Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. Ὁ Πίνδαρος πρὸς αὐτὴν τὴν Ὀλυμπίαν ποιεῖται [*]() τὸν λόγον, ὅ ἐστι πρὸς τὴν Πίσαν τὸν τόπον διαλέγεται· καὶ μητέρα αὐτὴν καλεῖ τῆς ἀληθείας, ἐπειδὴ μετὰ πάσης ἀληθείας ἐκρίνοντο οἱ ἀγωνιζόμενοι.

b. Μᾶτερ ὦ χρυσοστεφάνων: μητέρα τῶν ἀγώνων [*]() τὴν Ὀλυμπίαν, οἷον μητρόπολιν, διὰ τὸ ἐπιφανέστατον εἶναι τὸν Ὀλυμπιακὸν ἀγῶνα.

c. χρυσοστεφάνων: ἀντὶ τοῦ καλλιστεφάνων. [*]() Ὅμηρος (Ι 389)·

οὐδ᾿ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι.

d. ἢ ὅτι ἀληθῶς ἡ διδομένη τοῖς νικῶσιν ἐλαία καλλιστέφανος

1.238
[*]() καλεῖται.

e. δέσποινα δὲ ἀληθείας διὰ τὸ αὐτόθι τὸ τῶν Ἰαμιδῶν μαντεῖον ὑπάρχειν.

[*]()f. μᾶτερ ὦ χρυσοστεφάνων: ἡ τῆς ἀρχῆς ἐξήγησις οὕτως ἔχει· ὦ Ὀλυμπία μῆτερ τῶν χρυσοστεφάνων ἄθλων.

[*]()g. μῆτερ δὲ, ἐπεὶ δοκεῖ ὁ Ὀλυμπιακὸς ἀγὼν πρωτεύειν[*]() τῇ δόξῃ παρὰ τοὺς ἄλλους.

h. ὡς οὖν λέγομεν μητρόπολιν τὴν πρώτην καὶ ἐνδοξοτέραν πόλιν, οὕτω καὶ ἐνταῦθα μητέρα ἄθλων.