Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
[*]()c. ἐθελήσω τοῖσιν ἐξ ἀρχᾶς ἀπὸ Τλαπολέμου: βούλομαι οὖν τοῖς ἐξ ἀρχῆς οὖσιν ἀπὸ Τληπολέμου Ῥοδίοις κοινόν τινα καὶ προσήκοντα λόγον εἰπεῖν καὶ διακριβῶσαι· οἵτινές εἰσι Τληπολεμίδαι οἱ Ῥόδιοι ἐκ τῆς τοῦ Ἡρακλέος γέννης. βούλεται δὲ τῆς τοῦ Τληπολέμου φυγῆς ὑπεραπολογήσασθαι. [*]() ὁ γὰρ | Τληπόλεμος Λικύμνιον τὸν Ἠλεκτρύωνος
1.209
παῖδα νόθον, ὃς ἐγένετο ἐκ Μιδέας Φρυγίας τινὸς γυναικὸς, ἀφ᾿ ἧς καὶ ἡ πόλις κέκληται, ἐλαΐνῳ σκυτάλῳ πλήξας ἄκων ἀναιρεῖ· | ἐπὶ γὰρ βοῦν βουλόμενος ἀκοντίσαι [*]() τὸ σκύταλον ἔρριψε κατὰ τοῦ Λικυμνίου. | ἀποφεύγοντι [*]() οὖν τὸ μύσος τοῦ φόνου καὶ χρηστηριαζομένῳ τῷ Τληπολέμῳ ἀνεῖλε τὸ λόγιον ἀποικίσαι τὸ Ἄργος καὶ εἰς τὴν Ῥόδον ἐλθεῖν. τούτοις καὶ Ὅμηρος μαρτυρεῖ (Β 661)· Τληπόλεμος δ᾿ ἐπεὶ οὖν τράφη ἐν μεγάρῳ ἐυπήκτῳ, αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα.λέγεται δὲ κατὰ τὴν βασιλείαν Τληπολέμου μάλιστα εὐδαιμονῆσαι Ῥοδίους, ὡς καὶ Ὅμηρος μαρτυρεῖ (Β 670)·
καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων.ἔστι δὲ αὐτοῦ ἱερὸν καὶ τάφος ἐν Ῥόδῳ· | οἱ γὰρ συστρατευσάμενοι [*]() αὐτῷ διήγαγον τὰ ὀστᾶ ἀπὸ τῆς Ἰλίου εἰς τὴν Ῥόδον, οὐκ εὖ ἔχειν κρίναντες τὸ ἄνευ τοῦ βασιλέως ἐπινοστῆσαι τῇ πατρίδι. τελεῖται δὲ καὶ ἀγὼν ἐπιτάφιος ἐν τῇ πόλει Τληπολέμου, κατὰ δὲ ἑτέρους ἱερὸς Ἡλίῳ· ἀγωνίζονται δὲ παίδων ἡλικίαι καὶ στέφονται ἐκ λεύκης.
ἀπὸ Τλαπολέμου: ἐπεὶ ὁ Τληπόλεμος φυγὼν ἐξ [*]() Ἄργους διὰ τὸν Λικυμνίου τοῦ μήτρωος φόνον ἀπῄει μετὰ νεῶν καὶ κατὰ χρησμὸν ᾤκισε Ῥόδον. Ὅμηρος (l. c.)·
1.210
Τληπόλεμος δ᾿ ἐπεὶ οὖν τράφεν ἐν μεγάρῳ ἐυπήκτῳ, αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα ἤδη γηράσκοντα Λικύμνιον, ὄζον Ἄρηος.διὸ καὶ ἔφυγεν.