: οὐκ ἄπρακτος.

b. τουτέστιν ἡ δὲ ὀργὴ τῶν τοῦ Διὸς παίδων οὐκ ἔστι ματαία, ἀλλὰ δυνατὴ τελειῶσαι.[*]()

[*]()a. ἀποφλαυρίξασά μιν: ἐξευτελίσασα, ἐκφαυλίσασα τὸν Ἀπόλλωνα.

b. αἰτίαν ὑποτίθησι, δι᾿ ἣν ἀνῃρέθη ὑπ᾿ Ἀρτέμιδος κατὰ τὰς Ἀπόλλωνος τέχνας, ὥστε τὸν δέ αἰτιατικὸν παρειλῆφθαι ἀντὶ τοῦ γάρ.[*]()

[*]()c. ἀποσκυβαλίσασα γὰρ αὐτὸν ταῖς ἁμαρτίαις ταῖς τῶν φρενῶν ἄλλον αἴνησε γάμον· Ἴσχυϊ γὰρ ἐμίχθη· διὸ χαλεπήνας ὁ θεὸς Ἀρτέμιδι συνέταξεν ἀνελεῖν αὐτήν.[*]()

[*]()d. ἀποφλαυρίξασά μιν: ἐπανάληψις τοῦ διηγήματος. ἡ γὰρ δὴ Κορωνὶς ἐκφαυλίσασα τὸν Ἀπόλλωνος γάμον ταῖς τῶν φρενῶν ἁμαρτίαις, ξένον ἐπῄνεσε γάμον λάθρα τοῦ πατρὸς, πρότερον τῷ τὰς κόμας ἀτμήτῳ συνελθοῦσα Ἀπόλλωνι καὶ φέρουσα τοῦ θεοῦ τὸ καθαρὸν σπέρμα.[*]()

a. κρύβδαν πατρός: τοῦτο πρὸς τὸ προκείμενον συναπτέον, οὐ πρὸς τὸ ἑξῆς.

[*]()b. ἄλλως· ἤτοι κρύβδαν πατρὸς καὶ πρότερον μιχθεῖσα τῷ Ἀπόλλωνι, ἢ στικτέον εἰς τὸ πατρὸς, ἵν᾿ ᾖ τὸ κρύβδαν ἐπὶ τοῦ δευτέρου γάμου.

[*]()c. ἄλλως· εἰ γὰρ ὁ πατὴρ αὐτὴν ἐβεβίαστο συγγενέσθαι τῷ Ἴσχυϊ, συνέγνω ἂν αὐτῇ ὁ Ἀπόλλων. διατί δὲ προὐτίμησε τὸν Ἴσχυν τοῦ Ἀπόλλωνος; Ἀκουσίλαός (FHG I p. 103) φησιν, ὡς κατὰ δέος ὑπεροψίας θνητῷ βουληθεῖσα συνεῖναι.[*]()

[*]()καὶ φέροισα σπέρμα θεοῦ: ἐμοιχεύθη, φησὶ, τὸ τοῦ θεοῦ καθαρὸν σπέρμα φέρουσα τὸν Ἀσκληπιόν· ἐπειδὴ ὑπ᾿ Ἀπόλλωνος φθαρεῖσα ἐξ αὐτοῦ εἶχε καθαρὸν τὸν Ἀσκληπιὸν ἀνεπίμικτον θνητοῦ σπορᾶς· ἢ ἐπεὶ παρθένον οὖσαν ἔτι καθαρὰν διεπαρθένευσεν. οὐκ ἔμεινεν οὖν φέρουσα τὸ τοῦ θεοῦ σπέρμα καθαρὸν οὐδὲ τοὺς ἐσομένους ὑμεναίους τοῦ γάμου.

[*]()οὐκ ἔμεινεν ἐλθεῖν τράπεζαν: οὐχ ὑπέμεινε, φησὶν, ἡ Κορωνὶς ἐλθεῖν τὴν νυμφιδίαν τράπεζαν, ἀντὶ τοῦ νόμῳ γαμηθῆναι, οὐδὲ τῶν ὑμεναίων τὴν ἠχὴν, ὁποῖα μάλιστα αἱ ὁμήλικες παρὰ ταῖς ἑαυτῶν φίλαις φιληδοῦσι ταῖς ἑσπεριναῖς ᾠδαῖς μετεωρίζεσθαι τὴν ψυχὴν καὶ παίζειν.[*]()

[*]()a. ἑσπερίαις ὑποκουρίζεσθαι ἀοιδαῖς: ἀντὶ τοῦ παίζειν καὶ χορεύειν.

b. ἢ ἀμφοτέρους τοὺς κόρους ὑμνεῖν, τὸν νυμφίον καὶ τὴν νύμφην.[*]()

[*]()c. ἄλλως· τὸ ὑποκουρίζεσθαι ἀοιδαῖς εἶπε διὰ τὸ τοὺς ὑμνοῦντας ἐπευφημιζομένους λέγειν σὺν κόροις τε καὶ κόραις. |[*]() Αἰσχύλος Δαναΐσι (fr. 43)· κἄπειτα δ᾿ εἶσι λαμπρὸν ἡλίου φάος, ἕως ἐγείρω πρευμενεῖς τοὺς νυμφίους νόμοισι θέντων σὺν κόροις τε καὶ κόραις . . . κἀν τῷ βίῳ εὐκορεῖ ἀντὶ τοῦ κόρους κορώνας παρατρέποντες ἔνιοί φασιν (PLG 4 III p. 663) ἐκκόρει κόρει κορώνας.[*]()

[*]()a. αἰσχύνων: ἐξευτελίζων.

b. ἔδει εἰπεῖν ὅπερ φῦλον. νῦν δὲ ὅς εἶπεν, ἵνα ᾖ, ὃς ἀνθρώπων.

[*]()c. ἐπιχώρια νῦν λέγει τὰ παρόντα· ἔστι δὲ ὅμοιον τῷ (Hes. fr. 219)· νήπιος, ὃς τὰ ἑτοῖμα λιπὼν ἀνέτοιμα διώκει.

[*]()τοιαύτην, φησὶν, ἔσχεν ἄτην ἡ Κορωνίς. τὰ γὰρ ἐπιχώρια ἐάσασα ἐσπούδασε ξένῳ γαμηθῆναι.

[*]()a. καλλιπέπλου λῆμα: περιφραστικῶς ἡ Κορωνίς. Ὅμηρος (β 409)· ἱερὴ ἲς Τηλεμάχοιο.

[*]()b. ἐλθόντος γάρ: ἐλθόντος γὰρ ἀπ᾿ Ἀρκαδίας εὐνάσθη ξένου· ὅ ἐστιν ἐν λέκτροις τοῦ ξένου παρεκοιμήθη.[*]()

[*]()a. οὐδ᾿ ἔλαθε σκοπόν: τὸν νοῦν λέγει τοῦ Ἀπόλλωνος. Ἡσίοδος (fr. 123) δὲ τὸν κόρακα, ὅπερ ἐστὶν ἀπίθανον.[*]()

[*]()b. ἐν δ᾿ ἄρα μηλοδόκῳ Πυθῶνι: ὁ νοῦς· ἐν δὲ Πυθῶνι ὢν ὁ Ἀπόλλων ἐπῄσθετο τῷ ἱερῷ νόῳ τὸ ἁμάρτημα, ὅντινα τὸν νοῦν αὐτοῦ φησιν εἶναι κοινωνὸν ὁ Πίνδαρος διὰ τὴν μαντικήν.[*]()

[*]()μηλοδόκῳ: τῇ πολλὰ ὑποδεχομένῃ θύματα.[*]()

a. τόσσαις: ἀντὶ τοῦ τυχών. ὁ Απόλλων.[*]()

[*]()b. τὸ δὲ ἄιεν, ἀντὶ τοῦ ᾔσθετο. Ὅμηρος (Λ 532)· οἱ δὲ πληγῆς ἀίοντες.[*]()

[*]()c. ἡνίκα οὖν ἡ Κορωνὶς τῷ Ἴσχυϊ συνῆλθεν, ἐν Πυθῶνι τυχὼν ὁ Ἀπόλλων ᾔσθετο.

[*]()d. καλῶς δὲ ὁ Πίνδαρος τὴν περὶ τὸν κόρακα παρακρουσάμενος ἱστορίαν δι᾿ ἑαυτοῦ φησι τὸν Ἀπόλλωνα κατειληφέναι τὴν Κορωνίδα.[*]()"

[*]()τὸ δὲ ναοῦ πρὸς τὸ Πυθῶνι, ἵν᾿ ᾖ· τοῦ ἐν Πυθῶνι ναοῦ.[*]()