Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()δρακεῖσ᾿ ἀσφαλές: ἐλεύθερον βλέπουσα. Ἀναξίλας γὰρ καὶ Κλεόφρων ὁ τούτου παῖς Ἰταλίας ὄντες τύραννοι, ὁ μὲν ἐν Μεσσήνῃ τῇ Σικελιωτικῇ, ὁ δὲ ἐν Ῥηγίῳ τῷ ἐπὶ Ἰταλίας, πόλεμον ἠπείλουν Λοκροῖς· διαπρεσβευσάμενος δὲ πρὸς αὐτοὺς ὁ Ἱέρων ἔπαυσε τοῦ πολέμου τοὺς Λοκρούς.

[*]()θεῶν δ᾿ ἐφετμαῖς: ταῖς δὲ τῶν θεῶν ἐντολαῖς καὶ βουλήσεσι τὸν Ἰξίονά φασι ταῦτα τοῖς ἀνθρώποις βοᾶν,|[*]() τῷ ταχεῖ τροχῷ πανταχοῦ δινούμενον, ὥστε τὸν εὐεργέτην προσηνέσιν ἀμοιβαῖς μετερχομένους ἀμείβεσθαι.[*]()

[*]()a. Ἰξίονα φαντὶ ταῦτα: τίνος ἕνεκεν εἰς τοὺς περὶ Ἰξίονα παρεκβέβηκε λόγους ὁ Πίνδαρος; εἰ γὰρ οἱ Λοκροὶ, ἀνθ᾿ ὧν εὐηργετήθησαν ὑφ᾿ Ἱέρωνος, ᾄδουσιν αὐτὸν, εἰς οὐδὲν ὁ Ἰξίων αὐτῷ προσῆκται· τότε γὰρ ἐχρῆν εἰς παράδειγμα αὐτὸν ἄγεσθαι, εἰ μὴ τῆς χάριτος οἱ Λοκροὶ ἐμέμνηντο, ὥσπερ ὁ Ἰξίων. εἰ μὴ ἄρα καθόλου παρελήλυθεν ὁ Ἰξίων, ὅτι τὸν εὐεργέτην προσήκει τοῖς αὐτοῖς ἀεὶ ἀμείβεσθαι.[*]()

[*]()b. τὸν δὲ Ἰξίονα οἱ μὲν Ἀντίονος γενεαλογοῦσιν, ὡς Αἰσχύλος (fr. 89)· Φερεκύδης δὲ (FHG I p. 96) Πεισίωνος, ἔνιοι δὲ Ἄρεος, οἱ δὲ Φλεγύα. Ἀσκληπιάδης δὲ ἐν τρίτῳ Τραγῳδουμένων οὕτω γράφει. προσιστοροῦσι δὲ ἔνιοι, ὅτι καὶ μανείη ὁ Ἰξίων, ὡς Φερεκύδης· καὶ τὴν ἐπὶ τοῦ τροχοῦ δὲ κόλασιν αὐτῷ παρεγκεχειρήκασιν· ὑπὸ γὰρ δίνης καὶ θυελλῶν αὐτὸν ἐξαρπασθέντα φθαρῆναί φασιν. οὗτος ἔγημε Δίαν τὴν Δηϊονέως θυγατέρα. ἔθος δὲ ἐπὶ τοῖς παλαιοῖς τοῖς τῶν νυμφῶν πατράσι δῶρά τινα προσάγειν, ὡς καὶ Ὅμηρος (Λ 244)· πρῶθ᾿ἑκατὸν βοῦς δῶκεν, ἔπειτα δὲ χίλι᾿ ὑπέστη αἶγας ὁμοῦ καὶ ὄϊς. ὁ δὲ Δηϊονεὺς κατὰ τὸ σύνηθες γήμαντα τὸν Ἰξίονα τὴν τῶν δώρων εἰσεπράττετο δόσιν· |[*]() καὶ οὕτως ὁ Ἰξίων διορύξας βόθρον καὶ πληρώσας πυρὸς ἐκάλεσε τὸν πενθερὸν ὡς ἐπὶ εὐωχίαν. ὁ δὲ ἀπρονόητος ὢν τοῦ μηχανήματος εἰσελθὼν ἐπέστη τῇ πυρᾷ καὶ κατεκαύθη. |[*]() τοῦ δὲ μύσους μηδενὸς καθαρίζοντος τὸν Ἰξίονα, ἀποστραφέντων δὲ αὐτὸν καὶ τῶν ἄλλων θεῶν, οἰκτείρας ὁ Ζεὺς ἐκάθηρε μὲν αὐτὸν τοῦ φόνου, ἀνήγαγε δὲ καὶ εἰς οὐρανὸν καὶ συνέστιον εἶχεν αὐτόν. τὸν δὲ δευτέρῳ ἁμαρτήματι ἐπιχειροῦντα εἰς ἔρωτα τῆς Ἥρας κινηθῆναί φασι· μαθόντα δὲ τὸν Δία νεφέλην τῇ Ἥρᾳ ἀναπλάσαι καὶ ἐκτυπῶσαι ὁμοίαν, τὸν δὲ Ἰξίονα θεασάμενον ἐφορμῆσαι καὶ παρακλιθῆναι. γενέσθαι δὲ ἐξ αὐτῶν ἄγριόν τινα καὶ τερατώδη ἄνδρα, ὃν Κένταυρον ὠνόμασαν. ὕστερον δὲ τροχῷ τοὺς πόδας καὶ τὰς χεῖρας τοῦ Ἰξίονος προσδεσμευθῆναι, καὶ κελεῦσαι τὸν Δία πρὸς τὴν δίνησιν τοῦ τροχοῦ τὸ τοιοῦτον . . . ., ὡς προσήκει τοὺς εὐεργετήσαντας βελτίοσιν ἀμείβεσθαι καὶ μὴ τοῖς ἐναντίοις καταβλάπτειν.[*]()

[*]()πτερόεντι τροχῷ: δεδεμένος, φησὶ, τῷ τροχῷ ὁ Ἰξίων τοῦτο βοᾷ καὶ λέγει, ὅτι δεῖ τοὺς εὐεργέτας ἀντευεργετεῖν.

[*]()a. ἔμαθε δὲ σαφῶς ὁ Ἰξίων, ὅτι δεῖ τὸν εὐεργέτην ἀνταμείβεσθαι. παρὰ γὰρ τοῖς Κρόνου παισὶν εὐμενῶς διατεθεῖσιν αὐτῷ ἡδὺν δεξάμενος βίον τὴν ἐν θεοῖς διαγωγὴν, τὸν μακρὸν καὶ ὑπεραίροντα τὴν αὐτοῦ φύσιν ὄλβον ἐνεγκεῖν οὐκ ἴσχυσεν, ὅτε τῆς Ἥρας ταῖς μεμηνυίαις φρεσὶν ἐπεθύμησεν, ἥντινα Ἥραν μόναι αἱ τοῦ Διὸς κοῖται ἔλαχον.

[*]()b. ἄλλως· μαθὼν τὸ σαφὲς ἔγνω. εὐμενῶς διατεθεῖσιν.

[*]()a. ἀλλά νιν ὕβρις ἐς αὐτάταν: εἰς ἄτην καὶ βλάβην. τὸ δὲ αὐάταν Αἰολικῶς προήγαγεν· ἐκεῖνοι γὰρ, ἐὰν ᾖ δύο φωνήεντα, ἐντιθέασι τὸ -υ-, ὡς ἐπὶ τοῦ ἀήρ αὐήρ, καὶ ἄως αὔως. ὅτε δὲ σύμφωνόν ἐστι μεταξὺ, οὐκέτι. πῶς οὖν τὸ ἄτη τοῦ -τ- ὄντος μεταξὺ ἀνεδέξατο τὸ -υ-; καὶ φαμεν, ὅτι ἀπὸ συναιρέσεως γέγονεν· ἦν γὰρ ἀάτη· καὶ Ὅμηρος (Τ 91)· πρέσβα Διὸς θυγάτηρ Ἄτη, ἣ πάντας ἀᾶται. καὶ οὕτως ἀναλόγως, εἰ καὶ κατ᾿ ἔκθλιψιν γέγονε, διὰ τὸ ὑπάρχειν τὸ ἕτερον -α-, ἀνεδέξατο τὸ -υ-.

[*]()b. ἄλλως· ἀλλά νιν: ὁ νοῦς· ἀλλά νιν καὶ αὐτὸν τὸν Ἰξίονα ἡ ὕβρις εἰς ἄτην μεγάλην ἐνέβαλεν.

[*]()c. ἄλλως· αὐάταν ὑπεράφανον: μεγάλην ἄτῃν. Αἰολικῶς δὲ προήγαγε τὴν λέξιν. ἐκεῖνοι γὰρ, ἐὰν ὦσι δύο φωνήεντα, ἐπεντιθέασι τὸ -υ- ὡς ἐπὶ τοῦ ἄως αὔως. ἐπεὶ οὖν ἐστιν ἀάτη, αὐάτη παρ᾿ αὐτῷ εἴρηται.[*]()

[*]()a. ἐξαίρετον ἔσχε μόχθον: τὸν ἐξηλλαγμένον. ἤτοι δὲ ὅτι μέγας, ἢ ὃν οὐδεὶς ἄλλος ἔσχεν. οὐδεὶς γὰρ ἄλλος παραδέδοται ἐπὶ τροχοῦ κολαζόμενος. (53) Ὁμηρικῶς ἀντὶ τοῦ ταχέως. ταχέως δὲ παθὼν καὶ τιμωρηθεὶς τὸν πρέποντα αὐτῷ καὶ ἁρμόζοντα ἐδέξατο μισθόν.[*]()

[*]()b. αἱ δύο δ᾿ ἀμπλακίαι: τοῦτό φησιν, ὅτι τὸ μὲν τοῦ φόνου ἁμάρτημα συνέγνων οἱ θεοὶ, τὸ δὲ δεύτερον οὐκέτι. καί φησιν, ὅτι αἱ δύο ἁμαρτίαι εἰσὶ φερέπονοι, οἱονεὶ πόνον καὶ τιμωρίαν τοῖς ἁμαρτάνουσιν ἐπιφέρουσαι.[*]()

[*](). ἄλλως· δύο ἀμπλακίας φησὶ τόν τε ἐμφύλιον φόνον καὶ τὴν ἐπιθυμίαν τῆς Ἥρας.

[*]()ὅτι τ᾿ ἐμφύλιον αἷμα: τῶν δύο ἁμαρτημάτων διαίρεσιν ποιεῖται καί φησιν· Ἰξίων ἐμφύλιον φόνον ἐνέμιξεν ἀνθρώποις· οἷον πρῶτος κατειργάσατο ἐν ἀνθρώποις τὸν ἐμφύλιον φόνον· δεύτερον δὲ, ὅτι τοῖς μεγάλοις καὶ εὐκατασκευάστοις θαλάμοις τοῦ Διὸς τὴν γαμετὴν Ἥραν ἐπείρα τε καὶ ἐνήδρευε. |[*]() τὸ γὰρ ἐπειρᾶτο παθητικὸν ὂν ἀντὶ τοῦ ἐνεργητικοῦ ἐστι, σημαίνει δὲ τὸ ἐνήδρευεν. |[*]() οὕτω γὰρ καὶ πειρατὰς τοὺς κατὰ πέλαγος [λῃστὰς] λέγομεν, κυρίως δὲ τοὺς ἐν ὁδῷ κακουργοῦντας, |[*]() παρ᾿ ὃ δὴ καὶ ὁδουροὺς αὐτοὺς λέγουσιν. Εὐριπίδης ἐν Ἀρχελάῳ (fr. 260)· ἔπαυσ᾿ ὁδουροὺς λυμεῶνας. καὶ Σοφοκλῆς ἐν Αἰγεῖ (fr. 21)· πῶς δῆθ᾿ ὁδουρῶν ὅμοιος ἐξέβης λαθών;[*]()

[*]()οὐκ ἄτερ τέχνας: οὐ χωρὶς δόλου. τοῦτο δὲ λέγει διὰ τὸν βόθρον. σημειωτέον δὲ, ὅτι καὶ τοὺς δόλους καὶ τὰς πανουργίας τέχνας τινὲς ἐκάλουν.

[*]()χρὴ δὲ καθ᾿ αὑτὸν αἰεί: προσῆκον δέ ἐστι, φησὶ, τῶν κατὰ τὴν ἑαυτοῦ δύναμιν τὸ μέτρον σκοπεῖν καὶ τούτων ἐπιθυμεῖν, καὶ μὴ τῶν ὑπὲρ δύναμιν ὀρέγεσθαι. ὅμοιον δὲ τοῦτο τῷ ὑπὸ Χίλωνος ἐν Δελφοῖς ἐγγραφέντι [γνῶθι σαυτόν], ὅ τινές φασι Σωδάμου εἶναι.

[*]()παράτροποι: αἱ μοιχίδιοι καὶ τοῦ δέοντος παρατετραμμέναι εἰς κακότητα καὶ βλάβην ἐνέβαλον. ἔνιοι δὲ γράφουσιν, εἰς κακότητα ὀρθὴν, καὶ οὐχὶ ἀθρόαν, ἵν᾿ ᾖ εὐθεῖαν, ἀπὸ μεταφορᾶς τῶν ὁδῶν.

[*]()εἶδος γάρ: τὸ γὰρ εἶδος ἡ νεφέλη ὁμοία ἦν τῇ ὑπερεχούσῃ τοῦ οὐρανίου Κρόνου θυγατρί.

ἅν τε δόλον: ἥντινα νεφέλην δόλον Ἰξίονι κατεσκεύασαν [*]() αἱ τοῦ Διὸς τέχναι καλὸν καὶ ἄξιον βλάβος. πῆμα δὲ τὴν νεφέλην εἶπε ὡς πρὸς τὸ ἀποτέλεσμα, τὸ ἐξ αὐτῆς βλάβος.[*]()

[*]()καλὸν πῆμα: ὡς καὶ Ἡσίοδος (Theog. 585)· καλὸν κακόν· καλὸν μὲν διὰ τὸ ὡμοιῶσθαι τῇ Ἥρᾳ, πῆμα δὲ ὡς πρὸς τὸ ἀποτέλεσμα. 75 EF

[*]()a. τὸν δὲ τετράκναμον: τὸν δὲ τετράραβδον δεσμὸν ἤνυσε καὶ κατειργάσατο ἑὸν ὄντα δεσμὸν καὶ ὄλεθρον ὁ Ἰξίων, ἶσον ταῖς χερσὶ καὶ τοῖς ποσὶ πρὸς τὸ τῇ δέσει τῶν χειρῶν καὶ τῶν ποδῶν ἐξαρκεῖν.[*]()

[*]()b. τὸν δὲ τετράκναμον: κνήμη τοῦ τροχοῦ ῥάβδος ἡ ἀπὸ τῆς χοινικίδος ἐπὶ τὸν κύκλον διήκουσα. οἱ δὲ ἁρμάτειοι τροχοὶ τῶν ἀνθρώπων ἑξάκνημοί εἰσιν, οἱ δὲ τῶν θεῶν δι᾿ ὑπερβολὴν τοῦ κόσμου παρὰ τῷ Ὁμήρῳ (Ε 723) ὀκτάκνημοι εἶναι λέγονται. οἰκείως δὲ ὁ Πίνδαρος τὸν τοῦ Ἰξίονος τροχὸν τετράκνημον εἶπεν, ἵνα τοῖς μὲν δυσὶ ποσὶ τὰς δύο, ταῖς δὲ χερσὶ τὰς δύο προσάψῃ κνήμας.[*]()

[*]()ἐν δ᾿ ἀφύκτοισι: ὁ νοῦς· ἐν δὲ τοῖς ἀφύκτοις δεσμοῖς πεσὼν τὴν πᾶσιν ἐγνωσμένην ἀνεδέξατο ἀγγελίαν καὶ φήμην.

[*]()a. τὰν πολύκοινον ἀγγελίαν: τὴν πᾶσιν ἐγνωσμένην. φησὶ δὲ ταύτην ὅτι χρὴ τοὺς εὐεργέτας καλοῖς ἀμείβεσθαι.

[*]()b. ἄλλως· τὴν πᾶσιν ἐγνωσμένην· κοινὰ γὰρ τὰ Ἰξίονος· ἢ τὴν ὠφέλιμον. τίς δέ ἐστιν αὕτη; ἣν δεδεμένος ὁ Ἰξίων ἐν τῷ τροχῷ ἔλεγε, τὸν εὐεργέτην ἀγαναῖς ἀμοιβαῖς ἀμείβεσθαι.

[*]()a. ἄνευ οἱ χαρίτων: ἀντὶ τοῦ ἔξω συνουσίας. χαρίζεσθαι γὰρ κυρίως λέγεται τὸ συνουσιάζειν, ὥσπερ Θεόπομπος ἐν Μήδῳ (fr. 29, I p. 740 K.) εἰσάγει τὸν Λυκαβηττὸν λέγοντα· παρ᾿ ἐμοὶ τὰ λίαν μειράκια χαρίζεται τοῖς ἡλικιώταις. καὶ Ἀριστοφάνης ἐν Ἱππεῦσιν (517) ἐκ μεταφορᾶς· πολλῶν γὰρ δὴ πειρασάντων αὐτὴν ὀλίγοις χαρίσασθαι. καὶ Σαπφώ (fr. 34)· σμικρά μοι πάϊς ἔμμεναι φαίνεο κἄχαρις. ἡ μήπω δυναμένη χαρίζεσθαι.

b. ἄλλως· Ἀρίσταρχος ἀφ᾿ ἑτέρας ἀρχῆς νῦν ἐπὶ τῆς νεφέλης ὑφίσταται τὸν λόγον τῆς τῷ Ἰξίονι συνευνασθείσης.

c. ἄνευ δέ οἱ Χαρίτων, οἷον τὸν ἄχαριν γόνον. ἄχαρις γὰρ ἦν τις καὶ ἄγριος ὁ Νεφέλης καὶ Ἰξίονος Κένταυρος.

[*]()d. συνίστησιν ὁ Πίνδαρος ἐξ Ἰξίονος καὶ Νεφέλης τοὺς δισωμάτους Κενταύρους· ἐκείνην μὲν γάρ φησι τεκεῖν τὸν τοιοῦτον γόνον, ὃς οὔτε ἐν ἀνθρώποις οὔτε ἐν θεοῖς τιμὴν εἶχεν· ὄνομα δέ φησιν αὐτῷ εἶναι Κένταυρον. τοῦτον δὲ ἐν Μαγνησίᾳ ἵπποις μιγνύμενον γεννῆσαι τοὺς διφυεῖς Κενταύρους, ὥστε ἐκείνους κατὰ τὸ γενικὸν ὄνομα ὀνομασθῆναι Κενταύρους ἀπὸ τῆς τοῦ πατρὸς ὀνομασίας. εἰσί γε μὴν οἳ τὸν ὅλον μῦθον παρεγκεχειρήκασιν ὡς οὐ γεγονότων διφυῶν. Λέλεγας γάρ φασιν αὐτοὺς προσαγορευομένους διὰ τὸ ἀποκεντῆσαι τοὺς ταύρους προσαγορευθῆναι Ἱπποκενταύρους· οἱ δὲ ὅτι ἵπποις κέλησιν ἐποχηθέντες πρῶτοι πάντων τοῦτο διεπράξαντο.

[*]()a. μόνα καὶ μόνον: ἀντὶ τοῦ μονόμετρον καὶ ξένον τὴν φύσιν.

b. οἱ δὲ μόνον καὶ οὐκέτι ἕτερον· οὐδεὶς γὰρ ἄλλος Νεφέλης ἐγένετο υἱός· καὶ παρὰ τὰς ἄλλας νεφέλας μόνη ἔτεκε Κένταυρον.

[*]()a. οὔτ᾿ ἐν θεῶν νόμοις: ἐγέννησε, φησὶν, ἡ νεφέλη τῷ Ἰξίονι παῖδα οὔτε ἐν ἀνθρώποις γέρας ἀποφερόμενον, ἀντὶ τοῦ τῆς τῶν ἀνθρώπων φύσεως ξένον ὄντα, οὔτε ἐν τοῖς τῶν θεῶν νόμοις τιμώμενον. ἐκ δὲ τούτου πάλιν οὐδὲ θεοῖς ὅμοιον.[*]()

[*]()b. ἢ τὸν οὔτε τῆς τῶν ἀνθρώπων μετέχοντα φύσεως οὔτε τῆς τῶν θεῶν.