Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()Ὀλβία Λακεδαῖμον: ὦ εὐδαιμονεστάτη Λακεδαῖμον καὶ μακαρία Θεσσαλία· ἐν γὰρ ἀμφοτέραις ἐξ ἑνὸς πατρὸς τοῦ γενναίου Ἡρακλέους τὸ γένος βασιλεύει.

[*]()ἀριστομάχου ἐπιθετικῶς· τοῦ Ἡρακλέους τοῦ ἀρίστου κατὰ τὰς μάχας.

[*]()τί κομπέω: οἱ μὲν ὅτι κομπῶ, ἀλλόκοτον νῦν λέγω, εἶτα ἡ μέση· κατὰ τὸν δέοντα καιρὸν κομπῶ. οἱ δὲ οὕτως ὑφ᾿ ἕν· τί κομπῶ καὶ φλυαρῶ παρὰ τὸν δέοντα καιρὸν, ἵνα τὴν κατά ἀντὶ τῆς παρά λάβωμεν.

[*]()a. ἀλλά με Πυθώ τε καὶ τὸ Πελινναῖον: Πελινναῖον πολις τοῦ νικηφόρου.[*]()

[*]()b. Πελινναῖον πόλις Θεσσαλίας, ἀφ᾿ ἧς καὶ τὸ ἐν Χίῳ ὄρος ἐκλήθη.[*]()

[*]()a. Ἀλεύα τε παῖδες: ἤτοι καθόλου οἱ Θεσσαλοὶ ἀπὸ Ἀλεύα τοῦ βασιλεύοντος, ὡς καὶ Σισυφίδαι οἱ Κορίνθιοι ἀπὸ Σισύφου· ἢ Ἀλεύα παῖδες οἱ ὄντες ἑταῖροι τῷ Ἱπποκλέᾳ. b. ὁ δὲ νοῦς· ἀλλά με ἡ Πυθὼ καὶ τὸ Πελινναῖον καὶ τοῦ Ἀλεύα οἱ παῖδες ἀπύειν παρακελεύονται καὶ ὑμνεῖν· ἢ βοᾷ καὶ προσκαλεῖται· θέλοντές με τὴν ἔνδοξον καὶ ἐγκωμιαστικὴν τῶν χορευόντων ἐπ᾿ αὐτὸν τὸν Ἱπποκλέα ἄγειν φωνήν.[*]()

[*]()ἐπικωμίαν ἀνδρῶν: τῶν κωμασόντων ἀνδρῶν.

[*]()γεύεται γὰρ ἀέθλων: καὶ γὰρ ἐπιδόξων γεύεται ἄθλων καὶ μεταλαμβάνει νικηφόρος γεγονώς· |[*]() ὡς νεωστὶ δὲ κατιόντος εἰς τοὺς ἀγῶνας ταῦτά φησιν.

[*]()a. στρατῷ τ᾿ ἀμφικτυόνων: ἐν δὲ τῷ τῶν ἀμφικτυόνων καὶ περιοίκων ὄχλῳ καὶ συνόδῳ ἡ Πυθὼ αὐτὸν ἄριστον τῶν διαυλοδρόμων παίδων ἀνηγόρευσε, ἀντὶ τοῦ εἰς Πύθια δίαυλον ἐνίκησε.

b. διαυλοδρομᾶν δὲ ἀπὸ τῆς διαυλοδρόμης εὐθείας· οἱ διαυλοδρόμαι, τῶν διαυλοδρομῶν καὶ τροπῇ Δωρικῇ διαυλοδρομᾶν.[*]()

c. Παρνάσσιος μυχός: ἡ Πυθὼ [*]() |[*]() ἀνεκήρυξε διαυλοδρόμην ὑπερέχοντα τῶν παίδων.

d. ἢ καὶ περισπαστέον [*]() |[*]() διαυλοδρομᾶν, ἵν᾿ ᾖ τῶν διαυλοδρομῶν.

[*]()a. Ἄπολλον: προσφωνεῖ τὸν θεὸν, ἐπειδὴ καὶ Πυθιονίκης ὁ νικηφόρος.

[*]()b. τῶν δὲ ἀνθρωπίνων ἡδὺ τὸ τέλος αὔξεται καὶ ἡ ἀρχὴ ἡδεῖα γίνεται, τοῦ δαιμονίου αὐτὰ αὔξοντος.

[*]()τεοῖσί τε μήδεσιν: ὁ Ἱπποκλέας, φησὶ, ταῖς σαῖς βουλήσεσιν, ὦ Ἄπολλον, ἐνίκησε· τὸ δὲ ἀπὸ γένους αὐτοῦ ἔμφυτον ἐπιβῆναι ἐποίησε τοῖς ἴχνεσι τοῦ Ὀλυμπιονίκου τοῦ αὐτοῦ πατρός.

[*]()a. δὶς ἐν πολεμαδόκοις: δὶς ἐνίκησεν ὁ Φρικίας ἐν Ὀλυμπίᾳ, ὁ πατὴρ τοῦ Ἱπποκλέους. ἦν δὲ ὁπλίτης· διό φησιν· ἐν πολεμαδόκοις Ἄρεος ὅπλοις. τοῦ γένους οὖν φησιν ἥκειν εἰς τὰ ἴχνη· καὶ γὰρ ἐκεῖνος ὁπλιτοδρόμος |[*]() καὶ οὗτος διαυλοδρόμος.

[*]()b. ἄλλως· τοῦτό φησιν ὡς τοῦ πατρὸς αὐτοῦ δὶς νικήσαντος τὰ Ὀλύμπια ὁπλιτοδρόμου.

[*]()ἔθηκε καὶ βαθυλείμωνα: τὸν Φρικίαν καὶ Ὀλυμπιονίκην ὄντα ὁ ὑπὸ τὴν βαθυλείμωνα πέτραν τῆς Κίρρας ἀγὼν, τουτέστιν ὁ Πυθικὸς, κρατησίποδα ἐποίησε. διὰ τούτου δὲ σημαίνει, ὅτι Ὀλυμπιονίκης ὢν ἐγένετο καὶ Πυθιονίκης.

[*]()κρατησίποδα: κρατῆσαι τοῖς ποσὶν ἤγουν νικῆσαι δρόμῳ.

[*]()ἕποιτο μοῖρα: ἐπακολουθοίη δὲ αὐτοῖς καὶ εἰς τὸν μετὰ ταῦτα χρόνον ἡ μοῖρα καὶ ἡ εὐτυχία, ὥστε αὐτοῖς αὔξειν τὸν ἀγήνορα πλοῦτον. τῶν δὲ κατὰ τὴν Ἑλλάδα καλῶν μετεσχηκότες οὐκ ὀλίγον μὴ ἐναντίαις παρατροπαῖς συντύχωσι παρὰ τῶν θεῶν.

[*]()a. ἀπήμων δὲ, ἀβλαβὴς καὶ ἀνόργητος ἐπὶ τοῖς αὐτῶν κατορθώμασιν εἴη ὁ θεός.

[*]()b. εὐδαίμων δὲ καὶ ὑμνητὸς οὗτος: εὐτυχὴς δὲ οὗτος ὁ ἀνὴρ καὶ πολυύμνητος παρὰ τοῖς σοφοῖς γίνεται, ὃς ἂν πάλῃ ἢ δρόμῳ τόλμῃ τε καὶ ἀνδρείᾳ νικήσας τὰ μέγιστα τῶν κατορθωμάτων δέξηται, καὶ προσεπιτούτοις ἔτι καὶ ζῶν ἴδῃ τὸν νεώτερον αὐτοῦ υἱὸν κατὰ τὸ προσῆκον Πυθικῶν στεφάνων τυχόντα· |[*]() καὶ ἀπὸ κοινοῦ τὸ εὐδαίμων.

[*]()a. ὁ χάλκεος οὐρανός: οὐκέτι μέντοι ὁ στερεὸς οὐρανὸς καὶ ἰσχυρὸς ἐπιβατὸς αὐτοῖς ἐστιν, οἱονεὶ τοῖς εἰς ἄκρον οὕτως εὐδαιμονίας ἐλθοῦσιν οὐκ ἔστι καὶ θεοῖς συγγενέσθαι, ὡς τῶν ἐν ἀνθρώποις ἄκρων καὶ τελείων εὐτυχημάτων αὐτῶν μετασχόντων τῶν τὴν τοιαύτην εὐτυχίαν εὐτυχησάντων.

b. ἄλλως· τῷ τοιούτῳ, τῷ παῖδας ἐσχηκότι καὶ ἃ προείρηκα εὐτυχήματα, οὐκ ἀναβατὸς μόνον ὁ οὐρανός· οἷον, ὡς ἐν θνητοῖς εὐδαίμονές εἰσιν· ἀθάνατοι γὰρ οὐ δύνανται γενέσθαι.

[*]()a. ὅσαις δὲ βρότεον ἔθνος: ὅσων δὲ ἀγλαϊῶν καὶ ἀγαθῶν οἱ ἄνθρωποι ἐφαπτόμεθα εὐδαιμονίας.

b. ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· τῶν ἀνθρωπίνων καλῶν τὸ πέρας καὶ τὸ τέλος ἔχει ὁ τὴν τοιαύτην εὐδαιμονίαν εὐτυχήσας, τὸ καὶ αὐτὸν νικῆσαι καὶ τὸν υἱὸν ἰδεῖν νικήσαντα.

c. ὅσαις δὲ, ἀντὶ τοῦ ὅσων, ἀντὶ γενικῆς ἐχρήσατο.

[*]()a. ναυσὶ δ᾿ οὔτε πεζὸς ἰών: οὔτε πεζὸς οὔτε πλῷ παραγενόμενος εἰς τὸ τῶν Ὑπερβορέων ἄθροισμα εὐμαρῶς εὕροις τὴν ἐπ᾿ αὐτοὺς θαυμαστὴν ὁδόν. ὁ δὲ νοῦς αὐτῷ πρὸς τὴν εὐτυχίαν· ὥσπερ οὐκ ἔστιν εὐμαρὲς εἰς τὸ τῶν Ὑπερβορέων ἔθνος παραγενέσθαι, οὕτως οὐδὲ ταύτης τῆς εὐτυχίας μείζονα εὑρεῖν εὐμαρές ἐστιν.[*]()

b. μέχρι δὲ τούτων ὁ Πίνδαρος καλῶς τὸν ἐπίνικον γράφει· ἠστόχησε δὲ τὰ μετὰ ταῦτα ἀλόγῳ παρεκβάσει χρησάμενος.[*]()

[*]()ἐς Ὑπερβορέων ἀγῶνα: ἀγῶνα νῦν τὸ ἄθροισμα, ἵν᾿ ᾖ· εἰς τὸ τῶν Ὑπερβορέων ἄθροισμα πορευόμενος τὴν ἐπ᾿ αὐτοὺς ἄγουσαν ὁδόν οὐκ ἂν εὔροις.[*]()

[*]()παρ᾿ οἷς ποτε Περσεύς: παρ᾿ οἷς, τοῖς Ὑπερβορέοις, ὁ Περσεὺς εὐωχήθη εἰς τὰς οἰκίας αὐτῶν εἰσελθὼν καὶ καταλαβὼν αὐτοὺς διὰ τῶν ὄνων ἐνδόξους θυσίας τελοῦντας τῷ θεῷ Ἀπόλλωνι. οἱ γὰρ Ὑπερβόρειοι ὄνους θύουσι τῷ Ἀπόλλωνι, ὡς καὶ ὁ Καλλίμαχός φησι (fr. 188)· τέρπουσιν λιπαραὶ Φοῖβον ὀνοσφαγίαι.