Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. ἔγειρ᾿ ἐπέων σφιν οἶμον λιγύν: τὸν τῶν [*]() ἐπέων λιμένα. καθόρμισον εἰς τὸν ὕμνον τοῦτον.

b. τοῖς ἀπὸ Δευκαλίωνος καὶ τοῖς Λοκροῖς.

c. ὡς τοῦ νικηφόρου [*]() ἀπογόνου ὄντος Δευκαλίωνος.

d. ἄλλως· ἐπέων οἶμον: [*]() ὁδόν.

e. τὸν δὲ κατὰ Δευκαλίωνα λόγον ὡς κοινὸν ὄντα παραιτεῖται λέγειν. φησὶν οὖν· ἔγειρε καὶ ἵστα καὶ παῦε [*]() τὴν ὁδὸν ταύτην τὴν ἡδεῖαν τῆς μυθολογίας | (λιγὺν δὲ εἶπε τῇ ἀκοῇ μόνῃ)· προσήκει γὰρ ἐπαινεῖν οὐ τὰ παλαιὰ διηγήματα, ἀλλὰ παλαιὸν μὲν οἶνον ἐπαίνει, λόγων δὲ νεαρῶν καὶ προκειμένων τὰς ὑποθέσεις καὶ τὰ ἄνθη (ἄνθη δὲ νῦν τὰς πράξεις). εἶτα πάλιν ὃ παρῃτήσατο ἐκ περιουσίας λέγει.[*]()

[*]()a. ἄνθεα δ᾿ ὕμνων: παρὰ τὸ Ὁμηρικόν (α 351)·

1.285
τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείουσ᾿ ἄνθρωποι, ἥτις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται.

b. δοκεῖ δὲ τοῦτο πρὸς τὸ Σιμωνίδειον εἰρῆσθαι· ἐπεὶ ἐκεῖνος ἐλασσωθεὶς ὑπὸ Πινδάρου λοιδορίας ἔγραψε κατὰ τοῦ κρίναντος ἀγαθῶν εἰδέου ἐπειδὴ ἐκεῖνος εἶπεν (fr. 75)· ἐξελέγχει ὁ νέος οἶνος οὔπω πέρυσι δῶρον ἀμπέλου· ὁ δὲ μῦθος ὅδε κενεόφρων: κούρων δὲ, διὰ τοῦτο ὁ Πίνδαρος ἐπαινεῖ παλαιὸν οἶνον.

c. ἄνθεα δ᾿ ὕμνων νεωτέρων αἴνει: Ὅμηρος [*]() (α 351)·

τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείουσ᾿ ἄνθρωποι, ἥτις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται.[*]()

d. ἄλλως· ἄνθεα ὕμνων τὰς ὑποθέσεις. ταῦτα δὲ αἰνίττεται πρὸς Σιμωνίδην.[*]()

νεωτέρων· λέγοντι: ἐπανάληψιν ποιεῖται τοῦ [*]() λόγου· λέγει γὰρ τὴν πρώτην πλημμύραν τοῦ ὕδατος Δευκαλίωνος.[*]()

a. ἄμπωτιν ἐξαίφνας: ἄμπωτιν λέγει τὸ πεδίον [*]() τὸ γενόμενον ἐκ τῆς πλημμύρας τοῦ ὕδατος ἀναποθέντος, ἄντλον δὲ τὸ ὕδωρ καὶ τὴν χύσιν τοῦ ὕδατος, ἣν ἡ ἄμπωτις ἐξήρανεν. Ὅμηρος (ο 479)· ἄντλῳ δ᾿ ἐνδούπησε.

b. τὸν δὲ κατακλυσμὸν γενέσθαι τινὲς διὰ Πέλοπος ἀνελόντος Ἄζανα, τινὲς δὲ διὰ τὸ περὶ τὸν Λυκάονος παῖδα ἀσέβημα ὑπὸ Λυκάονος δὲ διὰ τὴν κρεουργίαν. τὸν δὲ Δία βουλόμενον καθᾶραι τὴν γῆν τοῦ ἄγους κατακλύσαι.

1.286

[*]()c. ἄμπωτις: ἄμπωτιν νῦν λέγει τὸ γενόμενον πεδίον ἐκ τῆς τότε πλημμυρίδος ἀναποθέντος τοῦ ὕδατος.

d. τὸν δὲ κατακλυσμὸν γεγενῆσθαι οἱ μὲν διὰ τὸ Πέλοπος ἄγος ὅτε ἐκρεουγήθη· οἱ δὲ διὰ τὸ περὶ τὸν Λυκάονος παῖδα Ἄζανα ἀσέβημα ὑπ᾿ αὐτοῦ τοῦ Λυκάονος, τοῦ Διὸς βουλομένου πάντα τῆς γῆς ἀποκαθᾶραι ἀσεβήματα.[*]()

e. ἄμπωτιν: ἀνάποσιν.

f. ἄμπωτις δὲ κυρίως ἡ αἰφνίδιος ὑποχώρησις ἡ ἐκ πλημμύρας τῶν ἐν θαλάσσῃ ὑδάτων, [*]() | ὡς ἐν Λιβύῃ λέγεται.

g. τέχναις δὲ μηχαναῖς καὶ βουλήσεσι Διός.[*]()

[*]()a. ὕδατος σθένος: τὴν ῥύσιν λέγει τοῦ ὕδατος, ἣν ἡ ἄμπωτις ἀνεξήρανε. Ὅμηρος (ο 479)· ἄντλῳ δ᾿ ἐνδούπησε πεσοῦσα.[*]()

[*]()b. ἄντλον: τὸ πλῆθος τοῦ ὕδατος, τὴν χύσιν, παρὰ τὸ ἀντλεῖσθαι.[*]()

[*]()c. κείνων δ᾿ ἔσαν χαλκάσπιδες ὑμέτεροι πρόγονοι: λοιπὸν ὡς πρὸς τὸν Ἐφάρμοστον· ἀπ᾿ ἐκείνων δὴ ἦσαν οἱ πρόγονοι ὑμῶν οἱ πολεμικώτατοι, ἐξ ἀρχῆς

d. ἐναντίωμα δὲ κατὰ τὴν γενεαλογίαν ἐμπίπτει. τὴν [*]() γὰρ Πρωτογένειαν οἱ μὲν Δευκαλίωνός φασιν, οἱ δὲ Ὀποῦντος, καὶ δοκεῖ συμφωνεῖν μήτε ἡ γενεαλογία μήτε ἡ ἱστορία. ἄλλο γάρ τι ποταμὸς Ὀποῦς καὶ ἄλλο ἀνὴρ ἐξ Ἰαπετοῦ. ἵν᾿ οὖν τὸ ἀσύμφωνον ἀπὸ τούτων λυθῇ, φασί τινες τὸν Δευκαλίωνα διώνυμον εἶναι καὶ τὸν αὐτὸν λέγεσθαι Ὀποῦντα· ὥσπερ καὶ ἐπὶ τῆς Πηνελόπης. λέγεται γὰρ Ἀρναία πρότερον καλουμένη παρὰ τῶν φύντων εἰς τὴν θάλασσαν ἐκριφῆναι, εἶτα ὑπό τινων ὄρνεων πηνελόπων λεγομένων εἰς τὴν χέρσον ἐξενεχθῆναι, καὶ οὕτως ἀναληφθεῖσαν ὑπὸ τῶν γεννησάντων ὀνομασθῆναι Πηνελόπην ἀπὸ τῆς τῶν ὀρνίθων ὁμωνυμίας, καὶ τραφεῖσαν διώνυμον εἶναι τὸ λοιπόν.[*]()

1.288

[*]()ὑμέτεροι πρόγονοι: ὡς ἀπὸ Δευκαλίωνος ὄντων τῶν προγόνων Ἐφαρμόστου. τινὲς δὲ οὕτω τὰ γένη αὐτῶν· Ἰαπετοῦ καὶ . . . . Ἐπιμηθεὺς, οὗ καὶ Πανδώρας Πύρρα Δευκαλίωνος γυνή. τούτων φησὶν εἶναι τοὺς προγόνους τῷ Ἐφαρμόστῳ.

[*]()Ἰαπετιονίδος: Ἰαπετοῦ Προμηθεὺς, οὗ καὶ Κλυμένης γίνεται ὁ Λευκαλίων. Ἰαπετοῦ δὲ πάλιν ὁ Ἐπιμηθεὺς, οὗ καὶ Πανδώρας Πύρρα. Πύρρας δὲ καὶ Δευκαλίωνος Πρωτογένεια.

[*]()a. κοῦροι κουρᾶν: πληθυντικῶς εἶπεν· ἐχρῆν γὰρ ἑνικῶς εἰπεῖν· κοῦροι γὰρ κούρης τῆς Πρωτογενείας [*]()λέγει.[*]()

b. κοῦροι: ὦ Ὀπούντιοι.

[*]()c. καὶ φερτάτων Κρονιδᾶν: τὸ ἑνικὸν ἀντὶ πληθυντικοῦ ἐξενήνοχεν.

d. ἀντὶ τοῦ φερτάτου Κρονίδου· Διὸς γὰρ Λοκρὸς ὁ πρόγονος αὐτῶν. κουρᾶν δὲ πάλιν τῆς κόρης, τῆς Πρωτογενείας.

e. ἢ ὡς καὶ Ἕλληνα φέρειν τὸ γένος ἢ ἀπὸ Δευκαλίωνος. δύναται δὲ καὶ ἀπὸ τοῦ Ὀποῦντος· Διὸς γὰρ ἦν, ὥς φησι Πίνδαρος, θέσει δὲ Λοκροῦ.

[*]()f. φερτάτων Κρονιδᾶν: ἀντὶ τοῦ ἀπὸ φερτάτου Κρονίδου· Διὸς γὰρ Λοκρὸς ὁ πρόγονος αὐτῶν.[*]()

[*]()g. τὸ δὲ Ἰαπετιονίδος φησὶ φύτλας καὶ φερτάτων Κρονιδᾶν, ἀντὶ τοῦ τῆς Πρωτογενείας καὶ τοῦ Διὸς, ἀφ᾿ ὧν τοὺς Ὀπουντίους λέγει γεγενῆσθαι.[*]()

[*]()a. πρὶν Ὀλύμπιος ἁγεμών: πρόσθες σύνδεσμον

1.289
γάρ, ἵν᾿ ᾖ συναρμοστέος ὁ λόγος τοῖς ἄνωθεν, καὶ εἰπέ· πρὶν γὰρ Ὀλύμπιος ἁγεμών.

b. τὸ γὰρ παλαιὸν ὁ Ζεὺς ἀναρπάσας τὴν Πρωτογένειαν [*]() γένειαν ἥσυχος αὐτῇ ἐμίγη ἐν τῷ Μαινάλῳ ὄρει τῆς Ἀρκαδίας, καὶ μετὰ ταῦτα ἐγκύμονα ποιήσας ἤνεγκε τῷ Λοκρῷ, ἵνα μὴ ὁ αἰὼν καὶ ὁ χρόνος αὐτὸν ἐξέλῃ τῆς ζωῆς ἔρημον ὄντα παίδων [καὶ γονῆς] καὶ γένους.[*]()

a. Ἐπειῶν: Ἐπειοὺς τοὺς Ἠλείους, ἀπὸ Ἐπειοῦ τοῦ [*]() Ἐνδυμίωνος κληθέντας. τινὲς δὲ τὸν Ἐπειὸν Ἀεθλίου φασίν.

b. ἀπὸ γᾶς Ἐπειῶν: διὰ τούτων ὁ Πίνδαρος [*]() τὴν Πρωτογένειάν φησιν ἐξ Ἤλιδος ἁρπασθεῖσαν εἰς Μαίναλον τῆς Ἀρκαδίας ὄρος κομισθῆναι ὑπὸ Διός.[*]()

c. ἐξήλλαχε δὲ τὴν ἱστορίαν ὁ Πίνδαρος. τὴν γὰρ Πρωτογένειαν οὐκ Ὀποῦντός φασιν οἱ πλείους, ἀλλὰ Δευκαλίωνος καὶ Πύρρας.[*]()

d. Ἐπειῶν τῶν Ἠλείων, ἀπὸ Ἐπειοῦ [*]() τοῦ Ἐνδυμίωνος, ἢ τοῦ Ἀεθλίου τοῦ Ἐνδυμίωνος.

e. Ὀποῦντος [*]() ἦν θυγάτηρ Ἠλείων βασιλέως, ἣν Ἀριστοτέλης (fr. 561) Καμβύσην καλεῖ.[*]()

a. ἀρπάσαις: ὁ Πίνδαρος τὴν Πρωτογένειαν ἀναρπασθεῖσαν [*]() ὑπὸ τοῦ Διὸς εἰς τὸ Μαίναλον τῆς Ἀρκαδίας ὄρος κομισθῆναι, τὴν δὲ Πρωτογένειαν Ὀποῦντος τοῦ Ἠλείων βασιλέως φησὶ θυγατέρα, ἄλλων τὴν Πρωτογένειαν Πύρρας καὶ Δευκαλίωνος λεγόντων, ὡς Φερεκύδης φησὶν ἐν τῷ ε΄ (FHG I, 85).

b. ἁρπάσας οὖν τὴν Πρωτογένειαν καὶ ἔγκυον αὐτὴν ποιήσας, ἵνα μὴ ὁ Λοκρὸς ἄτεκνος διατελοίη, δέδωκε τῷ Λοκρῷ. ὁ δὲ Λοκρὸς τὸν ἀπὸ Διὸς καὶ Πρωτογενείας παῖδα ὡς ἴδιον σχὼν ὠνόμασεν αὐτὸν Ὀποῦντα ὁμώνυμον τῷ κατὰ μητέρα πάππῳ.

1.290

[*]()c. (ἕκαλος:) ἥσυχος. νύκτωρ.

[*]()a. μίχθη: μετὰ γὰρ τὸ φθαρῆναι αὐτὴν ἐγάμησεν ὁ Λοκρός.

[*]()b. μίχθη Μαιναλίαισιν: Μαίναλον ὄρος Ἀρκαδίας καὶ πόλις. ἐνταῦθα μιχθεὶς αὐτῇ ὁ Ζεὺς ἤνεγκε τῷ[*]() Λοκρῷ, | ἵν᾿ ὡς ἑαυτοῦ ἀναθρέψῃ τὸν γεννηθέντα.

[*]()c. Μαίναλος υἱὸς Λυκάονος, ἀφ᾿ οὗ τὸ ὄρος τὸ ἐν Ἀρκαδίᾳ ἱερὸν Διός.

[*]()ἔνεικε Λοκρῷ: Λοκρὸς ἔσχε τὸ γένος ἐκ Διός· ἀφ᾿ οὗ ἡ τῶν Λοκρῶν χώρα, ἧς Λοκρίδος μητρόπολις ἡ Ὀποῦς.[*]()

[*]()a. μὴ καθέλοι μιν: μιχθεὶς ὁ Ζεὺς Πρωτογενείᾳ καὶ ἔγκυον αὐτὴν ποιήσας δέδωκε Λοκρῷ.

b. ἵνα μὴ καθέλοι μιν αἰών: ἵνα μὴ ἄτεκνος τελευτήσῃ.

c. δέδωκεν αὐτῷ, μὴ ὀρφανεύσῃ τοῦ γένους, ἵνα ὡς ἑαυτοῦ θρέψῃ τὸν γεννηθέντα. ἐξ αὐτῆς γίνεται Ὀποῦς, ἐπίκλησιν Λοκροῦ, γένει Διὸς ὤν.

[*]()a. ὀρφανὸν γενεᾶς: ἄτεκνον.[*]()

[*]()b. ὀρφανὸν γενεᾶς: λέγεται γὰρ ὁ Λοκρὸς ἄπαις γεγενῆσθαι καὶ τὸν ἐκ Διὸς συλληφθέντα ὑπὸ τῆς Πρωτογενείας [*]() ἴδιον νενομικέναι παῖδα. | προεῖχε μέντοι ἡ γυνὴ ἡ Πρωτογένεια τὸ σπέρμα τοῦ Διός.[*]()

[*]()a. εὐφράνθη τε ἰδὼν ἥρως θετὸν υἱόν: εὐφράνθη [*]() δὲ ὁ Λοκρὸς θεασάμενος τὸν παῖδα, | ὃς ἦν μὲν θετὸς αὐτοῦ κατὰ φύσιν, ἐκ δὲ τῆς ἀγνοίας ἴδιος αὐτοῦ ἐνομίζετο.[*]()

b. θετὸν δὲ λέγει ὁ ποιητὴς ἐκ τοῦ ἰδίου

1.291
προσώπου. [προειρήκει γὰρ ὅτι, εἶχε δὲ σπέρμα μέγιστον ἄλοχος, ἐκ Διός.] ὁ γὰρ Λοκρὸς ἴδιον αὐτὸν ἐνόμιζεν.

θετὸν υἱόν: ὁ Λοκρὸς δηλονότι τὸν Ὀποῦντα οὐκ [*]() ἐνόμιζεν εἶναι θετὸν υἱὸν (Διὸς γὰρ), ἀλλὰ ἴδιον.

a. μάτρωος δ᾿ ἐκάλεσέ νιν: κυρίως μήτρωες οἱ [*]() μητρὸς ἀδελφοί· νῦν δὲ τὸν τῆς μητρὸς πατέρα Ὀποῦντα μήτρωα. ἦν γὰρ Πρωτογενείας καὶ Διὸς, ἐπίκλησιν δὲ Λοκροῦ.

b. μάτρωος δ᾿ ἐκάλεσσέ μιν ἰσώνυμον ἔμμεν: [*]() ἡσθεὶς οὖν ἐκάλεσεν αὐτὸν τοῦ πρὸς μητρὸς πάππου τὸ ὄνομα. καὶ νῦν μὲν ὁ Πίνδαρος τὸν ἐκ μητρὸς πάππον μήτρωα ὀνομάζει· Ὅμηρος δὲ καὶ οἱ λοιποὶ τὸν τῆς μητρὸς ἀδελφὸν μήτρωα καλοῦσιν. φησὶν οὖν ἐν τῇ Ἰλιάδι (Π 717)·

Ἀσίῳ, ὃς μήτρως ἦν Ἕκτορος ἱπποδάμοιο, αὐτοκασίγνητος Ἑκάβης, υἱὸς δὲ Δύμαντος.

c. μάτρωος δ᾿ ἐκάλεσσέ μιν: ὁ Λοκρὸς τὸν [*]() Ὀποῦντα. | ἦν δὲ ὁ Λοκρὸς Ἀμφικτύονος τοῦ Διὸς. καὶ [*]() ἐκάλεσε τοῦ μητροπάτορος τὸ ὄνομα. Ὀποῦς γὰρ ἐκαλεῖτο ὁ βασιλεὺς τῶν Ἠλείων, ᾧ καὶ οὗτος ὁμώνυμός ἐστιν.[*]()

ὑπέρφατον: ὑπερφυᾶ καὶ μέγαν καὶ τῷ εἴδει καὶ [*]() τοῖς πράγμασιν.[*]()

a. πόλιν δ᾿ ὤπασεν: ἐνεχείρισεν αὐτῷ.

b. ὥστε [*]() ἀπὸ Ὀποῦντος υἱοῦ τοῦ Διὸς ἡ πόλις ὠνόμασται.

c. πόλιν δ᾿ ὤπασεν: ὄντι δὲ τῷ παιδὶ ἐξαιρέτῳ [*]() καὶ ἀνδρωθέντι ὁ Λοκρὸς τὴν πόλιν ἐνεχείρισε καὶ τὸν ὄχλον διαιτᾶν καὶ διοικεῖν.[*]()