Scholia in Pindarum Pythian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.

[*]()a. κελαινῶπιν νεφέλαν: ἤτοι κατ᾿ αὐτῆς τῆς νεφέλης τὸ ἐπίθετον. ἵνα σωματικώτερον ἀναπλάσῃ τὴν νεφέλην |[*]() τὴν μέλανας ἔχουσαν ὀφθαλμούς, ἣ τὴν μελαίνουσαν τοὺς ὀφθαλμοὺς νεφέλην.

[*]()b. ἄλλως. κελαινῶπιν νεφέλαν τὴν ἐπίχυσιν τοῦ ὕπνου φησίν.

[*]()c. ἄλλως· ἀντὶ τοῦ ὕπνον, παρόσον ἀφεγγής ἐστι. κατέχευας, ὦ κιθάρα. ἁπαλὸν καὶ ἡδὺ κλεῖθρον κατὰ τῶν βλεφάρων.

[*]()a. ἀγκύλῳ κρατί: τῇ ἐπικεκαμμένῃ κεφαλῇ τοῦ ἀετοῦ. οὕτω δὲ εἶπε διὰ τὸ ῥάμφος αὐτοῦ. καὶ Ὅμηρος (τ 538)· ἀγκυλοχείλης.

b. τὸ δὲ κλαῖστρον ἀντὶ τοῦ κλεῖθρον. [*]()

[*]()a. ὑγρὸν νῶτον αἰωρεῖ: ἀντὶ τοῦ εἰς ὕπνον καταφερόμενος ὑπὸ σοῦ, ὦ κιθάρα, αἰωρεῖται τὸν νῶτον ἐπὶ θάτερον ῥέπων.[*]()

b. ἄλλως· ὑγρὸν νῶτον: τὸν εὐδιάχυτον ὑπὸ τῆς ἡδονῆς. |[*]() γραφικώτατα δὲ συνδιατιθέμενον τῇ ᾠδῇ καὶ θελγόμενον τὸν ἀετὸν ὑπετύπωσεν.[*]()

a. ῥιπαῖσι: ταῖς βολαῖς. λέγει δὲ τοῖς μέλεσιν.

[*]()b. ὁ δὲ νοῦς· ὁ δὲ ἀετὸς εἰς ὕπνον τῇ ἡδονῇ καθελκόμενος τὸν εὐδιάχυτον αὐτοῦ νῶτον ἐπαίρει, τοῖς σοῖς μέλεσι θελχθείς.[*]()

a. βιατὰς Ἄρης: ὁ γὰρ ἰσχυρότατος Ἄρης τὴν τραχυτάτην [*]() τῶν δοράτων ἀκμὴν καταλιπών, τουτέστι τὸν πόλεμον, εὐφραίνει τὴν καρδίαν τῷ τῆς κιθάρας κηλήματι.[*]()

[*]()b. κώματι τῷ κοιμήματι, τῷ θέλγματι.

[*]()a. κῆλα δέ: κατὰ συναίρεσιν τὰ κηλήματα. Ὅμηρος δὲ (A 383) τὰ τοξικὰ βέλη· τὰ δ᾿ ἐπῴχετο κῆλα θεοῖο. δυνατὸν δὲ ἀκούειν καὶ νῦν τροπικώτερον βέλη τὰ θελκτικὰ τῆς μουσικῆς πάθη.[*]()

b. κῆλα τὰ ὑπὸ μουσικῆς θέλγματα.

[*]()c. ὁ δὲ νοῦς· τὰ δὲ τῆς μουσικῆς κηλήματα καὶ τῶν θεῶν θέλγει τὰς φρένας παρὰ τῇ σοφίᾳ τοῦ Ἀπόλλωνος καὶ τῶν εὐπλοκάμων Μουσῶν.[*]()

[*]()a. ὅσσα δὲ μὴ πεφίληκε: τοῦτο εἶπεν, ἵνα ὦσιν οἱ ἀκροαταὶ ἕτοιμοι πρὸς τὴν ἀκρόασιν.

b. τουτέστιν ὅσα δὲ μήτε κατὰ γῆν, μήτε κατὰ τὴν ἄπειρον θάλασσαν φιλεῖ ὁ Ζεύς, ἀποστρέφεται τὴν ᾠδὴν τῶν Μουσῶν.[*]()

[*]()a. ἐν αἰνᾷ Ταρτάρῳ: πάλιν κατὰ τὸ ἴδιον ἔθος θηλυκῶς τὴν Τάρταρον προήγαγεν, ὡς καὶ τὴν Ἰσθμόν. καὶ τὸ Τυφώς· |[*]() ἔδει γὰρ ὁ Τυφών. Ὅμηρος (B 782) ἑτέραν εὐθεῖαν οἶδεν, ὁ Τυφωεύς· Τυφωέϊ γαῖαν ἱμάσσῃ.[*]()

[*]()b. ἀπὸ κοινοῦ, ἀτύζεται καὶ οὗτος.

c. ὁ δὲ νοῦς· ἀποστρέφεται τὴν μουσικὴν ὁ Τυφὼν ὁ ἐν τῷ Ταρτάρῳ κείμενος.[*]()