Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. αἱ δὲ φρενῶν ταραχαί: γνωμικῶς· αἱ δὲ ἀκρατόθυμοι [*]()καὶ προπετεῖς ὀργαὶ ἤδη που καὶ τοὺς σοφοὺς διασφάλλεσθαι ποιοῦσι.

b. τοῦτο δὲ μέση παρεμβολή. [*]()

a. παρέπλαγξαν: αἱ γὰρ ταραχαὶ καὶ τὸν σοφὸν [*]() παράγουσιν εἰς τὸ πρᾶξαί τι ἄτοπον.

b. μαντεύσατο δ᾿ ἐς θεὸν ἐλθών: ὡς οὖν [*]() ἀπέκτεινεν ὁ Τληπόλεμος τὸν Λικύμνιον, φεύγων τὸ μύσος εἰς Δελφοὺς ἐλθὼν ἐμαντεύσατο ὅποι χρὴ τραπέσθαι. ὁ τοίνυν Ἀπόλλων ἔχρησεν αὐτῷ ὥστε ἀπὸ τῆς ἀκτῆς τῆς Λερναίας, τουτέστι τοῦ Ἄργους, ἰθύνειν καὶ ὁρμᾶν διὰ πλοίων ἐπὶ χώραν τῆς νήσου Ῥοδίων.

(θεόν:) τὸν Ἀπόλλωνα. [*]()

a. εὐώδεος ἐξ ἀδύτου: τοῦ τεθυμιαμένου ἀδύτου· [*]() λέγει δὲ τοῦ κατὰ τὴν Πυθῶνα.

b. πλόον: πλεῖν ἐκέλευσεν αὐτὸν ἀπὸ τῆς Λερναίας [*]() ἀκτῆς (τουτέστιν ἀπὸ τοῦ Ἄργους· ἡ γὰρ Λέρνη κρήνη καὶ πόλις Ἄργους) εἰς Ῥόδον.

a. Λερναίας ἀπ᾿ ἀκτᾶς: τὴν Λέρνην οἱ μὲν λέγουσι [*]() κρήνην, οἱ δὲ λοχμῶδες χωρίον· ἐνταῦθα δὲ καὶ Ὕδραν καταδεδυκέναι μυθολογοῦσι. Φερεκύδης δὲ καὶ πόλιν φησίν· οἱ δὲ ἐπίνειον Ἄργους, ἣ νῦν καλεῖται Λάμπεια.

1.214

[*]()b. Λερναίας ἀπ᾿ ἀκτᾶς: ἀπὸ τοῦ Ἄργους. ἡ γὰρ Λέρνη κατὰ μέν τινας κρήνη, κατὰ δέ τινας λοχμῶδες χωρίον· ἐν ᾗ μυθεύουσι καὶ τὴν Ὕδραν καταδεδυκέναι. φασὶ καὶ τὴν ἄβυσσον κρήνην αὐτόθι εἶναι. ἕτεροι δὲ καὶ πόλιν [*]() φασίν.

c. ὁ δὲ νοῦς· εὐθῦναι τὴν ναῦν εἰς τὴν νῆσον τὴν Ῥόδον, ἐν ᾗ νήσῳ ὁ βασιλεὺς τῶν θεῶν Ζεὺς χρυσέαις σταγόσι τὴν πόλιν κατέβρεχε καὶ ἐπλουτοποίει τοὺς οἰκήτορας τῆς Ῥόδου.

[*]()a. εὐθυν ἐς ἀμφιθάλασσον: οἱ μὲν ἀντὶ τοῦ εὐθῦναι, οἱ δὲ ἀντὶ τοῦ εὐθέως.

b. ἀμφιθάλασσον δὲ τὴν ἑκατέρωθεν θαλάσσῃ περιχεομένην.

c. νομὸν δὲ τὴν [*]() κατανομήν.

d. (εὔθυν᾿:) ἤγουν ὀρθὸν ποίησον. γράφεται καὶ εὐθὺν.

[*]()e. ἀμφιθάλασσον: ἀμφιθάλασσον νομὸν τὴν Ῥόδον, καθὸ νῆσος οὖσα περιείργεται θαλάσσῃ.

f. νομὸν δὲ, κατανέμησιν.

[*]()(νομόν:) κατανομήν.

[*]()a. βρέχε θεῶν βασιλεύς: τοῦτο ἐκ τοῦ Ὁμηρικοῦ στίχου τοῦ ἀθετουμένου μετενήνεκται (Β 670)·

καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων.
ὅτι ἄρα νεφέλην ἐπιστήσας τοῖς Ῥοδίοις χρυσὸν ἔχευε· ἢ ὅτι πολὺν χύδην πλοῦτον αὐτοῖς κατεσκεύασεν, ὁμοίως τῷ (ο 426)·
κούρη δ᾿ εἴμ᾿ Ἀρύβαντος ἐγὼ ῥυδὸν ἀφνειοῖο.

[*]()b. βρέχε θεῶν βασιλεὺς ὁ μέγας: τοῦτο ἐκ τῶν

1.215
Ὁμήρου ὁρμηθεὶς λέγει, ὅτι Ζεὺς χρυσὸν ἔβρεξε τοῖς Ῥοδίοις διὰ τὸ τὸν ποιητὴν εἰρηκέναι (l. c.)·
καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων·
| οὐκ εἰρηκότος Ὁμήρου ὅτι ἔβρεξε χρυσὸν, ἀλλὰ περιεποίησε [*]() χύδην αὐτοῖς τὸν πλοῦτον.

χρυσέαις νιφάδεσσι: τοῦτο ἄντικρυς ἐκ τοῦ ἀθετουμένου [*]() Ὁμηρικοῦ στίχου εἴληφεν ὁ Πίνδαρος (l. c.)·

καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων.

ἁνίχ᾿ Ἁφαίστου τέχναισι: τὸν καιρὸν καθ᾿ ὃν [*]() Ζεὺς ἐν Ῥόδῳ χρυσὸν ὗσε, διὰ τῆς ἱστορίας ἐπισημαίνεται καί φησιν ὅτι | ἡνίκα ὁ Ζεὺς διαιρεθείσης αὐτοῦ τῆς [*]() κεφαλῆς ὑπὸ τοῦ πελέκεως τοῦ Ἡφαίστου ἀνέδωκεν ἐκ τῆς κορυφῆς τὴν Ἀθηνᾶν· ἡ δὲ ἀνορούσασα καὶ ἔκδηλος γενομένη μέγα ἐβόησεν.

a. χαλκελάτῳ πελέκει: ἐν τοῖς Μουσαίου Παλαμάων [*]() λέγεται πλῆξαι τοῦ Διὸς τὴν κεφαλὴν, ὅτε τὴν Ἀθηνᾶν ἐγέννα· ἔνιοι δὲ τὸν Προμηθέα λέγουσι· Σωσίβιος δὲ Ἑρμῆν φησι· Ἀριστοκλῆς δὲ νέφει συγκεκρύφθαι τὴν θεὸν, τὸν δὲ Δία πλήξαντα τὸ νέφος ἐκφῆναι τὴν θεόν.

b. χαλκελάτῳ πελέκει: οἱ μὲν Παλαμάονα λέγουσι [*]() ῥῆξαι τὴν τοῦ Διὸς κεφαλὴν ὅτε Ἀθηνᾶ ἐγεννᾶτο· οἱ δὲ Ἑρμῆν· οἱ δὲ Προμηθέα· Ἀριστοκλῆς δὲ ὑφίσταται τὴν

1.216
γένεσιν Ἀθηνᾶς ἐν Κρήτῃ· νέφει γάρ φησι κεκρύφθαι τὴν θεὸν, τὸν δὲ Δία πλήξαντα τὸ νέφος προφᾶναι αὐτήν.

[*]()ἀλάλαξεν: ὀξὺ ἀνεβόησε. διὰ δὲ τούτου τὸ φιλοπόλεμον τῆς θεοῦ ἐχαρακτήρισεν. ἡ γὰρ ἀλαλαγὴ κυρίως ἐπὶ τῆς τῶν πολεμίων συμβολῆς γίνεται· εἶτ᾿ οὖν λέγεται καὶ ἐπὶ τῶν ἐκβακχευμάτων.

[*]()a. Οὐρανὸς δ᾿ ἔφριξέ νιν: διὰ τὸ σὺν ὅπλοις γεννηθῆναι ἐφοβήθησαν ὁ Οὐρανὸς καὶ ἡ Γῆ.

[*]()b. Οὐρανὸς δ᾿ ἔφριξέ νιν: ἤτοι διὰ τὸ σὺν ὅπλοις γεννηθῆναι· ἢ διὰ τὴν βοήν.

[*]()a. τότε καὶ φαυσίμβροτος: ὁ νοῦς· τότε οὖν, ἡνίκα ἔμελλε τίκτεσθαι ἡ θεὸς, ὁ Ἥλιος τοῖς ἑαυτοῦ παισὶ τοῖς περὶ Ὄχιμον καὶ Κέρκαφον ἐπετείλατο τὸ μέλλον πρᾶγμα, [*]() τῆς Ἀθηνᾶς | τὴν γένναν, παραφυλάξασθαι καὶ θυσίας ποιῆσαι, καὶ ὅπως τῇ θεῷ θυσίας πλήθοντα βωμὸν ἐναργῆ κτίσειαν, τοῦτόν τε πηξάμενοι ἐπιθύειν τήν τε ψυχὴν τοῦ πατρὸς αὐτῆς Διὸς τέρψαιεν καὶ αὐτῆς τῆς γεννηθείσης παρθένου τῆς πολεμικῆς. ἔγχος μὲν γὰρ τὸ δόρυ, βρόμος δὲ ὁ ἦχος.

[*]()b. ἄλλως· ὁ Ἥλιός, φησι, παρεκελεύσατο τοῖς ἑαυτοῦ παισὶ καὶ Ῥόδης, μελλούσης γεννᾶσθαι τῆς Ἀθηνᾶς, ὅπως αὐτοὶ πρῶτοι θύσωσιν· ἐκεῖ γὰρ μέλλειν οἰκεῖν τὴν [*]() θεὸν, | παρ᾿ οἷς ἂν πρῶτον θυσία αὐτῇ ἐπιτελεσθῇ. ἀνερχόμενοι δὲ εἰς τὴν ἀκρόπολιν πρῶτοι οὗτοι ἐπελάθοντο πῦρ κομίσαι. συνέβη οὖν πρώτους Ἀθηναίους θῦσαι· διόπερ [*]() καὶ τὴν θεὸν αὐτόθι καθιδρυθῆναι, | τιμῆσαι δὲ καὶ τὴν θεὸν τοὺς Ῥοδίους. διὰ τοῦτο δέ φασι τοὺς Ῥοδίους ἄπυρα

1.217
θύειν, ὥσπερ οἱ πρῶτοι τῇ Αθηνᾷ ἔθυσαν· τινὲς δὲ ὅτι καὶ φυλαξάντων αὐτῶν ὑπερησθεὶς ὁ Ζεὺς πλοῦτον καὶ εὐδαιμονίαν παρέσχε, δωρησαμένης καὶ αὐτῆς τῆς Ἀθηνᾶς τὴν περὶ τὴν τέχνην ἀρετήν.

c. φαυσίμβροτος: φαεσίμβροτος. τὸ -ε- καὶ το ᾱ εἰς [*]() τὴν -αυ- δίφθογγον συνεῖλεν.

d. (φαυσίμβροτος:) ὁ τοῖς βροτοῖς φάος φέρων. [*]()

δαίμων Ὑπεριονίδας: ὁ Ὑπερίονος παῖς. Ὑπερίων [*]() δὲ εἷς τῶν Τιτάνων κατὰ τὴν Ἡσιόδου θεογονίαν (371)·

Θεία δ᾿ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην Ἠῶ θ᾿, ἣ πάντεσσιν ἐπιχθονίοισι φαείνει, γείναθ᾿ ὑποδμηθεῖσ᾿ Ὑπερίονος ἐν φιλότητι.
οἱ δὲ αὐτὸ ἐπιθετικῶς ἀκούουσιν ἐν τύπῳ πατρωνυμικῷ· ὁ ὑπὲρ γῆν ἱέμενος, ἢ ὑπὲρ ἡμᾶς πορευόμενος.

μέλλον ἔντειλεν: τὸ μέλλον ἔσεσθαι ἐνετείλατό, [*]() φησιν, ὁ Ἥλιος, ἵνα πρῶτοι θύσωσι Ῥόδιοι τῇ Ἀθηνᾷ· ἐκεῖ γὰρ οἰκήσειν ὅπου θύσουσιν αὐτῇ πρῶτον. Ῥοδίων δὲ ἐπιλαθομένων ἔμπυρα θῦσαι Ἀθηναῖοι ἔθυσαν· διὸ παρ᾿ αὐτοῖς ἡ θεὸς τιμᾶται.

βωμὸν ἐναργέα: ἤτοι τῇ κατασκευῇ πολυτελῆ [*]() τυγχάνοντα· ἢ τὸν ἐναργῶς γενόμενον παρὰ τὸν τῆς γεννήσεως καιρὸν· πρῶτοι γὰρ ἔθυσαν τῇ Ἀθηνᾷ. διὸ ἔμελλεν ἐπίσημος εἶναι παρὰ τὸ πλῆθος τῆς τελουμένης θυσίας.

a. σεμνὰν θυσίαν θέμενοι: τοῦτο πρὸς τὸν τῆς [*]() Ἀθηνᾶς τρόπον.

b. σεμνῶς φησι τὰ θύματα αὐτῆς τελεῖν.

1.218

[*]()ἐγχειβρόμῳ: τῇ παρὰ τὸν πόλεμον βρεμούσῃ.

[*]()a. ἐν δ᾿ ἀρετάν: περιποιεῖ ἀρετὴν καὶ χαρὰν ἡ ἐκτὸς προμηθείας αἰδώς· οἷον εἴ τις ἐκ τοῦ προμηθεῖσθαι τὴν αἰδῶ μεταποιεῖται, τούτῳ ἀκολουθεῖ χαρὰ καὶ ἀρετή· ὡς τῶν προσκοπουμένων μηδὲν ἐχόντων.

b. ὁ δὲ λόγος· οἱ τὴν προμήθειαν ἐπιστρεφόμενοι περί τινος καὶ προλαμβάνοντες τὸ ἐσόμενον διὰ τὸ προβουλεύσασθαι τοῦτο πράττουσι κατ᾿ ἐκτροπὴν καὶ ὕστερον χαίρουσι τοῦτο προβουλευσάμενοι.

c. ἔνιοι δὲ ἀναγινώσκουσι περισπωμένως αἰδῶς, τῆς αἰδοῦς.

[*]()d. ἐν δ᾿ ἀρετὰν ἔβαλεν: δύναται ὁ λόγος γνωμικὸς εἶναι· ἔχει δὲ τὸ σαφὲς οὕτως· ἐπέβαλε δὲ ἀρετὴν καὶ ἡδονὴν τοῖς ἀνθρώποις ἡ περὶ τὰ πράγματα πρόγνωσις.

e. ὃ δέ φησι, τοιοῦτόν ἐστιν· οἱ περὶ τῶν μελλόντων πραγμάτων τὸ δέον προσκοπήσαντες καὶ τοῦτο προδιαθέντες, οὗτοι εἰς ἀρετὴν καὶ ἡδονὴν ἔρχονται.

f. ἔνιοι δὲ οὕτως ἐνόησαν· ἐκ δὲ ταύτης τῆς αἰτίας καὶ αἰδὼς ἡ ὑπάρξασα εἰς τὴν θεὸν ἡ ἐκ τῆς προμηθείας καὶ τῆς προγνώσεως χαρὰν αὐτοῖς καὶ εὐθυμίαν καὶ ἀρετὴν παρέσχεν.