Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()a. ἑκατοντακάρανος: οὐκ ἀριθμητικῶς, ἀλλ᾿ ἀντὶ τοῦ πολυκέφαλος.

[*]()b. τόν ποτε Κιλίκιον: ὅν ποτε, τὸν Τυφῶνα, ἔθρεψε μὲν τὸ ἐν Κιλικίᾳ πολυθρύλλητον σπήλαιον, νῦν δὲ αἱ τῆς Κύμης ὄχθαι καὶ ἡ Σικελία τὰ δασέα αὐτοῦ στήθη πιέζει.

c. ἄλλως· τόν ποτε Κιλίκιον θρέψε: στασιάζεται ἡ περὶ τοῦ Τυφῶνος ἱστορία. οἱ μὲν γὰρ αὐτὸν ὄρει τῆς Βοιωτίας ὑποκεῖσθαι ἔφασαν, καὶ ὥς εἰσιν αὐτόθι πυρὸς ἀναδόσεις· οἱ δὲ ἐν Φρυγίᾳ· ἕτεροι ἐν Λυδίᾳ. Ἀρτέμων δέ τις ἱστορικὸς (FHG IV

p. 341) πιθανώτερον λογοποιεῖ. καθάπαξ γάρ φησι πᾶν ὄρος ἔχον πυρὸς ἀναδόσεις ἐπὶ Τυφῶνι καίεσθαι. ἔστι δὲ τὸ πιθανὸν ἐξ αὐτῆς τῆς τοῦ ὀνόματος ἱστορίας· τύφειν γἀρ τὸ καίειν. |[*]() ὁ δὲ Πίνδαρός φησι τὸν Τυφῶνα ἐν Κιλικίᾳ τεθράφθαι, ὡς καὶ Ὅμηρος (B 783)· εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς· ὑποκεῖσθαι δὲ τῷ ὄρει καὶ αὐτόθι πυρὸς κρατῆρας καὶ τοὺς ἀναδιδομένους πρηστῆρας.

[*]()d. τὸ ἑξῆς· ἑκατοντακάρηνος ὁ Τυφὼς πολέμοις τῶν θεῶν.

[*]()πολυώνυμον: ἀντὶ τοῦ πολυθρύλλητον διὰ τὸ ἀνατραφῆναι ἐν αὐτῷ τὸν Τυφῶνα.

[*]()a. ταί θ᾿ ὑπὲρ Κύμας: Κύμη νῆσος παρακειμένη τῇ Σικελίᾳ. ἔστι δὲ καὶ ἑτέρα τῶν Αἰολέων. φαίνεται δὲ οὐχ ἡ Κύμη πῦρ ἀναδιδοῦσα, ἀλλ᾿ ἡ καλουμένη Προχύτη, ἣν καὶ Πιθηκούσσας ὀνομάζουσι. συμβαίνουσι γὰρ αὐτόθι κυμάτων ἐξαισίων κινήσεις καὶ ἀνέμων σφοδροτάτων ἐπίπνοιαι καὶ πρηστήρων ἐπιφάνειαι καὶ πυρὸς καταφλέξεις, ὡς μυθολογεῖσθαι ὑποκεῖσθαι τὸν Τυφῶνα.

[*]()b. ἁλιερκέες ὄχθαι: ἤτοι αἱ τὴν ἄλα ἕρκος ἔχουσαι, ἢ τῆς ἁλὸς αὐταὶ ἕρκος οὖσαι, διὰ τὸ μὴ συγχωρεῖν ἐπίπροσθεν φέρεσθαι τὰ κύματα.

[*]()a. κίων δ᾿ οὐρανία: ἡ Αἴτνη τὸ ὄρος, ἣν οὕτω διὰ τὸ ὕψος ὠνόμασεν ὑποστηρίζουσαν τὸν οὐρανόν.

b. ὁ δὲ νοῦς· ἡ δὲ οὐρανία κίων συνέχει τὸν Τυφῶνα, ἡ κατὰ πᾶσαν ὥραν ἔτους χιονιζομένη καὶ τῆς ὀξείας χιόνος τροφὸς οὖσα, ἡ Αἴτνη.

[*]()a. πάνετες: τὸ πάνετες ἀμφίβολον· ἤτοι γὰρ διαπαντὸς συνέχει τὸν Τυφῶνα ἡ Αἴτνη καὶ δι᾿ αἰῶνος, ἢ τῷ ἑξῆς συναπτέον ὀξείας χιόνος τιθήνα, ἵν᾿ ἦ, δι᾿ ἔτους ἀεὶ τιθηνουμένη τὴν χιόνα. 39G

b. ἄλλως· οὐ κατὰ παντός, ἀλλὰ κατὰ πᾶσαν ὥραν ἔτους, ἵνα εἰς ὑπερβολὴν ἄρῃ τὸν λόγον, λέγων καὶ χειμῶνι καὶ θέρει χιονίζεσθαι τὴν Αἴτνην. 40G

[*]()χιόνος ὀξείας: ἤτοι παρὰ τὴν πυκνότητα τῆς καταφορᾶς, ἢ παρὰ τὴν ψυχρότητα, ὅτι οἱ ἐφαπτόμενοι ὅμοιόν τι πάσχουσι τοῖς κεντουμένοις.[*]()

[*]()ἀπλάτου: ἢ ἀπροσπελάστου ἢ πολλοῦ.[*]()

[*]()a. πυρὸς ἁγνόταται: ἁγνότατον τὸ πῦρ φησιν, ὅτι ἁγνιστικόν ἐστιν, ἢ καὶ παρὰ τὸ θεῖον τὸ αὐτόθι γινόμενον, ᾧ καθαίρομεν, ὡς καὶ Ὅμηρος (χ 482)· ὄφρα θεειώσω μέγαρον. τῇ δὲ τροπῇ ἐπιμένει διόλου πυρὸς ποταμοὺς καὶ πηγὰς λέγων διὰ τὴν ἄγαν τοῦ πυρὸς ἀνάδοσιν.[*]()

[*]()b. ὁ δὲ νοῦς· ἧστινος Αἴτνης ἀναφυσῶνται καὶ ἀναδίδονται ἐκ τῶν μυχῶν ἀπροσπελάστου πυρὸς πηγαί· οἱ δὲ ποταμοὶ τοῦ πυρὸς ἐν ἡμέρᾳ ῥοῦν καὶ φορὰν προχέουσι καπνοῦ ἤτοι μέλανα ἢ καυστικόν· ἐν δὲ τῇ νυκτὶ ἡ ξανθὴ τοῦ πυρὸς φλὸξ ἐκρήγνυσι τοῦ ὄρους τὰς πέτρας, καὶ εἰσκυλίει τῇ παρακειμένῃ θαλάσσῃ.[*]()