Scholia in Pindarum Olympian Odes

Pindar Scholia

Scholia in Pindarum Olympian Odes, Drachmann, Teubner, 1903

[*]()ἀφίκοντο δέ οἱ ξένοι: διαβοήτου δὲ τῆς τοῦ Ὀποῦντος ἀρετῆς τυγχανούσης πανταχόθεν τὰς ἰδίας αὐτῶν πατρίδας οἱ περίοικοι καταλελοιπότες πρὸς αὐτὸν ἔσπευδον. παρεγένοντο μὲν οὖν μέτοικοι πρὸς αὐτὸν ἀπό τε τοῦ Ἄργους καὶ Θηβῶν, καὶ οἱ μὲν ἐξ Ἀρκαδίας, οἱ δὲ Πισᾶται. [*]()

[*]()a. υἱὸν δ᾿ Ἄκτορος: τὸν Μενοίτιον. τοῦτον δέ φησιν Ἄκτορος καὶ Αἰγίνης· ὃς [οὐκ] ἐκ Θεσσαλίας μετῴκησεν εἰς Ὀποῦντα. Πυθαίνετος δὲ (FHG IV, 487) Διὶ συνελθοῦσαν Αἴγιναν γεννῆσαι Αἰακὸν καὶ Δαμοκράτειαν, ἣν γαμηθῆναι Ἄκτορι ἐν Θετταλίᾳ καὶ τεκεῖν Μενοίτιον· ὕστερον [*]() δὲ τοῦτον εἰς Ὀποῦντα . . . .· συγγενὴς γὰρ ὑπῆρχε τοῦ Λοκροῦ.

[*]()b. υἱὸν δ᾿ Ἄκτορος: τὸν Μενοίτιον λέγει τὸν [*]() Πατρόκλου πατέρα.

c. ὑπὲρ πάντας τοὺς ἐνοικοῦντας ξένους ἐτίμησε τὸν Ἄκτορος παῖδα, τὸν ἐξ Αἰγίνης μητρὸς [*]() [*]() Μενοίτιον. | Αἴγινα δὲ μήτηρ Αἰακοῦ, θυγάτηρ δὲ αὕτη [*]() γίνεται Ἀσωποῦ τοῦ ἐν Θήβαις ποταμοῦ.

d. ἀφίκοντο δέ οἱ ξένοι συνοικήσοντες αὐτῷ.

[*]()ἐποίκων: πάντων τῶν προειρημένων. 106 b

[*]()a. Αἰγίνας τε Μενοίτιον: Αἴγινα μετὰ τὸ τεκεῖν [*]() τὸν Αἰακὸν ἦλθεν εἰς Θεσσαλίαν καὶ ἐγαμήθη Ἄκτορι, ἐξ οὗ ἔσχε Μενοίτιον, ὃς ἐπῴκησε τὴν Ὀποῦντα ἀναστὰς ἀπὸ [*]() Θεσσαλίας. 107 BDEQ

b. τινὲς ἐκ Δαμοκρατείας τῆς Αἰγίνης καὶ Ἄκτορός φασι τὸν Μενοίτιον· ὁ δὲ Πάτροκλος Μενοιτίου ἦν καὶ Σθενέλης. 106 a B 108 DEQ [*]()

1.293

a. τοῦ παῖς: τοῦ Μενοιτίου παῖς ὁ Πάτροκλος ἀπὸ [*]() Σθενέλης. καὶ Μυρμιδόνα δὲ αὐτόν φησιν [αὐτὸν] Ὅμηρος (Σ 10)· Μυρμιδόνων τὸν ἄριστον.

b. ὁ δὲ νοῦς· τούτου οὖν [φησι] τοῦ Μενοιτίου [*]() παῖς συστρατεύσας τοῖς Ἀτρέως παισὶν εἰς Μυσίαν κατήντησε, καὶ τῶν ἄλλων Ἑλλήνων εἰς φυγὴν τραπέντων μόνος αὐτὸς Ἀχιλλεῖ συμπαρέστη, ἡνίκα τοὺς γενναιοτάτους Ἕλληνας τρέψας καὶ νικήσας μέχρι τῶν νεῶν καὶ τοῦ πελάγους συνήλασεν ὁ Τήλεφος. 106 b DEQ

a. Τεύθραντος: τὴν Μυσίαν λέγει. βασιλεὺς γάρ [*]() τις τῶν ἐκεῖσε Τεύθρας γενόμενος ἀφ᾿ ἑαυτοῦ ὠνόμασε τὴν ἀληθείᾳ Αὔγης ἦν καὶ Ἡρακλέους ὁ Τήλεφος.

b. Τεύθραντος πεδίον τὴν Μυσίαν λέγει. ὁ γὰρ [*]() Τεύθρας ἐβασίλευσε τῆς Μυσίας. ὅτε δὲ οἱ Ἕλληνες εἰς τὴν Μυσίαν παρεγένοντο κἀκεῖ νομίσαντες εἶναι τὴν Ἴλιον ἐπολέμουν τοῖς Μυσοῖς, ὁ Τήλεφος πάντας εἰς φυγὴν ἐτρέψατο καὶ μέχρι τῶν νεῶν ἤλασε πλὴν Ἀχιλλέως καὶ Πατρόκλου. διὰ τοῦτο· [οὖν] μέμνηται τοῦ γένους τούτου ὡς ἀνδρείου. 115 Q

a. ὅτ᾿ ἀλκάεντας: τὸν Μενοίτιον τὸν πατέρα [*]() Πατρόκλου ἀπὸ Αἰγίνης μητρὸς Ἀσωποῦ θυγατρός. b. θέλει οὖν εἰπεῖν ὅτι τούτου τοῦ Μενοιτίου παῖς σὺν τοῖς Ἀτρέως παισὶ συστρατεύσας εἰς Μυσίαν κατήντησε, καὶ Τηλέφου τοῦ Μυσῶν βασιλέως πάντας τρέψαντος εἰς φυγὴν

1.294
μόνος Ἀχιλλεὺς καὶ Πάτροκλος ἔμειναν. ὡς ἀνδρείου οὖν νῦν τοῦ γένους μέμνηται.

[*]()a. ὥστ᾿ ἔμφρονι δεῖξαι: ὥστε παραστῆσαι τῷ [*]() φρονίμῳ ᾗ ἐκέχρητο ἀνδρείᾳ ὁ Πάτροκλος.

b. ὥστε γνῶναι τὸν ἔμφρονα ὅτι γενναῖος ἦν ὁ Πάτροκλος ἀνθιστάμενος [*]() Τηλέφῳ.

[*]()c. ὥστ᾿ ἔμφρονι δεῖξαι: οὗτος ἔστη μόνος ἅμα [*]() τῷ Ἀχιλλεῖ.

d. ὥστε δυνατὸν εἶναι δεῖξαι παντὶ φρονίμῳ πρὸς τὸ γνῶναι τὴν τοῦ Πατρόκλου ἐπὶ τῇ ἀνδρείᾳ διάνοιάν τε καὶ σπουδὴν καὶ θάρσος. 119 Q [*]()

[*]()μαθεῖν Πατρόκλου: οὕτως ἔστη ἐν τῷ πολέμῳ ὥστε παντὶ ἀνθρώπῳ νοῦν ἔχοντι δειχθῆναι τὴν ἰσχὺν καὶ φανερὰν γενέσθαι.

[*]()βιατάν: ἰσχυρὸν, ἀνδρεῖον.

[*]()a. ἐξ οὗ Θέτιος γόνος: ἐξ ἐκείνου, φησὶ, τοῦ [*]() χρόνου παρῄνει αὐτὸν Ἀχιλλεὺς μήποτε ἐν τῷ ὀλεθρίῳ πολέμῳ χωρὶς τῆς ἑαυτοῦ παρουσίας παρατάττεσθαι, ἀλλ᾿ ἅμα αὐτῷ πολεμεῖν.

[*]()b. ἐξ οὗ Θέτιος γόνος: θαυμάσας, φησὶν, ὁ Ἀχιλλεὺς ἐν τῇ προσβολῇ τὴν βίαν τοῦ Πατρόκλου ἀρχὴν [*]() ἔλαβε τοῦ θαυμάζειν, καὶ παρῄνει μηδέποτε χωρὶς τάττεσθαι [*]() τῆς πολεμικῆς αὐτοῦ τάξεως.

c. ἰδίως δὲ τοῦτο τάσσει χαριζόμενος τῷ Πατρόκλῳ· Ὅμηρος γὰρ διὰ παντὸς λέγει [*]() αὐτὸν θεράποντα Ἀχιλλέως.

d. Ὅμηρος (Π 89)· μὴ σύ γ᾿ ἄνευθεν ἐμεῖο λιλαίεσθαι πολεμίζειν [*]()

Τρωσὶ φιλοπτολέμοισιν· ἀτιμότερον δέ με θήσεις. 113 Q

[*]()

e. ἢ οὕτως· ἐκ τῆς πρὸς τὸν Τήλεφον μάχης παρηγορεῖτο κατὰ ψυχὴν καὶ τεθαρσήκει, ὅτι τὸν Πάτροκλον εἶχε διαπαντὸς παραστάτην.

1.295

a. σφετέρας: ἀντὶ τοῦ τῆς ἑᾶς. [*]()

b. ταξιοῦσθαι: παρατάττεσθαι. [*]()

c. Ὅμηρος (Π 89)· [*]() μὴ σύ γ᾿ ἄνευθεν ἐμεῖο λιλαίεσθαι πολεμίζειν.

a. εἴην εὑρεσιεπής: τοῦτό φησιν ὅτι ἔπλασε τὰ [*]() περὶ Πατρόκλου εἰρημένα εἰς ἔπαινον τοῦ Ἐφαρμόστου Ὀπουντίου ὄντος.

b. γενοίμην, φησὶ, διαπαντὸς εὑρίσκειν δυνάμενος τρόπους καὶ διηγεῖσθαι τὰς πράξεις τῶν ἀρχαίων.

c. εἴην εὑρεσιεπής: ὡς σεμνυνόμενος τοῖς διηγήμασί [*]() φησιν· εἴην δὲ λόγων καινοπρεπῶν εὑρετὴς ἐπὶ τῷ διηγεῖσθαι καὶ πρόσφορος ποιητικῇ μούσῃ καὶ τρόπῳ Μουσῶν ἁρμόδιος.

d. ἄλλως· γενοίμην, φησὶ, διὰ παντὸς δυνάμενος εὑρίσκειν λόγους καὶ διηγεῖσθαι πράξεις. 122 b B e. ταῦτα δὲ λέγει διὰ τὸ πλάσασθαι αὐτὸν τὸ ἐπὶ Πατρόκλου προειρημένον ἐπαινεῖν βουλόμενος τὸν Ἐφάρμοστον Ὀπούντιον ὄντα Πατρόκλου πολίτην. 122 c B

a. εὑρεσιεπής: καινολόγος. [*]()

b. ἀναγεῖσθαι: διηγεῖσθαι. [*]()

a. πρόσφορος: κατάλληλος ἐν ποιητικῇ. ἐπιτήδειος. [*]() αἴτιος.

b. πρόσφορος: μέγας. διαφέρων. [*]() c. πρόσφορος: εὐεπίφορος ἐν ποιήμασιν. ἐπιτήδειος. [*]() ἱκανός. 123 B

d. ταῦτα δέ φησιν ἐπειδὴ εἶπε τὴν περὶ [*]() Πατρόκλου ἱστορίαν, ἣν οὐδεὶς εἴρηκε.

a. τόλμα δὲ καὶ ἀμφιλαφής: εἴη μοι τολμᾶν [*]() καὶ ἀποκινδυνεύειν διαπλάσσοντι τὰ τοιαῦτα.

1.296

[*]()b. ἀμφιλαφὴς δὲ δύναμις ἕσποιτο: ἐμοὶ δὲ παρέποιτο ἐν τοῖς λόγοις ὁμοῦ μὲν εὐτολμία, ὁμοῦ δὲ καὶ δαψίλειά τις δυναμέως. 119 e B

[*]()c. τὸ δὲ ἀμφιλαφής κατὰ ἀντιστοιχίαν εἴρηται κατὰ ἔθος τῶν Μακεδόνων μεταθέσει τοῦ -β- εἰς -φ-· ἔστι γὰρ [*]() ἀμφιλαβής, ὃ ἔστιν ἀμφοτέραις λαβεῖν ταῖς χερσίν. τοῦτο δὲ ἐπὶ πλήθους συμβαίνει. 120 B

[*]()a. ξενίᾳ δ᾿ ἀρετᾷ: ὡς οἰκείου ὄντος τοῦ Λαμπρομάχου πρὸς τὸν Ἐφάρμοστον διὰ Λαμπρόμαχόν φησι γεγονέναι τὸν ἐπίνικον καὶ δι᾿ ἣν εἶχον προξενίαν πρὸς [*]() αὐτόν.

b. τιμάορος δὲ εἷπεν ἀντὶ τοῦ τιμητὴς ἐσόμενος καὶ τιμῶν διὰ τῆς ἀρετῆς τοῦ ὕμνου, ὡς τοῦ Λαμπρομάχου καὶ Ἐφαρμόστου νενικηκότων Ἴσθμια τῇ αὐτῇ ἡμέρᾳ καὶ Νέμεα. μετὰ δὲ ταῦτα καὶ ἄλλα δὶς ἐνίκησεν Ἴσθμια ὁ Ἐφάρμοστος. [*]()

[*]()c. προξενίᾳ δ᾿ ἀρετᾷ τ᾿ ἤλυθον: πρόξενος ἦν Θηβαίων Λαμπρόμαχος, δι᾿ ὃν ἔγραψε τὴν ᾠδὴν ταύτην· ἦν δὲ καὶ Ἰσθμιονίκης. δύναται δὲ καὶ τοῦ Πινδάρου [*]() πρόξενος εἶναι. | ὁμοῦ δὲ νενικήκασιν Ἴσθμια καὶ Νέμεα τῇ αὐτῇ ἡμέρᾳ αὐτὸς καὶ ὁ Ἐφάρμοστος. μετὰ δὲ ταῦτα ἄλλα [*]() [*]() δὶς νενίκηκεν Ἴσθμια ὁ Ἐφάρμοστος.

d. προξενίᾳ τῇ [*]() φιλίᾳ.

e. τὸ δὲ ἑξῆς οὕτως ἔχει· διὰ δὲ τὴν προξενίαν, τουτέστι τὴν φιλίαν, καὶ τὴν ἀρετὴν τοῦ Λαμπρομάχου ἦλθον ἐπαινέτης τῶν ἐν τῷ Ἰσθμῷ μιτρῶν, ὅτι κατὰ μίαν ἡμέραν οἱ δύο ἐνίκησαν, ὁ μὲν Ἐφάρμοστος Ὀλύμπια, ὁ δὲ [*]()

1.297
Λαμπρόμαχος Ἴσθμια.

f. ἔνιοι δέ φασιν ὅτι οἱ δύο Ἴσθμια [*]() ἐν μιᾷ ἡμέρᾳ ἐνίκησαν.

a. Λαμπρομάχου: τὰ β΄ μία ἐστὶ περίοδος. [*]() b. μίτραισι δὲ ταῖς νίκαις.

c. Ἰσθμίαισι Λαμπρομάχου: Λαμπρόμαχος συγγενὴς [*]() τοῦ Ἐφαρμόστου, κατὰ μίαν ἡμέραν Ἴσθμια σὺν αὐτῷ νικήσας.

d. μίτραις νῦν τοῖς στεφάνοις καὶ ταῖς [*]() νίκαις. μίτρας γὰρ ἔνδοθεν τῶν στεφάνων καὶ διαδήματα ποικίλα εἰώθασι συνδεῖν.

e. EM

p. 588, 46: Μίτραι κυρίως αἱ ἀπὸ φασκίων καὶ ὠραρίων γινόμενοι στέφανοι· ἐν καταχρήσει δὲ πᾶς στέφανος μίτρα λέγεται, ὡς καὶ ἐνταῦθα. Οὕτως εὗρον εἰς τὸ σχόλιον τοῦ Πινδάρου Ἐφαρμόστῳ Ὀπουντίῳ. Eust. II. 454, 19 8 Hesych. Phot. Suid. lex. Bachm. 302, 12 12 sch. N 82

1.298

a. ἄλλαι δὲ δύο ἐν Κορίνθου πύλαις: ἐν δὲ [*]() Ἰσθμῷ ἄλλαι δύο νῖκαι ἐγένοντο Ἐφαρμόστῳ ἑξῆς. 130 EQ b. χάρμαι νῦν χαραὶ καὶ ἡδοναί· καθ᾿ Ὅμηρον δὲ (H 218) [*]() αἱ μάχαι.

c. ἄλλως· ἤτοι μάχαι, ἢ χαραὶ καὶ νῖκαι ἐγένοντο [*]() αὐτῷ ἐν τῷ Ἰσθμῷ· Κορίνθου γὰρ πύλαι ὁ Ἰσθμός. 132 Ε 134 Q

ἔπειτα χάρμα: νῦν ἀντὶ τοῦ χαρά· Ὅμηρος δὲ [*]() ἐπὶ τῆς μάχης· οἱ δὲ περὶ Ἴβυκον (fr. 62) καὶ Στησίχορον (fr. 94) χάρμην τὴν ἐπιδορατίδα φασίν.

a. τὰ δὲ καὶ Νεμέας: καὶ ἐν τῇ Νεμέᾳ Ἐφάρμοστος [*]() ἐνίκησε· ἐν Ἀθήναις δὲ τὰ Παναθήναια.

b. καὶ ἄλλαι δὲ χαραὶ ἐγένοντο τῷ Ἐφαρμόστῳ ἐν [*]() τῷ κόλπῳ τῆς Νεμέας. ἔστι δὲ | περίφρασις ἀντὶ τοῦ ἐν [*]() Νεμέᾳ. κατὰ κοινοῦ δὲ ἀκουστέον τὸ ἐγένοντο χάρμαι. 128 b EQ