Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. Πελλάνᾳ: ὅτι χλαῖνα ἦν τὸ ἔπαθλον ἐν Πελλήνῃ, [*]() εἴρηται. πεποίηται δὲ ταῦτα παρὰ τὸ Ὁμηρικόν (ξ 529)· ἀλεξάνεμον μάλα πυκνήν.

b. ἤγετο δὲ ὁ ἀγὼν ἐν Πελλήνῃ τῆς Ἀχαΐας τὰ θεοξένια ἐν χειμῶνι· διὸ καὶ χλαμὺς ἐδίδοτο.

c. σύνδικος: σύμψηφος. σύμφωνος.

d. τὸν τῶν [*]() Ἡρακλείων δὲ ἀγῶνα βούλεται δηλῶσαι. παρὰ γὰρ τῷ κοινῷ σήματι Ἀμφιτρύωνος καὶ Ἰολάου ἄγεται τὰ Ἡράκλεια.

e. ὁ δὲ νοῦς οὕτως· σύμφωνος δὲ τῶν προειρημένων ἀγώνων καὶ τὰ Ἰόλεια.

f. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἐν τοῖς ἀγῶσι συνδικούντων ἀλλήλοις.

g. τύμβον δὲ λέγει τὸ κενοτάφιον.

h. σύνδικος δ᾿ αὐτῷ Ἰολάου τύμβος: μαρτυρεῖ [*]() δὲ αὐτοῦ τῇ ἀνδρείᾳ καὶ ὁ τοῦ Ἰολάου τύμβος ἐν Θήβαις.

i. Ἰολάεια γὰρ λέγεται ὁ ἀγὼν ὃν ἐνίκησεν. |

k. ἄλλως· [*]() Ἰολάου τύμβος: ὁ ἐν Θήβαις.

l. τὸν τῶν Ἡρακλείων [*]() ἀγῶνα θέλων δηλῶσαι τύμβον Ἰολάου εἶπε. παρὰ γὰρ τῷ κοινῷ σήματι Ἀμφιτρύωνος καὶ Ἰολάου ὁ τῶν Ἡρακλείων ἀγὼν ἐτελεῖτο.