Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
[*]()a. ἄνευ δὲ θεοῦ: ἕκαστον δέ, φησι, πρᾶγμα τὸ χωρὶς θεοῦ πρασσόμενον σιωπώμενον σοφώτερόν ἐστι· πᾶν γὰρ τὸ μὴ κατὰ θεὸν πρασσόμενον δεῖ σιγᾶν καὶ μηδενὸς λόγου ἀξιοῦν.
b. οἷον σοφώτερόν ἐστι σιγᾶν ἐκεῖνα τὰ πράγματα τὰ μὴ μετειληχότα βουλῆς ἀθανάτου.
c. οἷον μετὰ θεοῦ τις παραγενόμενος εἰς τοὺς ἀγῶνας ὡς ὁ Ἐφάρμοστος, οὗτος καὶ ὑμνεῖσθαι καὶ λαλεῖσθαι ἄξιός ἐστιν.
d. ἄνευ δὲ θεοῦ σεσιγαμένον οὐ σκαιότερον: [*]() τὸ ἄνευ θεοῦ γινόμενον οὐ σκαιότερόν, φησιν, ἀλλ᾿ ἐκ τῶν ἐναντίων βέλτιον, σιωπώμενον.
e. οἷον μετὰ θεοῦ τις παραγενόμενος εἰς τοὺς ἀγῶνας, οἷος ὁ Ἑφάρμοστος, ὑμνείσθω· | ὁ δὲ παρὰ θεόν τι πράσσων, ὡς αὐτόθεν μηδὲ νικᾶν [*]() μέλλων, εὐλόγως ἂν καὶ οὐ σκαιῶς σιωπῷτο.
f. ἢ οὕτως· [*]() ἕκαστον δέ, φησι, πρᾶγμα τὸ θεοῦ χωρὶς πραττόμενον οὐ σκαιότερόν ἐστι σιωπώμενον, οἷον σοφώτερόν ἐστι· τὸ γὰρ μὴ κατὰ θεὸν πρασσόμενον δεῖ σιγᾶν.
g. ἀντὶ τοῦ καλόν ἐστι παρὰ βούλησιν θεοῦ τινα νικήσαντα μὴ ὑμνεῖσθαι.
h. ἄλλως· ἀπὸ κοινοῦ τὸ κλέος, ἵν᾿ ᾖ· τὸ δὲ ἄνευ θεοῦ [*]() καὶ χωρὶς φύσεως θείας προσγινόμενον κλέος, τοῦτο σεσιγημένον καὶ μὴ θρυλλούμενον οὐκ ἔστι σκαιότερον οὐδὲ μέμψεως ἄξιον· ὡς τοῦ ἐναντίου μέμψιν ἔχοντος, τοῦ μὴ ἐπαινεῖν τοὺς φύσει ἀγαθούς· ὅπερ ἑαυτὸν λέγει ποιεῖν.
i. δύναται δὲ καὶ οὕτω νοεῖσθαι· ἕκαστον δὲ πρᾶγμα, ὃ μὴ κατὰ φύσιν ἐστὶ, τοῦτο σεσιωπημένον οὐκ ἔστι σκαιόν· ἐὰν γὰρ νόθον ὂν ἐμφανίζηται, τότε τὴν ἀδοξίαν προστρίβεται.
k. ἄλλως· πᾶν δὲ πρᾶγμα παρὰ φύσιν γινόμενον οὐχ [*]() οὕτως ἐστὶ σιγηθὲν ἀηδὲς ὡς φαινόμενον· φανὲν γὰρ πλέον ἐρυθριάσει καὶ ὑβρισθήσεται.
l. θεὸν δὲ τὴν φύσιν φησίν. [*]()