Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a.Δαμάγητον: τὸν τοῦ Διαγόρου πατέρα.[*]()

b.ἁδόντα δίκᾳ: ἀντὶ τοῦ δίκαιον ὄντα.

c. πατέρα τε Δαμάγητον ἁδόντα δίκᾳ: ἀρέσαντα [*]() τῇ δικαιοσύνῃ, ἀντὶ τοῦ δίκαιον.[*]()

d. ὁ δὲ νοῦς [*]() ὅλος οὕτως ἔχει· κἀγὼ τοίνυν ἐπὶ τοῦ παρόντος σὺν ἀμφοτέροις ἦλθον, τῇ τε λύρᾳ καὶ τοῖς αὐλοῖς, ὥστε ἅμα τῷ νικητῇ Διαγόρᾳ τὴν τοῦ Ἡλίου μὲν νύμφην, Ἀφροδίτης δὲ παῖδα Ῥόδον ὑμνῆσαι, ὅπως τοῦτον τὸν εὐθύμαχον ἄνδρα τὸν Διαγόραν τὸν πελώριον καὶ μέγιστον, τὸν παρὰ τῷ

1.206
Ἀλφειῷ ἐν τῇ Ὀλυμπίᾳ στεφθέντα, διὰ τὴν πυγμὴν τοῖς ὕμνοις ὡς ἀποίνοις καὶ δώροις ὑμνήσω, στεφθέντα δὲ καὶ παρὰ τῇ Κασταλίᾳ τῇ ἐν Πυθοῖ· αἰνέσω δὲ καὶ τὸν πατέρα αὐτοῦ [Διαγόρα] τὸν Δαμάγητον, τὸν ἀρέσκοντα τῇ δίκῃ, τὸν ὅσιον καὶ εὐσεβῆ.[*]()

[*]()e. πατέρα τε Δαμάγητον: τὸν τοῦ Διαγόρου. [*]() πάλιν δὲ τούτῳ κοινῶς συναπτέον τὸ αἰνέσω, | πατέρα τε Δαμάγητον πελώριόν τε ἄνδρα.[*]()

[*]()f. (ἁδόντα:) ἀρέσαντα.

[*]()a. Ἀσίας εὐρυχώρου: τινὲς τὴν Ῥόδον φασὶ κεῖσθαι καταντικρὺ τῶν Χελιδονίων νήσων, αἵ εἰσιν ἐπὶ τῆς Λυκίας. οἱ δὲ τὸν Κάρμηλον. Θεότιμος (FHG IV, 517) δὲ ἐν . . . τῶν περὶ τοῦ Νείλου ὅρου ἱστοριῶν διὰ τοῦ ῡ γράφει εὔβολον, καὶ οὕτως προσαγορεύεσθαι διὰ τὸ ἐν καλῷ τόπῳ κεῖσθαι τὴν νῆσον· καὶ ἡμεῖς ἐν τῇ συνηθείᾳ φαμὲν εὐβόλως διακεῖσθαι τὰ πράγματα ὅταν ᾖ καλῶς διακείμενα· ὥστε τὴν μεταφορὰν ἀπὸ τῶν ἁλιέων εἶναι.

b. ἢ ὅτι ἐν ἐξέχοντι τόπῳ κεῖται.

c. ἢ ὥσπερ τριήρει οὖσα ὁμοία καὶ Ἀσίας εὐρυχώρου πέλας οὖσα.

[*]()a. τρίπολιν νᾶσον: τὴν Ῥόδον κατὰ τρεῖς πόλεις ᾤκουν, ὥς φησιν ὁ ποιητής (Β 655)·

οἳ Ῥόδον ἀμφενέμοντο διάτριχα κοσμηθέντες, Λίνδον Ἰηλυσόν τε καὶ ἀργιόεντα Κάμιρον.
Δίδυμος δέ φησι καὶ τετάρτην εἶναι πόλιν τὴν νῦν Ἀχαΐαν καλουμένην.

1.207

b. τρίπολιν νᾶσον: τὴν Ῥόδον· ὡς Ὅμηρος (l. c.)· [*]()

οἳ Ῥόδον ἀμφενέμοντο διάτριχα κοσμηθέντες, Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον.
ἔκγονοι δὲ Ἡλίου ἀφ᾿ ὧν αἱ πόλεις ὠνομάσθησαν· Λίνδος, Ἰηλυσὸς, Κάμειρος, παῖδες Κερκάφου τοῦ Ἡλίου καὶ Κυδίππης τῆς Ὀχίμου θυγατρός.[*]()

e. ἄλλως· [*]() τρίπολιν εἶπε τὴν Ῥόδον διὰ τὸ ἔχειν τρεῖς πόλεις, Λίνδον, Ἰηλυσὸν καὶ Κάμειρον.[*]()

a. Ἀσίας ἐμβόλῳ: τούτους δὲ ὑμνήσω τοὺς τὴν [*]() τρίπολιν νῆσον οἰκοῦντας Ῥόδον, τὴν οὖσαν πλησίον τοῦ ἐμβόλου τῆς εὐρυχώρου Ἀσίας. ἔμβολος δὲ Ἀσίας ἡ Λυκία, διὰ τὸ οὕτω παρατετάσθαι τὴν γῆν ὡσεὶ πόλεως ἔμβολον ἢ τριήρους. ἔμβολα γὰρ τὰ τῶν πλοίων ὀξέα, ἃ δὴ καὶ σιμώματα καλοῦσιν.[*]()

b. [Ἀσίας ἐμβόλῳ:] δύναται καὶ ἑτέρως ἑρμηνεύεσθαι [*]() τὸ πέλας ἐμβόλῳ ναίοντας. ἡ γὰρ Ῥόδος ἀντικρὺ κεῖται τῆς Λυκίας καὶ πλησίον· ἐν Λυκίᾳ δέ ἐστι πόλις Ἀρύκανδα λεγομένη, ἧς πλησίον ἱερόν τι χωρίον, ὃ πρότερον μὲν Ἔμβολος ἐκαλεῖτο | διὰ τὴν θέσιν τοῦ χωρίου· [*]() ἐκ γὰρ πολλῶν καὶ πλατέων τῶν παρακειμένων πετρῶν εἰς ὀξὺ λήγει μέρος ἡ χώρα· | νῦν δὲ προσονομάζεται Τριήρης [*]() ἀπὸ τῆς αὐτῆς αἰτίας, ἐπεὶ ὥσπερ πλοίῳ προσέοικεν ἡ θέσις

1.208
[*]() τοῦ τόπου. | ἐπεὶ οὖν μάλιστα ἐν τούτῳ τῷ τόπῳ θρησκευτήριόν ἐστιν Ἡλίου, Ῥόδιοι δὲ ἐξ Ἠλίου, διὰ τοῦτο ὡς οἰκειοτέρου καὶ προσφόρου μέμνηται τοῦ τόπου. δύναται δὲ καὶ ἀπὸ τῆς ἐκ μέρους περιφράσεως νοεῖσθαι τῇ τῆς Λυκίας [*]() πλησίον ὑπαρχούσῃ.[*]()

c. σημείωσαι ὅτι εἰς Ῥόδον τόπος ἐστὶν ἀποτείνων εἰς ὀξὺ κατὰ Λυκίαν ἐμβόλῳ παραπλήσιος.[*]()

[*]()d. Ἀργείᾳ σὺν αἰχμᾷ: σὺν πλήθει Ἀργείων ναίοντας· διὰ τοὺς κατελθόντας σὺν Τληπολέμῳ.[*]()

[*]()a. ἐθελήσω τοῖσιν ἐξ ἀρχᾶς: ἐθελήσω, φησὶ, τοῖς Ἡρακλείδαις, τοῖς ἀπὸ Τληπολέμου Ῥοδίοις, κοινὸν ἐξ ἀρχῆς διορθῶσαι λόγον, τουτέστιν ἀκριβῶσαι καὶ διασημῆναι. [*]()μῆναι.

b. τρεῖς ἀμφιβολίας ἔχει· ἤτοι γὰρ καθόλου πάντων ἀνθρώπων κοινὸν λόγον, ἢ αὐτῶν τῶν Ῥοδίων, ἢ ἔξωθεν ληπτέον τὸ ὥς, ἵνα ᾖ· ὥστε ξυνῶσαι καὶ πᾶσιν ἀνθρώποις εἰς μέσον ἀγαγεῖν.

[*]()c. ἐθελήσω τοῖσιν ἐξ ἀρχᾶς ἀπὸ Τλαπολέμου: βούλομαι οὖν τοῖς ἐξ ἀρχῆς οὖσιν ἀπὸ Τληπολέμου Ῥοδίοις κοινόν τινα καὶ προσήκοντα λόγον εἰπεῖν καὶ διακριβῶσαι· οἵτινές εἰσι Τληπολεμίδαι οἱ Ῥόδιοι ἐκ τῆς τοῦ Ἡρακλέος γέννης. βούλεται δὲ τῆς τοῦ Τληπολέμου φυγῆς ὑπεραπολογήσασθαι. [*]() ὁ γὰρ | Τληπόλεμος Λικύμνιον τὸν Ἠλεκτρύωνος

1.209
παῖδα νόθον, ὃς ἐγένετο ἐκ Μιδέας Φρυγίας τινὸς γυναικὸς, ἀφ᾿ ἧς καὶ ἡ πόλις κέκληται, ἐλαΐνῳ σκυτάλῳ πλήξας ἄκων ἀναιρεῖ· | ἐπὶ γὰρ βοῦν βουλόμενος ἀκοντίσαι [*]() τὸ σκύταλον ἔρριψε κατὰ τοῦ Λικυμνίου. | ἀποφεύγοντι [*]() οὖν τὸ μύσος τοῦ φόνου καὶ χρηστηριαζομένῳ τῷ Τληπολέμῳ ἀνεῖλε τὸ λόγιον ἀποικίσαι τὸ Ἄργος καὶ εἰς τὴν Ῥόδον ἐλθεῖν. τούτοις καὶ Ὅμηρος μαρτυρεῖ (Β 661)·
Τληπόλεμος δ᾿ ἐπεὶ οὖν τράφη ἐν μεγάρῳ ἐυπήκτῳ, αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα.
λέγεται δὲ κατὰ τὴν βασιλείαν Τληπολέμου μάλιστα εὐδαιμονῆσαι Ῥοδίους, ὡς καὶ Ὅμηρος μαρτυρεῖ (Β 670)·
καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων.
ἔστι δὲ αὐτοῦ ἱερὸν καὶ τάφος ἐν Ῥόδῳ· | οἱ γὰρ συστρατευσάμενοι [*]() αὐτῷ διήγαγον τὰ ὀστᾶ ἀπὸ τῆς Ἰλίου εἰς τὴν Ῥόδον, οὐκ εὖ ἔχειν κρίναντες τὸ ἄνευ τοῦ βασιλέως ἐπινοστῆσαι τῇ πατρίδι. τελεῖται δὲ καὶ ἀγὼν ἐπιτάφιος ἐν τῇ πόλει Τληπολέμου, κατὰ δὲ ἑτέρους ἱερὸς Ἡλίῳ· ἀγωνίζονται δὲ παίδων ἡλικίαι καὶ στέφονται ἐκ λεύκης.

ἀπὸ Τλαπολέμου: ἐπεὶ ὁ Τληπόλεμος φυγὼν ἐξ [*]() Ἄργους διὰ τὸν Λικυμνίου τοῦ μήτρωος φόνον ἀπῄει μετὰ νεῶν καὶ κατὰ χρησμὸν ᾤκισε Ῥόδον. Ὅμηρος (l. c.)·

1.210
Τληπόλεμος δ᾿ ἐπεὶ οὖν τράφεν ἐν μεγάρῳ ἐυπήκτῳ, αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα ἤδη γηράσκοντα Λικύμνιον, ὄζον Ἄρηος.
διὸ καὶ ἔφυγεν.

[*]()a. ξυνόν: κοινῶς πᾶσι διηγήσασθαι.

b. ὥστε ποιῆσαι κοινὸν πᾶσι καὶ εἰς πάντας ἀγαγεῖν.

[*]()Ἡρακλέος: τοῖς Ῥοδίοις, ἀπὸ Τληπολέμου Ἡρακλείδαις οὖσιν.

[*]()εὐρυσθενεῖ γέννᾳ: παρόσον ἐκ μὲν Ἡρακλέος Τληπόλεμος, ἐκ δὲ Τληπολέμου Ῥόδιοί εἰσιν.[*]()

[*]()a. (ἐκ Διός:) Διὸς Ἡρακλῆς· οὗ Τληπόλεμος.

[*]()b. εὔχονται: Ἡρακλῆς γὰρ Διὸς, τοῦ δὲ Τληπόλεμος, ὃς Ῥόδον ᾤκησεν.

c. εὔχονται δὲ ἀντὶ τοῦ καυχῶνται.

[*]()a. τὸ δ᾿ Ἀμυντορίδαι ματρόθεν: ἐναντίως τῷ ποιητῇ τὰ περὶ τῆς μητρὸς Τληπολέμου ἱστορεῖ ὁ Πίνδαρος. Ὅμηρος μὲν γὰρ αὐτὴν Ἀστυόχην ἀποκαλεῖ καὶ Ἄκτορος εἶναι θυγατέρα βούλεται ἐν οἷς φησιν (Β 658)· ὃν τέκεν [*]() Ἀστυόχεια. | ἔοικε δὲ ὁ Πίνδαρος ἐντετυχηκέναι τῷ Ἀχαιῷ ἱστοριογράφῳ (FHG IV, 286)· ἐκεῖνος γὰρ οὕτως γενεαλογεῖ· Ὑπερόχης Εὐρύπυλος· οὗ Ὄρμενος· οὗ Φέρης· οὗ Ἀμύντωρ· οὗ Ἀστυδάμεια ἡ Τληπολέμου μήτηρ. καὶ αὐτὸς δὲ Ἀμύντωρ εἰς Δία τὸ γένος ἀνάγει· ἔνιοι δὲ καὶ υἱὸν Ἀμύντορα τοῦ Διὸς εἶναι λέγουσιν.[*]()

[*]()b. Ἀστυδαμείας: Ὅμηρος ταύτην Ἀστυόχην φησὶν, οὐκ Ἀστυδάμειαν. εἰκὸς δὲ τὸν Πίνδαρον ἀπαντῆσαι ταύτῃ τῇ γραφῇ (Β 658)·

ὃν τέκεν Ἀστυδάμεια βίῃ Ἡρακληείῃ.
καὶ Ἡσίοδος δὲ (fr. 134 Rz.) Ἀστυδάμειαν αὐτήν φησι, Φερεκύδης δὲ (FHG I, 82) Ἀστυγένειαν. ἦν δὲ Φύλαντος
1.211
θυγάτηρ· τινὲς δὲ ἐξ Ἀντιγόνης αὐτῷ Τληπόλεμόν φασιν· ἐνταῦθα δὲ Ἀμύντορος αὐτήν φησιν ὁ Πίνδαρος, Ἡσίοδος δὲ (l. l.) καὶ Σιμωνίδης Ὀρμένου. εἰκὸς δὲ ὅτι ὁ Πίνδαρος παρὰ τῶν κατὰ τὴν πόλιν λογίων ἤκουσεν Ἀμυντορίδας εἶναι Ῥοδίους μητρόθεν.

ἀμφὶ δ᾿ ἀνθρώπων φρασίν: ὑπεραπολογεῖται [*]() τοῦ φόνου ὃν δέδρακεν ὁ Τληπόλεμος, καί φησι· περὶ τὰς τῶν ἀνθρώπων φρένας μυρίαι καὶ ἀναρίθμητοι ἁμαρτίαι ἀπήρτηνται.

a. τοῦτο δ᾿ ἀμήχανον: ἀμήχανον δέ ἐστι τοῦτο [*]() εὑρεῖν καὶ προγνῶναι, ὅπερ νῦν τε καὶ κατὰ τὸ παρὸν δυστύχημα φερόμενον πρὸς τὸ τέλος λυσιτελήσει. καὶ τοὐναντίον βούλεται λέγειν, ὅτι τῷ Τληπολέμῳ τὸ κατὰ φύσιν δυστύχημα εἰς ἀγαθὸν ἀπέβη, Ῥόδον οἰκήσαντι καὶ βασιλείας καὶ τιμῆς ἀξιωθέντι.

b. ἄλλως· ἀδύνατόν ἐστι τοῦτο εὑρεῖν τὸ περιτυχεῖν ἀνδρὶ καὶ γνῶναι τὸ φέρτατον.

c. ἀντὶ τοῦ τὸ ἀποβησόμενον ἀφ᾿ οὗ τις γεννηθῇ μέχρι τέλους.

d. τοῦτο δ᾿ ἀμήχανον: καὶ τὸ τοιοῦτον γνῶναι [*]() ἀδύνατόν ἐστι· τὸ ποῖον; ὁποῖόν τε νῦν καὶ ἐπὶ τοῦ παρόντος βέλτιστόν ἐστι καὶ ἐν ὑστέρῳ· οἷον εἰ καὶ ἐν τῇ τελευτῇ ἕξει τις καλόν. ἡ δὲ ἀπότασις πρὸς τὸν Τληπόλεμον.[*]()

e. τοῦτο δ᾿ ἀμάχανον εὑρεῖν: τὴν παροῦσαν καὶ [*]() τὴν μέλλουσαν εὐδαιμονίαν ἀμήχανόν ἐστιν εὑρεῖν. ὁ γὰρ Τληπόλεμος | ἐν ἀρχῇ ἀτυχήσας ὕστερον ἐβασίλευσε τῆς [*]() Ῥόδου.

(τυχεῖν:) συμβῆναι. [*]()

a. καὶ γὰρ Ἀλκμήνας: Ἀλκμήνης ἀδελφὸν νόθον [*]()

1.212
Λικύμνιον ἐκ Φρυγίας Μιδέας † γενομένης γενόμενον Ἠλεκτρύωνι· ἀφ᾿ ἧς καὶ πόλις Μιδέα ἐν Ἄργει· ὃν ἀνεῖλεν ὁ Τληπόλεμος. οἱ γὰρ γνήσιοι παῖδες Ἠλεκτρύωνος ἀπὸ Λυσιδίκης ἐγένοντο ἕξ· Γοργοφόνος, Στρατοβάτης, Φυλονόμος, Κελαινεύς, Ἀμφίμαχος, Δηίμαχος, αἰτία δὲ τῆς ἀναιρέσεως ἐγένετο περί τινων τιμῶν· οἱ δὲ περὶ Ἀγίαν καὶ Δερκύλον (FHG IV, 386) φασὶν ἀκούσιον τὸν φόνον γενέσθαι.

[*]()b. καὶ γὰρ Ἀλκμήνας νόθον: καὶ γὰρ τὸν Ἀλκμήνης νόθον ἀδελφὸν Λικύμνιον ῥοπάλῳ ἐλαίας τύπτων ἀπέκτεινεν ἐν τῇ Τίρυνθι παραγενόμενον ἐκ τῆς οἰκίας τῆς ἑαυτοῦ μητρὸς Μιδέας ὁ Τληπόλεμος ὁ παλαιὸς οἰκιστὴρ τῆς χώρας. πῶς δὲ νόθος ἀδελφὸς Λικύμνιος Ἀλκμήνης; Ἀλκμήνη μὲν ἐξ Ἠλεκτρύωνος καὶ Λυσιδίκης τῆς Πέλοπος θυγατρὸς γνησίας γυναικός· Λικύμνιος δὲ ἐξ Ἠλεκτρύωνος καὶ Μιδέας γυναικὸς Φρυγίας τὸ γένος.

[*]()νόθον: ἀκουσίως αὐτόν φασιν ἀνῃρηκέναι. νόθον δὲ εἶπεν ὅτι ἐκ Μιδέας τῆς παλλακίδος ἦν, Ἀλκμήνη δὲ καὶ οἱ αὐτῆς ἀδελφοὶ ἐκ Λυσιδίκης.

[*]()σκληρᾶς ἐλαίας: ἀπεσκληκότι ξύλῳ καὶ ῥοπάλῳ ἐλαΐνῳ.

[*]()a. ἐλθόντ᾿ ἐκ θαλάμων: παραγενόμενον εἰς Ἄργος ἐκ τῶν οἴκων τῆς Μιδέας· ἤτοι τῶν τῆς μητρὸς, ἢ καὶ τῆς ὁμωνύμου πόλεως· ἔστι δὲ αὕτη τοῦ Ἄργους ἡ πόλις.

[*]()b. (Μιδέας:) τῆς μητρός.

1.213

ἐκ θαλάμων: δύναται ἑκατέρως ἀκούεσθαι· ἔκ τε [*]() τῶν τόπων τῆς πόλεως Μιδέας, καὶ ἐκ τῶν θαλάμων τῆς μητρὸς Μιδέας· ἀφ᾿ ἧς καὶ Ἠλεκτρύωνος [καὶ] Λικύμνιος.

χθονὸς οἰκιστὴρ χολωθείς: τῇ δόξῃ ὁ Πίνδαρος [*]() ἕπεται τῶν ἱστορούντων διὰ τιμάς τινας καὶ ἀρχὰς τὸν Τληπόλεμον εἰργάσθαι τὸν φόνον· διὰ γὰρ τοῦ χολωθεὶς τὸ τοιοῦτον ὑποφαίνει.