Scholia in Pindarum Pythian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 2. Drachmann, A.B., editor. Leipzig: Teubner, 1910.
[*]()a. χρυσέα φόρμιγξ: τινὲς χρυσῆν ὑποσχέσθαι κιθάραν τὸν Ἱέρωνα τῷ Πινδάρῳ. διὸ καὶ ὁ ποιητὴς ὑπομιμνήσκων αὐτὸν τῆς ἐπαγγελίας ἀπὸ τῆς κιθάρας ἤρξατο τοῦ προοιμίου.[*]()
b. χρυσῆ δὲ κιθάρα ἀντὶ τοῦ τιμία, ὡς χρυσῆ Ἀφροδίτη (Χ 470).[*]()
[*]()a. σύνδικον Μοισᾶν κτέανον: συνῳδόν, οἱονεὶ οὐκ ἐναντίον. ὁ δὲ Ἀπολλώνιος σύντροπον ἤκουσε· δίκη γὰρ ὁ τρόπος ὡς καὶ Ὅμηρος (τ 43)· αὕτη τοι δίκη ἐστί.
b. οὐ μάτην δὲ αὐτῷ παρέρριπται τὸ Ἀπόλλωνος κτῆμα εἰπεῖν τὴν κιθάραν· ἀντὶ γὰρ τῆς τῶν βοῶν κλοπῆς παρ᾿ Ἑρμοῦ πρῶτος ἐκτήσατο τὸ ὄργανον.
[*]()c. ἢ Ἀπόλλωνος, διὰ τὸ τὸν Ἀπόλλωνα προκατάρχειν τοῦ χοροῦ τῶν Μουσῶν.
[*]()d. ὁ δὲ νοῦς· χρυσῆ κιθάρα, καὶ τοῦ Ἀπόλλωνος κτῆμα καὶ τῶν μελανοπλοκάμων Μουσῶν συνῳδὸν καὶ σύντροπον, |[*]() παρόσον ὁ μὲν Ἀπόλλων τῇ κιθάρᾳ τῶν ᾠδῶν προκαθηγεῖται τῶν Μουσῶν, αὗται δὲ χορεύουσιν.[*]()
[*]()a. τᾶς ἀκούει μὲν βάσις: βάσιν ἔνιοι τὸν ῥυθμόν· πρὸς γὰρ ῥυθμὸν ἡ ἁρμονία τῶν μελῶν διατυποῦται· οἱ δὲ τὴν τῶν ποδῶν κροῦσιν· προκατάρχονται γὰρ αἱ ᾠδαὶ παρὰ [*]() τῆς κιθάρας, εἶθ᾿ οὕτως ἕπεται ὁ τῶν χορευτῶν ῥυθμός.
b. ἢ βάσις ὁ ῥυθμός, παρὰ τὸ βαίνειν εἰς τὸν ῥυθμὸν τοῖς κρούουσι τὴν γῆν τοῖς ποσίν.
[*]()c. ἀγλαΐας ἀρχά: ἀμφίβολον πότερον ἡ βάσις ἀγλαΐας ἀρχὴ οὖσα, ἢ σὺ ὦ κιθάρα ἀγλαΐας τυγχάνεις ἀρχή. κἀντεῦθεν δὲ ἄδηλον, ἤτοι ἀγλαΐαν τὴν κατὰ τὰς πανηγύρεις φησί, καθ᾿ ἣν πάντες γαννύμενοι τερπόμεθα, ἢ ἀγλαΐαν τὴν διάχυσιν καὶ εὐφροσύνην.
[*]()d. ἄλλως· ἀγλαΐας ἀρχάν: τὴν ἀρχὴν καὶ τὰς προανακρούσεις.
[*]()a. πείθονται δ᾿ ἀοιδοὶ σάμασιν: ἀοιδοὶ ἤτοι ἐν τῷ καθόλου, ἢ ἐπὶ τῶν Μουσῶν ὁ λόγος. ὡς γὰρ ἔφην, Ἀπόλλων μὲν προκατάρχει τῶν κρουμάτων, πρὸς δὲ τὰ κρούματα εὐρύθμως αἱ Μοῦσαι χορεύουσι.
b. σάμασι: σημείοις. τοῖς συνθήμασιν.
[*]()c. ἢ τοῖς κελεύσμασιν, ἀπὸ τοῦ σημῆναι διὰ τῆς προανακρούσεως.
[*]()d. ὁ δὲ νοῦς· ἧς, σοῦ ὦ κιθάρα, κατακούει μὲν ἡ τῶν ποδῶν κροῦσις, τῆς εὐφροσύνης καὶ διαχύσεως ἀρχὴ οὖσα· πείθονται δὲ καὶ οἱ ἀοιδοὶ τοῖς σοῖς συνθήμασιν, ὅταν τῶν προοιμίων τῶν ἡγουμένων τῶν χορῶν τὰς προαναφωνήσεις καὶ κρούσεις κατασκευάζῃς διακινουμένη.
[*]()a. ἀμβολάς: τὰς προαναφωνήσεις. ὡς καὶ Ὅμηρος (α 155)· ἦτοι ὃ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν.
[*]()b. ἐλελιζομένη δέ, ἢ διακινουμένη ἢ διακρουομένη.
[*]()κεραυνὸν σβεννύεις: κατὰ τὸ ἐναντίον προήγαγεν· ἔδει γὰρ εἰπεῖν κεραυνοῦ πῦρ. τὸ δὲ τοιοῦτον σχῆμα τοῦ λόγου καὶ παρ᾿ Ὁμήρῳ (Δ 535)· ὁ δὲ χασσάμενος πελεμίχθη. πελεμιχθεὶς γὰρ ἀνεχώρησεν.
[*]()a. ἀένναον κυρίως ἐπὶ τῶν ὑδάτων τίθεται, καταχρηστικῶς δὲ ὁ Πίνδαρος νῦν ἐπὶ τοῦ κεραυνοῦ τάττει ἀντὶ τοῦ ἄσβεστον.
[*]()b. σκάπτῳ δὲ Δωρικῶς τῷ σκήπτρῳ.
[*]()a. Διὸς αἰετός: πάνυ γὰρ διετύπωσεν, ὅτι δὴ ὁ ἀετὸς ἐπικαθήμενος τῷ τοῦ Διὸς σκήπτρῳ καὶ κατακηλούμενος ταῖς μουσικαῖς ᾠδαῖς εἰς ὕπνον κατάγεται, ἀμφοτέρας χαλάσας τὰς πτέρυγας καὶ ταλαντευόμενος καὶ ζυγοστατούμενος ὥσπερ διὰ τὴν τοῦ σκήπτρου στενότητα, ὥστε αὐτῷ μὴ ἐξολισθαίνειν τῇ ᾠδῇ, ἀλλὰ ἀσφαλῆ τὴν βάσιν ὑπάρχειν. ἡ δὲ Σαπφὼ (fr. 16) ἐπὶ τοῦ ἐναντίου ἐπὶ τῶν περιστερῶν· . . ταῖσι ψυχρὸς μὲν ἔγεντο θυμός, Πὰρ δ᾿ ἱεῖσι τὰ πτερά . . . .
[*]()b. ὁ δὲ νοῦς· καὶ τὸν ἰσχυρὸν καὶ πολεμικώτατον κεραυνὸν σβεννύεις τοῦ διαπαντὸς ὄντος πυρός. ἀφυπνοῖ δὲ τῇ ἡδονῇ συσχεθεὶς ἐπὶ τοῦ σκήπτρου τοῦ Διὸς ὁ ἀετὸς τὴν ταχεῖαν ἑαυτοῦ πτέρυγα ἐξ ἀμφοτέρων τῶν μερῶν χαλάσας, ὁ τῶν ὀρνέων βασιλεύς.