Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()ἀποπέμπων Αἰακὸν δεῦρο: εἰς τοῦτον τὸν τόπον· ὑπόκειται γὰρ τὸ ἐγκώμιον ἐν Αἰγίνῃ. ἀπὸ τοῦ χοροῦ δὲ ὁ λόγος.[*]()

[*]()δεῦρ᾿ ἵπποις: δεῦρο, εἰς τοῦτον τὸν τόπον. ἐν Αἰγίνῃ.[*]()

[*]()Κορίνθου δειράδα: ἐν γὰρ τῇ Κορίνθῳ τιμᾶται ὁ Ποσειδῶν. δειράδα δὲ κυρίως τὸν τράχηλον, καταχρηστικῶς δὲ πάντα τὰ ἆθλα. ὁ δὲ Ἰσθμὸς στενοῦται ὡς ἐπὶ σώματι τράχηλος.[*]()

[*]()δαιτικλυτάν: τὴν τὰς θυσίας αὐτῷ καὶ τὰς τιμὰς ἐνδόξως τελοῦσαν.[*]()

[*]()a. τερπνὸν ἐν ἀνθρώποις: οἷον οὐ πάντες ἐπὶ τοῖς αὐτοῖς χαίρουσιν οὐδὲ τέρπονται· τάχα γὰρ ἂν ὑπό τινων φθονηθείην, εἰ παρεκβὰς τὸν ὕμνον Μελησίαν ἐπαινέσω. πράξω δὲ ὅμως τὸ τοιοῦτον, εἰ καὶ μὴ πᾶσι χαρίζομαι.

1.255

b. σπουδάζουσιν εἰς ὑπεροχὴν ἔχειν· διὸ οὐδ᾿ ἓν [*]() παρ᾿ αὐτοῖς ἐστι τερπνόν.

c. τερπνὸν δ᾿ ἐν ἀνθρώποις ἴσον ἔσσεται οὐδέν: [*]() διάφοροι τῶν παλαιῶν ἐξηγήσεις περὶ τοῦτο γεγόνασι τὸ ῥητόν. οἱ μὲν γὰρ οὕτως· ἐπειδή, φασι, διεχώρισε τοὺς θεοὺς καὶ ἕκαστον ἐπὶ τοὺς ἀρεσκομένους ἤγαγε τόπους, οἰκείως ἐπάγει τὸ κῶλον, ὅτι ἴσως οὐδὲν τερπνόν ἐστι τοῖς πᾶσιν, οὔτε μὴν ἀνθρώποις οὔτε θεοῖς. οἱ δὲ οὕτως· ἐπειδὴ καινοτέρῳ τῷ τρόπῳ τῶν ἐγκωμίων ἐπιβάλλει τρεῖς ἅμα καθ᾿ ἕνα ἐπίνικον ἐγκωμιάσας, φασὶ τὸν Πίνδαρον λέγειν ὑπεραπολογούμενον τοῦ ἐγχειρήματος ταῦτα· οὐδὲν ἴσως τερπνόν ἐστι τοῖς πᾶσιν· εἰ γὰρ ἀηδὲς τοῦτο τοῖς ἄλλοις δοκεῖ, ἀλλ᾿ οὖν ἐμοὶ προσφιλές. | ὡς Ὅμηρος (ξ 228)· [*]()

ἄλλος γάρ τ᾿ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις.

d. ἄλλως· οὐχ ὁμοίως ἐπὶ τοῖς αὐτοῖς τέρπονται ἅπαντες· [*]()ἄλλος γὰρ ἄλλο προκρίνει. οὐδὲν δὲ τοῦ νικᾶν τερπνότερον παρὰ τοῖς ἀνθρώποις.

a. εἰ δ᾿ ἐγὼ Μελησία: εἰ δὲ ἐγὼ ἐκ τῶν ὕμνων [*]() τῶν ἀγενείων ἐπὶ τὸ τοῦ Μελησίου κῦδος ἀνέδραμον, μηδὲ εἷς φθόνον μέμψαιτό μου.

b. ἄλλως· εἰ δ᾿ ἐγώ, φησι, τὸ γενόμενον τῷ Μελησίᾳ ἐκ τῶν ἀγενείων κῦδος ἀνέδραμον τῷ ὕμνῳ, τοῦ Ἀλκιμέδοντος ἀφέμενος· οἷον, παρεκβὰς ἦλθον ἐπ᾿ αὐτόν· ἀνέδραμον δὲ νῦν ἔφη διὰ τὸ προγενεστέραν εἶναι τὴν τοῦ Μελησίου νίκην τῆς ἐνεστώσης. ἔνιοι δὲ τὸ ἀνέδραμον ἀκούουσιν ἀντὶ τοῦ ἀναδραμοῦμαι· οἷον, εἰ τὸν ἀθλητὴν καταλιπὼν ἐπὶ τὸν ἀλείπτην ἐλεύσομαι καὶ ὑμνήσω, μηδεὶς [δέ] με μεμψάσθω. Ὅμηρος (ρ 14)· ὁ ξεῖνος εἴπερ μάλα μηνίει.

1.256

[*]()c. εἰ δ᾿ ἐγὼ Μελησία: εἰ οὖν καὶ αὐτὸς τῷ Μελησίᾳ τὸν ὕμνον ἐφαρμόζων ἐπὶ τὴν δόξαν αὐτοῦ ἀνέδραμον, ἣν ἔσχεν ἀγωνιζόμενος [ἐξ] ἀγενείων, μηδείς με τοῦ φθόνου τῷ λίθῳ ἀκοντιζέτω, ἀντὶ τοῦ μηδείς με διὰ βασκανίαν [*]() κακῶς ἀγορευέτω. | Μελησίας δὲ ἀπὸ ἀθλητῶν νῦν ἀλείπτης τοῦ Ἀλκιμέδοντος.

d. ἢ οὕτως· εἰ δὲ ἐκ τῶν ὕμνων τοῦ Ἀλκιμέδοντος ἐπὶ τὸ τοῦ Μελησίου κῦδος ἀνέδραμον, ὃ ἔσχεν ἐξ ἀγενείων, μηδείς μοι φθονείτω· ἐρῶ γὰρ καί φημι αὐτὸν ὁμοίως ἐν τῇ Νεμέᾳ τὴν αὐτὴν ἐσχηκέναι [*]() χάριν καὶ νίκην· | ταύτην δὲ εἴποιμι ἂν ἣν μετὰ ταῦτα εἰς τὴν τῶν ἀνδρῶν μάχην ἐκ τοῦ παγκρατίου ἔσχεν. [*]()

e. ἄλλως· ὡς τοῦ Μελησίου προηθληκότος καὶ τανῦν ἀλείφοντος καὶ διδάσκοντος τὸν Ἀλκιμέδοντα· ὥστε οὐ τῷ Μελησίᾳ γράφεται ὁ ἐπίνικος, ἀλλὰ τῷ Ἀλκιμέδοντι. ὁ οὖν εἰδώς, φησι, ῥᾳδίως διδάσκει, οὐχ ὁ ἀγνοῶν.

[*]()μὴ βαλέτω με: μηδείς μοι φθονείτω, εἰ εἰς τὸ γεγενημένον τῷ Μελησίᾳ ἐξ ἀγενείων κῦδος ἀνέδραμον τῷ ὕμνῳ ἀποσχόμενος τοῦ Ἀλκιμέδοντος.

[*]()a. καὶ Νεμέᾳ γάρ ἕως τοῦ ἐν παγκρατίῳ: ταύτην δὲ τὴν μάχην καὶ τὴν νίκην ἐπὶ τῶν ἀγενείων καὶ ἐν ἀνδράσιν[*]() ἔσχεν.

b. ὁμοίως ἐν τῇ Νεμέᾳ τὴν αὐτὴν χάριν ἔσχε νίκης ἀγενείων κἀκεῖ παγκρατίου.

[*]()c. καὶ ἐν Νεμέᾳ γὰρ ὁμῶς: τὴν γὰρ αὐτὴν χάριν ὁμοίως ἐρῶ καὶ ἐν Νεμέᾳ γεγενημένην αὐτῷ· καὶ γὰρ ἐκεῖ [*]() νενίκηκε. | δεύτερον ἐξ ἧς πάλιν Νεμεακὴν νίκην αὐτοῦ

1.257
συνίστησι τοῦ ἀλείπτου τῶν νικηφόρων τούτων, εἰς οὓς τὸν ἐπίνικον ἔγραψεν. ἔστι δὲ καὶ αὐτὸς τῶν νενικηκότων τοὺς προεκκειμένους ἀγῶνας.

a. τὰν δ᾿ ἔπειτα: τὴν τῶν ἀγενείων.

b. τὸ ἔπειτα [*]() ἀντὶ τοῦ δή.

c. τὰν δ᾿ ἔπειτ᾿ ἀνδρῶν μάχαν: τὴν νίκην ἐξ [*]() ἧς ἐνίκησεν ἄνδρας παγκρατίῳ.

a. τὸ διδάξασθαι δέ τοι: ὡς τοῦ Μελησίου [*]() προηθληκότος, εἶτα νῦν ἀλείφοντος καὶ διδάσκοντος τὸν Ἀλκιμέδοντα, οὗ ἀλείπτης ἦν. διὸ καὶ ἔφη· τὸ διδάξασθαι δέ τοι εἰδότι ῥαΐτερον· ὁ γὰρ εἰδὼς ῥᾷον διδάσκει, οὐκ ἀγνοῶν.

b. τὸ διδάξασθαι δέ τοι ῥαΐτερον: τὸ διδάξασθαι [*]() δέ τι ἐπιστάμενον βέλτιον καὶ εὔκολόν ἐστι, τὸ δὲ μὴ προμαθεῖν ἀπειρίαν ἔχει· τοιγαροῦν τῶν ἀπειράτων ἀνόητοί εἰσι καὶ κοῦφοι καὶ ὡς ἔτυχεν οἱ λογισμοὶ φερόμενοι. ταῦτα δέ φησιν ἐπειδὴ διδάσκαλος ἐγένετο, ἀλείφων τὸν Ἀλκιμέδοντα, καὶ ἀπὸ τούτου αὐτὸν θαυμάζει ὡς ἀπὸ πείρας καὶ ἐπιστήμης διδάσκοντα.

a. ἄγνωμον δέ: ἀνόητον δὲ διδάσκειν ἄλλους ὃ [*]() μὴ αὐτὸς οἶδεν. οὕτως ὁ μὴ προμαθών.

b. ἄλλως· οὐκ ἂν εἴη ἐπιγνώμων οὐδὲ τεχνίτης ὁ μὴ προμαθών.

a.κουφότεραι: ἀνόητοι, ἐλαφραὶ, κεναὶ τῶν [*]()ἀμαθῶν αἱ διάνοιαι.

b. ἀπειράτων φρένες: τὰς τῶν μὴ πεπειραμένων [*]() φρένας κουφοτέρας λέγων ἐπὶ τὸ αὐτὸ σημαίνει.

a. κεῖνα δὲ κεῖνος: ὁ μαθὼν καὶ προαθλήσας [*]() εὐκολώτερον ἂν διδάξοι ἄλλον, κατὰ ποῖον τρόπον προβαίνειν

1.258
οἷόν τε, θέλοντα ἀπὸ τῶν ἱερῶν ἀγώνων δόξαν λαβεῖν.

b. ἢ ὁ Μελησίας.

[*]()a. κεῖνα δὲ κεῖνος ἂν εἴποι: εἴποι δ᾿ ἂν ἀκριβῶς ἐκεῖνα τὰ ἔργα καὶ ἐμπειρότερον ἐκεῖνος ὁ μεμαθηκὼς καὶ τῇ πείρᾳ τὴν διδασκαλίαν ἀκριβώσας, τὰ τῶν ἀγωνισμάτων ἔργα, καὶ ποῖος τρόπος εἰς εὐδοξίαν ἄνδρα ὁδηγῆσαι δύναται ἐκ τῶν ἱερῶν ἀγώνων ποθεινὴν βουλόμενον δόξαν ἀποφέρεσθαι.

[*]()τίς τρόπος ἄνδρα: τίς τρόπος ἐκεῖνον τὸν ἄνδρα προάξει τὸν ἐκ τῶν ἱερῶν ἀθλημάτων μέλλοντα τὴν ποθεινοτάτην φέρεσθαι δόξαν.

[*]()a. νῦν μὲν γὰρ αὐτῷ γέρας: λείπει ἢ ἤνεγκεν ἢ περιεποίησεν. οὐ δεκτέον δὲ ὅτι τριακοντάκις Ἀλκιμέδων ἐνίκησεν, ἀλλ᾿ ὅτι Μελησίας γυμνάσας τριάκοντα ἀθλητὰς νίκας αὐτῶν ἐδέξατο. ἦν δὲ τριακοστὸς Ἀλκιμέδων. δύναται δὲ τὸ ἑλών μετοχὴ ἀντὶ ῥήματος τοῦ ἑλεῖν.

[*]()b. νῦν μὲν αὐτῷ γέρας: τῷ Μελησίᾳ.

c. ἐπὶ τοίνυν τοῦ παρόντος δόξα αὐτῷ ἐστιν ὁ Ἀλκιμέδων τριακοστὸς νικητὴς ἀναδειχθείς. λέγεται γὰρ σὺν τούτῳ ἀλεῖψαι τριάκοντα μαθητάς.

d. ἄλλως· νῦν τῷ ἀλείπτῃ Μελησίᾳ γέρας ὁ Ἀλκιμέδων περιεποίησε· τὸ γὰρ περιεποίησεν ἔξωθεν προσληπτέον.

e. οὐ δεκτέον [δὲ] πάντως ὅτι ὁ Ἀλκιμέδων τριάκοντα νίκας ἔσχεν· ἀλλ᾿ ὁ Μελησίας γυμνάσας ἀθλητὰς νίκας αὐτῶν ἐδέξατο τριάκοντα.

[*]()a. ὃς τύχᾳ μὲν δαίμονος: ὅστις Ἀλκιμέδων τύχῃ μὲν ἀγαθῇ δαίμονος χρησάμενος ἀνδρείας οὐ διαμαρτὼν ἐν τέτρασι παίδων ἀπεθήκατο γυίοις νόστον ἔχθιστον, τουτέστι δ΄ ἐποίησε παῖδας οὐχ ἡδέως οἴκαδε ἀπονοστῆσαι τῆς νίκης στερήσας· ὡς δ΄ παῖδας αὐτοῦ καταβεβληκότος.

1.259

b. ὃς τύχᾳ μὲν δαίμονος: ὅστις Ἀλκιμέδων τῆς [*]() τοῦ δαίμονος εὐτυχίας καὶ τῆς ἀνδρείας τῆς ἰδίας οὐ διαμαρτὼν ἐν τέτρασι παίδων μέλεσιν ἐναποθέμενος τὴν ἑαυτοῦ ἰσχὺν, τοῖς ἡττηθεῖσι τὴν ἐπὶ τὴν πατρίδα ἀνακομιδὴν ἐχθροτάτην εἶναι παρεσκεύασε, καὶ τὴν γλῶτταν αὐτῶν τῆς παρρησίας ἀφείλετο, καὶ τὸ βάδισμα κρύφιον καὶ ἀπαρρησίαστον πεποίηκε· τοιαῦτα γὰρ τὰ τῶν ἡττωμένων ἀτυχήματα.

c. ἄλλως· ὅστις τῆς τοῦ δαίμονος εὐτυχίας οὐχ [*]() ἁμαρτήσας, οὐκ ἀποτυχὼν δὲ οὐδὲ τῆς ἰδίας ἀνδρείας, ἐνίκησεν.

a. ἐν τέτρασι παίδων: τουτέστι τέσσαρας παῖδας [*]() ἐνίκησε καὶ ἐποίησεν οὐχ ἡδέως οἴκαδε ἀπονοστῆσαι, τῆς νίκης στερήσας· οἱονεὶ κακῶς ἀπέπεμψεν· ὡς τέσσαρας αὐτοῦ καταβεβληκότος.

b. ἀπεθήκατο οὖν εἰς τὰ γυῖα [*]() αὐτῶν τῶν ἀγωνισαμένων αὐτῷ τὴν ἰδίαν δύναμιν· ἀπὸ τοῦ παρακολουθοῦντος, ἐνίκησεν αὐτοὺς, καὶ ἐποίησεν αὐτῶν τὸν νόστον ἔχθιστον· οἱ γὰρ νικηθέντες ὅταν οἴκαδε ἀπίωσιν, ἐν κατηφείᾳ εἰσίν.

c. ἐχθρὰ οὖν αὐτοῖς ἡ ἀνακομιδή· οὐ γὰρ τὸν κατ᾿ εὐχὴν νόστον ἔχουσιν, ἀλλ᾿ ἀπεχθῆ.

d. ἀπεθήκατο γυίοις: ἀπεθήκατο τοῖς γυίοις τῶν [*]() ἀνταγωνιστῶν τὴν ἰδίαν δύναμιν, τουτέστιν ἀπὸ τοῦ παρακολουθοῦντος τὸ ἐνίκησε δ΄ καὶ ἐποίησεν αὐτῶν τὸν νόστον ἔχθιστον.

a. νόστον ἔχθιστον: ἀντὶ τοῦ φήμην κακὴν [*]() ἐποίησε παρ᾿ αὐτοῖς· ἕκαστος γὰρ τῶν ὁρώντων ἐπὶ τῆς γλώττης· οὗτός ἐστιν ὁ νενικηκώς, ἐπιφέρει.

1.260

[*]()b. ἀτιμοτέραν γλῶσσαν: οἱ γὰρ ἡττώμενοι καὶ σιωπῶσι καὶ λάθρᾳ ἀναχωροῦσιν ὡς ἀπαρρησίαστοι καὶ ἄγνωστοι τῇ πατρίδι.

c. ἢ ὅτι οὐχ ὑμνοῦνται.

[*]()d. ἀτιμοτέραν γλῶσσαν: ἀπαρρησίαστον.

[*]()καὶ ἐπίκρυφον οἶμον: οἱ γὰρ νενικημένοι οὐ φανερὰς ὁδοὺς ἀπίασιν, ἀλλ᾿ ἐκτρεπόμενοι διὰ τὸ ἐπονείδιστον [*]() τῆς ἥττης. | καὶ ἀλλαχοῦ (fr. 229)· νικώμενοι γὰρ ἄνδρες ἀγρυξίᾳ δέδενται· οὐ φίλων ἐναντίον ἐλθεῖν.

[*]()a. πατρὶ δὲ πατρός: τῷ δὲ προπάτορι αὐτοῦ μένος ἐνέπνευσεν ἐναντίον τῷ γήρᾳ, τουτέστιν ἀντὶ γέροντος νέον αὐτὸν ἐποίησε καὶ εὔθυμον. καὶ Ὅμηρος (τ 360)·

αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.

b. ἢ ἐκ τοῦ ἐναντίου· ἡ γὰρ εὐθυμία τοὺς γέροντας νεάζειν ποιεῖ.

[*]()c. πατρὶ δὲ πατρός: τῷ δὲ πάππῳ αὐτοῦ ἡ τῆς νίκης ἡδονὴ ἐνέβαλε δύναμιν τὴν τοῦ γήρως ἐναντίαν οὖσαν· οἱονεὶ ταῖς εὐφροσύναις καὶ ταῖς ἡδοναῖς ἀνανεάζειν πεποίηκε τὸν γεγηρακότα ἡ χαρά.[*]()