Scholia in Pindarum Olympian Odes

Pindar Scholia

Scholia in Pindarum Olympian Odes, Drachmann, Teubner, 1903

a. τῶν ἄνθεσι: ἐκ τῶν τιμώντων Τληπολεμίων ἐν [*]() Ἰσθμῷ εἰς τὰ Τληπολέμια οὗτος ἐνίκησε τετράκις εὐτυχέων.

1.230

[*]()b. τῶν ἄνθεσι Διαγόρας: τῶν παρὰ Ῥοδίοις ἄθλων.

c. ἄνθεσι δὲ τοῖς στεφάνοις. τελεῖται γὰρ αὐτόθι ἀγὼν Τληπολέμειος ἐπικαλούμενος. ἐγκωμιαστικῶς δὲ ὁ Πίνδαρος τὸν ἀγῶνα, Ἡλίῳ τελούμενον, εἰς τὸν Τληπόλεμον μετήγαγε. τελεῖται δὲ μηνὸς Γορπιαίου εἰκοστῇ τετάρτῃ [*]() ἡμέρᾳ. ἀπέχει δὲ τῶν Νεμέων ἡμέρας ἕξ. ἀγωνίζονται δὲ παῖδες καὶ ἄνδρες. ὁ δὲ στέφανος λεύκη δίδοται.

[*]()κλεινᾷ τ᾿ ἐν Ἰσθμῷ: θηλυκῶς τὴν Ἰσθμόν φησιν, ὡς καὶ ἐν ἄλλοις (O. XIV, 3) τὴν Ὀρχομενόν. λέγει δὲ τὸν Διαγόραν τετράκις Ἴσθμια νενικηκέναι. [*]()

[*]()Νεμέᾳ τ᾿ ἄλλαν ἐπ᾿ ἄλλᾳ: καὶ ἐν τῇ Νεμέᾳ ἄλλην ἐπ᾿ ἄλλῃ νίκην ἔσχεν· οἷον δὶς ἐνίκησεν, οὐκ ἐκ διαλείμματος μέντοι, ἀλλὰ πρώτην Νέμεα νικήσας, καὶ τὴν ἑξῆς ἀγωνισάμενος ἐστέφθη.

[*]()καὶ κρανααῖς ἐν Ἀθάναις: τὴν ὅλην Ἀττικὴν [*]() [*]() Ἀθήνας προσηγόρευσεν· | εἴη δὲ τὰ Παναθήναια νενικηκὼς ἢ τὰ Ἡράκλεια ἢ τὰ Ὀλύμπια ἢ τὰ Ἐλευσίνια [ἢ τὰ Πανελλήνια], [*]() ἴσως δὲ καὶ πάντα· | ἀδήλως γὰρ εἶπεν.

[*]()a. ὅ τ᾿ ἐν Ἄργει χαλκός: τὰ Ἥραια, ἃ καὶ Ἑκατόμβαια λέγεται διὰ τὸ πλῆθος τῶν θυομένων βοῶν. [*]() λαμβάνουσι δὲ ἐντεῦθεν οὐκ ἀργὸν χαλκὸν, ἀλλὰ τρίποδας καὶ λέβητας καὶ ἀσπίδας καὶ κρατῆρας.

[*]()b. ἔγνω νιν: ἐγνώρισε δὲ αὐτὸν καὶ ὁ ἐν τῷ [*]() Ἄργει διδόμενος χαλκὸς ἆθλον τῷ νικήσαντι.

c. τελεῖται

1.231
δὲ κατὰ τὸ Ἄργος τὰ Ἥραια ἢ τὰ Ἑκατόμβαια διὰ τὸ ἑκατὸν βοῦς θύεσθαι τῇ θεῷ. τὸ δὲ ἆθλον, ἀσπὶς χαλκῆ· οἱ δὲ στέφανοι ἐκ μυρσίνης.

d. ἄλλως· ἐν Ἄργει, ἐν τῷ [*]() Ἑκατομβαίων ἀγῶνι, χαλκὸς τὸ ἆθλον δίδοται, ὅτι Ἀρχῖνος Ἀργείων γενόμενος βασιλεὺς, ὃς καὶ ἀγῶνα πρῶτος συνεστήσατο, ταχθεὶς ἐπὶ τῆς τῶν ὅπλων κατασκευῆς, ἀπὸ τούτων καὶ τὴν τῶν ὅπλων δόσιν ἐποιήσατο. | Ἑκατόμβαια δὲ [*]() ὁ ἀγὼν λέγεται ὅτι πομπῆς μεγάλης προηγοῦνται ἑκατὸν βόες, οὓς νόμος κρεανομεῖσθαι πᾶσι τοῖς πολίταις.

e. τὸ δὲ σημεῖον ὅτι Ἑκατόμβαια λέγει τὰ ἐν Ἄργει νενικηκέναι τὸν Διαγόραν.

a. τά τ᾿ ἐν Ἀρκαδίᾳ: ἐν Ἀρκαδίᾳ πολλοὶ ἀγῶνες [*]() ἄγονται· Λύκαια· Κόρεια· Ἕρμαια.

b. τά τ᾿ ἐν Ἀρκαδίᾳ: ἀπὸ κοινοῦ τὸ ἔγνω νιν· [*]() ἐγνώρισε δὲ αὐτὸν νικῶντα καὶ τὰ ἐν Ἀρκαδίᾳ ἆθλα. τελεῖται δὲ ἐν Ἀρκαδίᾳ τὰ Λύκαια ἀνακείμενα τῷ Λυκαίῳ Διί.

c. τὰ δὲ ἔργα τινὲς οὕτως ἀκούουσιν· ἐπειδὴ οἱ [*]() αὐτόθι νικῶντες σκεύεσι τιμῶνται.

d. ἄλλως· Πολέμων (FHG III, 123) ἐν τῷ περὶ τῶν Θήβησιν Ἡρακλείων φησὶ χαλκὸν τὸ ἆθλον εἶναι τοῖς ἐν Ἀρκαδίᾳ Λυκαίοις· ὥστε ἀπὸ κοινοῦ τὰ ἔργα καὶ τὸν χαλκὸν ληπτέον, ὅταν φησὶν ὁ Πίνδαρος· ὅ τ᾿ ἐν Ἄργει χαλκὸς ἔγνω νιν τά τε ἐν Ἀρκαδίᾳ ἔργα καὶ Θήβαις. δίδοται γὰρ ἐν ταύταις τρίπους χαλκοῦς.

1.232

e. πολλοὶ δὲ ἄγονται ἀγῶνες ἐν Ἀρκαδίᾳ· Λύκαια· Κόρεια· [*]() Ἀλέαια. | ἐν δὲ Θήβαις τὰ Ἡράκλεια· τὰ δὲ αὐτὰ καὶ Ἰολάεια [*]() καλεῖται. | ἐν δὲ Βοιωτίᾳ, ἐν μὲν Θεσπιαῖς Ἐρώτια, ἐν δὲ Λεβαδείᾳ τὰ καλούμενα Βασίλεια.

[*]()a. καὶ Θήβαις: ἐν μὲν Θεσπιαῖς Ἐρώτια· ἐν ταῖς [*]() Πλαταιαῖς τὰ Ἐλευθέρια. ταῦτα Ἀριστόνικος· ὁ δὲ Δίδυμος Βασίλεια καὶ Ἀμφιάρεια καὶ Δήλια ἐπὶ Δηλίῳ καὶ Τροφώνεια ἐν Λεβαδείᾳ.

[*]()b. ἀγῶνές τ᾿ ἔννομοι Βοιωτῶν: πάλιν ἀπὸ κοινοῦ τὸ ἔγνω νιν.

c. τελοῦνται δὲ ἐν Βοιωτίᾳ διάφοροι [*]() [*]() ἀγῶνες· | ἐν μὲν Θεσπιαῖς τὰ Ἐρωτίδια· ἐν δὲ Πλαταιαῖς τὰ Ἐλευθέρια· ἐν δὲ Λεβαδείᾳ τὰ Τροφώνια· ἐν δὲ Ὠρωπῷ τὰ Ἀμφιάραια.

[*]()a. Πελλάνα τε: ἐν Πελλήνῃ τῇ Ἀχαϊκῇ ἐνίκησε. καλεῖται δὲ ὁ ἀγὼν Θεοξένια· ἐδίδοτο δὲ ἆθλον χλαῖνα. [*]()

[*]()b. Πελλάνα τ᾿ Αἴγινά τε: πάλιν τὸ ἔγνω νιν· ἐγνώρισε δὲ τὸν Διαγόραν ἥ τε Πελλήνη καὶ ἡ Αἴγινα [*]() ἑξάκις νενικηκότα.

c. τελεῖται δὲ ἐν μὲν Πελλήνῃ τῆς Ἀχαΐας ἀγὼν ὁ καλούμενος Θεοξένια· τινὲς δὲ, καὶ τὰ Ἕρμαια· τὸ δὲ ἆθλόν ἐστι χλαῖνα. ἐν δ᾿ Αἰγίνῃ τὰ Αἰάκεια· [*]() οἱ δὲ Οἰνώναια· ἀμφορίτης ἀγὼν, οὗ Καλλίμαχος μέμνηται ἐν τοῖς ἰάμβοις (fr. 80).

[*]()ἐν Μεγάροισι: τὰ Διόκλεια· καὶ Πύθια· καὶ Νέμεα.

[*]()λιθίνα: στήλη ἥτις οὐχ ἕτερον λόγον ἔχει ἐγκεκολαμμένον ἢ ὅτι νενίκηκε Διαγόρας. ἴσως γὰρ τοιοῦτον [*]() ἦν τὸ ἔθος αὐτῶν, τῶν Μεγαρέων, τὸ γράφειν ἐν στήλαις τὰ τῶν νικώντων ὀνόματα.

1.233

a. ψᾶφος ἔχει λόγον: κατὰ τὰ Μέγαρα ἔθος [*]() ἐστὶ τῶν νικηφόρων τὰ ὀνόματα λίθοις ἐγκολάπτεσθαι. φησὶν οὖν ὅτι καὶ ἐν τοῖς Μεγάροις ἡ λιθίνη ψῆφος οὐχ ἑτέρου τινὸς οὕτως ἐγκεκολαμμένον φέρει τὸ ὄνομα ὡς τὸ τοῦ Διαγόρα.

b. τὸ σημεῖον ὅτι ψῆφον λιθίνην λέγει [*]() τὴν στήλην διὰ τὸ περιέχειν τὰ ψηφίσματα.

c. ὦ Ζεῦ, νώτοισιν Ἀταβυρίου: ὁ νοῦς οὕτως [*]() ἔχει· ἀλλ᾿ ὦ Ζεῦ πάτερ τοῦ Ἀταβυρίου ὄρους βασιλεύων, ἐν τιμῇ ἔχε τὸν ὕμνον τὸν εἰς τὸν Ὀλυμπιονίκην καὶ τὸν ἄνδρα τὸν εὑρόντα καὶ τὸν κτησάμενον τὴν ἀρετὴν διὰ τῆς ἐν πυγμῇ νίκης.

d. ἄλλως· νώτοισιν Ἀταβυρίου: [*]() ἐπάνω γὰρ τοῦ ὄρους ἵδρυται ὁ Ζεύς.

e. νώτοισι δὲ ἀντὶ [*]() τοῦ νώτων.

f. εἰσὶ δὲ χαλκαῖ βόες ἐν αὐτῷ, αἵτινες ὅταν [*]() μέλλῃ ἄτοπόν τι γενέσθαι, μυκῶνται.

g. ἔστι δὲ καὶ ἐν [*]() Σικελίᾳ ὄρος Ἀταβύριον, ὥς φησι Τίμαιος.

a. Ἀταβυρίου: ὄρος Ῥόδου.

b. νώτοις δὲ ἀλλάξας [*]() πτῶσιν ἀντὶ τοῦ νώτων. τὸ πλάτος δὲ λέγει, ἀπὸ τοῦ σώματος, ὡς πόδας Ἴδης (Hom. B 824) καὶ κεφαλὴ ὄρους.

c. Δίδυμος δέ φησιν ἐν Σικελίᾳ εἶναι ὄρος Ἀταβύριον, ὡς Τίμαιός φησι· καλεῖται δὲ καὶ ὁ Ἀταβύριος. εἰσὶ δὲ καὶ βόες χαλκοῖ ἐπὶ τῷ ὄρει τῆς Ῥόδου, οἳ ὅταν μέλλῃ τι τῇ πόλει γίνεσθαι κακὸν μυκῶνται.

a. τίμα μὲν ὕμνου: περιφραστικῶς τὸν ὕμνον [*]() τὸν Ὀλυμπιόνικον. ἢ τὸν Διαγόραν· οὗτος γὰρ νόμος ἐγένετο νικήσας τοῦ ὕμνου. βέλτιον δὲ τὸ πρότερον· ἐπιφέρει γάρ· ἄνδρα τε πὺξ ἀρετὰν εὑρόντα.

[*]()b. (ὕμνου τεθμόν:) περιφραστικῶς τὸν ὕμνον.

c. τὸ σημεῖον ὅτι τὴν θέσιν δηλοῖ.

[*](—14 Tzestzes Chil. IV 390—92 (= IV 704—6): Ῥόδιόν ἐστιν ὄρος τὴν κλῆσιν Ἀταβύριον, χαλκᾶς πρὶν ἔχον βόας, αἳ μυκηθμὸν ἐξέπεμπον χωρούσης Ῥόδῳ βλάβης. Πίνδαρος καὶ Καλλίμαχος (?sch. 156C conferri jubet Harder de histt. fontt. p. 7) γράφει τὴν ἱστορίαν. 14—15 Steph. Byz. Ἀταβύριον.)

[*]()a. (ἄνδρα τε:) ἀπὸ κοινοῦ τὸ τίμα.

[*]()b. πὺξ ἀρετάν: τὸν τὴν ἀρετὴν εὑρόντα κατὰ τὴν πυκτικήν. Ὅμηρος (Ψ 634)· πὺξ μὲν ἐνίκησα, ἀντὶ τοῦ [*]() πυγμῇ.

c. τὸν διὰ πυγμῆς ἀρετὴν εὑρόντα.

[*]()δίδοι τέ οἱ αἰδοίαν χάριν: ὁ νοῦς· δίδου τε αὐτῷ αἰδοίαν χάριν καὶ παρὰ τῶν πολιτῶν καὶ παρὰ τῶν ξένων, ἐπειδὴ τὴν ἐχθρὰν τῆς ὕβρεως ὁδὸν βαδίζει, ἀντὶ τοῦ ἐπεὶ πάντας δι᾿ αἰδοῦς ἔχει καὶ τιμῆς. [*]()

[*]()(ὕβριος ἐχθρὰν ὁδόν:) τὴν δικαιοσύνην λέγει.

[*]()a. σάφα δαείς: σαφῶς μεμαθηκὼς ἃ οἱ πατέρες αὐτῷ ἐχρησμῴδησαν καὶ ὑπέθεντο.

[*]()b. σάφα δαείς: ταῦτα λοιπὸν ὡς πρὸς ἑαυτόν φησιν ὁ ποιητής· σαφῶς γνοὺς ἅτινα αὐτῷ αἱ τῶν ἀγαθῶν [*]() αὐτοῦ πατέρων ὀρθαὶ φρένες ἐξέχραον, οἱονεὶ ἐχρησμῴδουν καὶ παρῄνουν. ὡς περὶ εὐσεβῶν δὲ λίαν ὑπαινίττεται.

[*]()c. ἅ τέ οἱ πατέρων: τοῦτο παρὰ τὸ Ὁμηρικὸν εἴρηται (Ζ 209)· μηδὲ γένος πατέρων αἰσχυνέμεν. [*]()

d. τουτέστι μὴ ἀπόκρυπτε τοὺς προγόνους, ὦ θυμὲ, ἀλλὰ [*]() ὕμνει. ἑαυτῷ δὲ ὁ Πίνδαρος παρακελεύεται.

[*]()a. (ἔχραον:) ἐπῆλθον.

[*]()b. μὴ κρύπτε κοινόν: κοινὸν λέγει τὸ ἔνδοξον· κοινὰ γὰρ τὰ ἔνδοξα, ἐξ ὧν πάντες μεταλαμβάνουσιν.

[*]()c. μὴ κρύπτε κοινόν: μὴ ἀπόκρυπτε τὸ κοινὸν [*]() καὶ διάδηλον τοῖς πολλοῖς τοῦ Καλλιάνακτος γένος (πρόγονος γὰρ τοῦ νικηφόρου οὗτος ἔνδοξος), ἀλλὰ ὕμνει. d. κοινὸν σπέρμα λέγει τὸ ἔνδοξον· κοινὰ γὰρ τὰ τοιαῦτα ἐξ οὗ πάντως ἔχει.

e. τὸ συγγενικόν.

[*]()a. Ἐραστεϊδῶν: ὁ νοῦς· σὺν ταῖς τῶν Ἐραστιδῶν [*]()

1.235
χάρισι καὶ ἡδοναῖς ἡ πόλις κοινωνεῖ. ὁ δὲ καί σύνδεσμος περιττεύει.

b. Ἐραστεϊδᾶν: Ἐραστείδης πρόγονος τοῦ Διαγόρου, [*]() ἀφ᾿ οὗ καὶ φυλὴ ὁμώνυμος ἐν Ῥόδῳ. φησὶν οὖν ὅτι σὺν ταῖς τῶν Ἐραστειδῶν χάρισι καὶ ἡδοναῖς (τῶν προγόνων δὲ αὐτοῦ λέγει) . . . .· ἐπεὶ καὶ πᾶσα ἡ Ῥόδος πλείστας εὐτυχίας ἐκ τῆς τούτου νίκης ἔχει.

c. σὺν χαρίτεσσι: ἐκ τῶν χαρίτων τῶν Ἐραστιδῶν [*]() ἢ σὺν ταῖς τῶν Ἐραστιδῶν χάρισι κῦδος ἔχει ἡ πόλις καὶ θαλίας. ὥστε τὸν μὲν Καλλιάνακτα πρόγονον εἶναι, Ἐραστίδας δὲ τὴν φατρίαν ἀπό τινος Ἐράστου καλεῖσθαι ἢ Ἐραστέος, ἀπὸ τοῦ Ἐραστεύς.

d. φυλὴ δέ ἐστι τῶν Ἐραστιδῶν ἐν Ῥόδῳ, ἀφ᾿ ἧς ἦν Διαγόρας.

a. ἐν δὲ μιᾷ μοίρᾳ χρόνου: ἐκ τούτου ἐμφαίνει [*]() ὅτι ἄνωθεν αὐτῷ περὶ τὸν οἶκον συμφορὰν συνέβη γενέσθαι, νῦν δὲ ἑτέρως αὐτοῖς πνέει τὰ πράγματα. παραμυθεῖται οὖν αὐτόν.

b. ἐν δὲ μοίρᾳ μιᾷ χρόνου: ἐν τῷ βραχεῖ δὲ [*]() χρόνῳ τὰ πράγματα ἄλλοτε ἄλλως διατίθεται. εἶπε δὲ ἀλληγορικῶς, ὡς πρὸ ὀλίγου τινὸς λυπηροῦ αὐτῷ συμβάντος, καὶ ὅτι λοιπὸν ὀφείλει, ἑτέρας αὔρας τὸ δὴ λεγόμενον πνευσάσης, τέρπεσθαι καὶ ἐν εὐτυχίᾳ πάσῃ καὶ χαρᾷ διαζῆν.