Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. πολύβοσκον: τὴν μεγάλην καὶ πολλοὺς θρέψαι [*]() δυναμένην.

b. ἐν ἴσῳ δὲ τῷ Ὁμηρικῷ (Γ 265)· πουλυβότειραν.

[*]()a. μήλοις: καταχρηστικῶς πᾶσι τοῖς ἀλόγοις ζῴοις. [*]()

b. ἀπὸ μέρους τὸ πᾶν.

[*]()ἐκέλευσε δ᾿ αὐτίκα: Ἀρίσταρχος· ἐκέλευσε δ᾿ ὁ Ἥλιος παραχρῆμα τὴν μὲν Λάχεσιν ἐπιχειροτονῆσαι τῷ λόγῳ, τοὺς δὲ θεοὺς ὀμόσαι μηδένα παρερεῖν μηδὲ παραπείσειν τὸν Δία περὶ τῆς μελλούσης χώρας φαίνεσθαι ὑπ᾿ αὐτοῦ.

[*]()a. Λάχεσιν: πιθανῶς τὴν Λάχεσιν παρέλαβεν, ἐπεὶ περὶ κλήρου ὁ λόγος.[*]()

[*]()b. χρυσάμπυκα Λάχεσιν: ἄμπυξ μὲν κυρίως κόσμος ἐπιτιθέμενος ταῖς τῶν γυναικῶν κεφαλαῖς· οὗ καὶ Ὅμηρος μνημονεύει (Χ 469)·

[*]() ἄμπυκα κεκρύφαλόν τε ἰδὲ πλεκτὴν ἀναδέσμην.
νῦν δὲ καταχρηστικῶς τὴν τιμίαν ἀκουστέον.

c. Λάχεσις δὲ μία τῶν Μοιρῶν καλεῖται· τριῶν δὲ οὐσῶν τῶν πασῶν [*]() Ἡσίοδος μνημονεύει (th. 218)· | Κλωθώ τε Λάχεσίς τε καὶ

1.225
Ἄτροπος. ἔστι δὲ τὰ ὀνόματα αὐτῶν πεποιημένα· καὶ ἡ μὲν Κλωθὼ παρὰ τὸ συγκλώθειν τὰ ἀνθρώπινα, ἡ δὲ Λάχεσις παρὰ τὴν κλήρωσιν τὴν ποιὰν, ἣν ἕκαστος γεγονὼς κεκλήρωται· ἡ δὲ τρίτη Ἄτροπος παρὰ τὸ ἀμετάτρεπτον τῆς μοιριδίου ἀνάγκης.[*]()

a. χεῖρας ἀντεῖναι: ἀντὶ τοῦ χειροτονηθῆναι [*]() ποιῆσαι, κατὰ μετωνυμίαν.

b. θεῶν δ᾿ ὅρκον μέγαν: θεῶν ὅρκον τὴν Στύγα. [*]() ταύτην γὰρ καὶ Ὅμηρος καὶ Ἡσίοδος (th. 400) οἶδε, δι᾿ ὧν φησι (Ο 37)·

καὶ τὸ κατειβόμενον Ετυγὸς ὕδωρ, ὅς τε μέγιστος ὅρκος.

a. μὴ παρφάμεν: μὴ παραλογίσασθαι, τουτέστιν. [*]() ἐπικυρῶσαι τὸν τῶν θεῶν ὅρκον. τοῦτο δὲ ὡς ὀμωμοκότων αὐτῶν φυλάξειν τὴν κρυπτομένην ἐν τῇ θαλάσσῃ νῆσον.

b. (παρφάμεν:) παραβῆναι. [*]()

a. φαενὸν ἐς αἰθέρα: ἀντὶ τοῦ, ἀλλ᾿ εἰς τὸν [*]() λαμπρὸν αἰθέρα ἀναφανεῖσαν τὴν Ῥόδον αὐτῷ δοθῆναι τῷ Ἡλίῳ.

b. φαενὸν κατὰ συγκοπὴν φαεινὸν, λαμπρόν.[*]()

c. αἰθέρα νῦν καταχρηστικῶς τὸν ἀέρα.[*]()[*]()

ἑᾷ κεφαλᾷ: τῇ ἑαυτοῦ, τοῦ Ἡλίου, κεφαλῇ εἰς [*]() τὸ μετὰ ταῦτα μερίδα γενέσθαι.

a. (γέρας:) γράφεται μέρος. [*]()

b. τελεύτασαν δὲ λόγων: ἀντὶ τοῦ ἀληθῆ ἐποίησαν [*]() τὰ δόξαντα.

1.226

[*]()c. τελεύταθεν: ἐτελειώθησαν. [*]()

d. ὁ δὲ νοῦς· ἐτελειώθη δὲ τούτων τῶν λόγων τὰ κεφάλαια ἐν τῇ ἀληθείᾳ πεσόντα.

[*]()e. (τελεύτασαν:) γράφεται τελεύταθεν.

[*]()a. βλάστε μὲν νᾶσος: ὁ νοῦς· ἀνεβλάστησε καὶ ἀνεδόθη ἐκ τῆς θαλάσσης ἡ νῆσος, ἔχει δὲ αὐτὴν εἰς ἰδίαν μοῖραν ὁ Ἥλιος ὁ τῆς τῶν ὀξειῶν ἀκτίνων γενέσεως πατὴρ [Ἥλιος] καὶ τῶν πῦρ πνεόντων ἡγεμὼν ἵππων.

b. ἐκ δὲ [*]() τοῦ | ὀξειῶν, τῶν πυρωτικῶν ἀκουστέον· τὴν γὰρ ὀξύτητα καὶ ἐπὶ πυρώσεως λέγομεν.

[*]()ἔχει τέ μιν: αὐτὴν, τὴν νῆσον.

[*]()ὁ γενέθλιος ἀκτίνων: ὁ Ἥλιος, ὁ ἔφορος τῆς γενέσεως πάντων.

[*]()a. ἔνθα Ῥόδῳ ποτὲ μιχθείς: ὁ νοῦς· ἐν ᾗ νήσῳ τῇ νύμφῃ Ῥόδῳ μιχθείς ποτε ὁ Ἥλιος ἐγέννησεν ἑπτὰ παῖδας ἐπὶ τῶν παλαιῶν ἀνθρώπων τοὺς σοφώτατα νοήματα παραδεξαμένους [ἀντὶ τοῦ σοφωτάτους]. εἰσὶ δὲ οἱ Ἡλίου ἑπτὰ παῖδες οὗτοι· Κέρκαφος, Ἀκτὶς, Μακαρεὺς, [*]() Τενάγης, Τριόπης, Φαέθων ὁ νεώτερος, Ὄχιμος.

b. ἄλλως· Τενάγης ἤτοι Φαέθων [ὁ νεώτατος], Ἀκτὶς, Μάκαρ, Χρύσιππος, Κάνδαλος, Τριόπης.[*]()

[*]()c. ἄλλως· Ἡλίου παῖδες καὶ Ῥόδης ἑπτὰ γίνονται·

1.227
Ὄχιμος, Κέρκαφος, Ἀκτὶς, Μακαρεὺς, Κάνδαλος, Τριόπης, Φαέθων ὁ νεώτερος, | ὃν οἱ ἐν τῇ νήσῳ ὀνομάζουσι Τενάγην. [*]() τοῦ δὲ Κερκάφου υἱοὶ Λίνδος, Ἰηλυσὸς, Κάμειρος, οἱ ὑπὸ Πινδάρου ὀνομαζόμενοι, ὥστε μὴ εἶναι αὐτοὺς υἱοὺς Ἡλίου, ἀλλ᾿ υἱωνούς. |

(d.) διὸ καί τινες γράφουσιν· ὧν εἷς μὲν [*]() Κάμειρον πρεσβύτατον· ὥστε τὸν λόγον εἶναι τοιοῦτον· ἀφ᾿ ὧν, τῶν Ἡλίου ἑπτὰ παίδων, εἷς Κέρκαφος ἐγέννησε τοὺς προκειμένους· ὥστε τὴν ἀπό πρόθεσιν ἔξωθεν λαμβάνειν ἡμᾶς.[*]()

a. τέκεν ἑπτά: Ἡλίου καὶ Ῥόδης (οὕτω γὰρ αὐτὴν [*]() Ἑλλάνικος καλεῖ) ἑπτὰ γίνονται παῖδες· Ὄχιμος, Κέρκαφος, Ἀκτὶς, Μάκαρος, Κάνδαλος, Τριόπης, Φαέθων ὁ νεώτερος, ὃν οἱ κατὰ τὴν νῆσον Τενάγην καλοῦσι. περὶ δὲ τῶν ὀνομάτων αὐτῶν διαφωνοῦσι· πάντες δὲ ἑπτά φασιν αὐτούς.

b. τέκεν ἑπτὰ σοφώτατα νοήματα: τουτέστι [*]() σοφωτάτους γενομένους. | ὁ γὰρ λέγων ὅτι Δημοσθένης ῥήτωρ [*]() ἐγένετο σοφώτατα νοήματα τῶν προτέρων ἀνδρῶν παραδεξάμενος, μηνύει ὅτι ῥήτωρ ἄριστος ἐγένετο.

c. σοφώτατα νοήματα: οἷον σοφωτάτους.

d. τὸ [*]() δὲ ἑξῆς· τέκεν ἑπτὰ παῖδας ἐπὶ τῶν προτέρων ἀνδρῶν παραδεξαμένους σοφὸν νόημα.

e. τῶν ἑπτὰ τῶν προειρημένων εἷς ὁ Κέρκαφος ἐκ Κυδίππης τῆς Ὀχίμου τοῦ ἀδελφοῦ ὑπὸ Πινδάρου ἱστορεῖται πεποιηκέναι τρεῖς παῖδας,

1.228
Λίνδον καὶ Ἰηλυσὸν καὶ Κάμιρον, οἳ οὔκ εἰσιν Ἡλίου υἱοὶ, ἀλλ᾿ υἱωνοί [ἤγουν υἱῶν υἱοί].

[*]()ὧν εἷς μέν: ὧν, τούτων τῶν ἑπτὰ παίδων, εἷς, ὁ Κέρκαφος, ἐκ Κυδίππης τῆς Ὀχίμου θυγατρὸς ἐγέννησε τρεῖς υἱοὺς, ὧν τὰ ὀνόματα [ὁ Πίνδαρος] ἐξέθετο· Κάμειρον· [*]() Λίνδον· Ἰηλυσόν [τῶν δύο πρεσβύτερον]· | ὡς εἶναι τούτους υἱωνοὺς καὶ οὐ παῖδας Ἡλίου.[*]()

[*]()a. (τρίχα:) τριχῶς.

[*]()b. τριχθὰ δασσάμενοι: διαδασάμενοι τριχῇ τὴν γῆν τὴν πατρῴαν καὶ τὴν μοῖραν τῶν ἄστεων.

[*]()c. δασσάμενοι πατρῴαν ἄστεων μοῖραν: χωρὶς καὶ ἰδίᾳ ἕκαστος διαδασάμενοι καὶ διαμερισάμενοι.

d. ὁ δὲ νοῦς· τούτων δὲ ἕκαστος κεχωρισμένως καὶ κατ᾿ ἰδίαν ἔχει πόλιν ὁμώνυμον· τὴν γὰρ πατρῴαν, αὐτὴν τὴν νῆσον, εἰς τρεῖς νειμάμενοι διεμερίσαντο, καὶ οὕτως ἐπωνόμασαν τὰς ἕδρας καὶ τὰς πόλεις· ὁμώνυμοι γάρ εἰσιν.

[*]()a. κέκληνται δέ σφιν ἕδραι: αἱ ἕδραι, αἱ πόλεις αἱ τρεῖς, ἀπ᾿ αὐτῶν ὠνομάσθησαν. Ὅμηρος (Β 656)·

Λίνδον Ἰηλυσόν τε καὶ ἀργιόεντα Κάμιρον.

[*]()b. κέκληνται δέ σφιν ἕδραι: ἐπωνομάσθησαν [*]() δὲ αὐτῶν αἱ ἕδραι, τουτέστιν αἱ πόλεις· | ἕδρας γὰρ νῦν ταύτας ὀνομάζει.

c. τοῖς Ἡλίου υἱωνοῖς.

[*]()a. τόθι λύτρον συμφορᾶς: τῆς κατὰ τὴν

1.229
φυγὴν συμφορᾶς γλυκὺ λύτρον ἵσταται. τουτέστι γλυκερὰ νόσος ἵσταται.

b. ἄλλως· λυτήριον τῆς φυγῆς τῆς διὰ Λικύμνιον.

c. τόθι: ἔνθα καὶ τῷ Τληπολέμῳ, τῷ τῶν Ἀργείων [*]() ἡγεμόνι, τῆς οἰκτρᾶς συμφορᾶς λυτήριον γλυκὺ ἵσταται. ἵσταται δὲ αὐτῷ τὸ λυτήριον ὡς τοῖς θεοῖς· θυσίαι γὰρ αὐτῷ διάφοροι γίνονται καὶ ἀγῶνες τελοῦνται.

d. λυτήριον δὲ τῆς συμφορᾶς τὴν μετοίκησίν φησι καὶ τὴν αὐτόθι τοῦ βίου διατριβήν.

μήλων τε κνισσάεσσα πομπά: ἡ θυσία. ἐπεί [*]() φασιν ὅτι ἀγὼν ἐκεῖ ἄγεται Τληπολέμεια. οἱ δὲ Ἡράκλεια· ὅθεν αὐτῷ θυσίαι ἀξιοπρεπεῖς τελοῦνται αὐτόθι.

a. κρίσις ἀμφ᾿ ἀέθλοις· κρίσιν εἶπε τὸν ἀγῶνα [*]() τῶν Ἡλιείων, ὃν τιθέασιν οἱ Ῥόδιοι. ἐψεύσατο δὲ ὁ Πίνδαρος· οὐ γὰρ Τληπολέμῳ, τῷ δὲ Ἡλίῳ τιθέασι τὸν ἀγῶνα. διὸ καὶ ἡλιορόδιον τὸν ἀγῶνα.

b. ἀμφ᾿ ἀέθλοις· τὸν ἀγῶνα τῶν Ῥοδίων ὃν τιθέασιν οἱ Ῥόδιοι Τληπολέμῳ. καὶ τοῦτο δὲ ψεύδεται ὁ Πίνδαρος· οὐ γὰρ Τληπολέμῳ ὁ ἀγὼν ἐπιτελεῖται· οὐ γὰρ Ἡλίῳ, ὡς Ἴστρος (FHG I, 427) φησὶν ἐν τῇ περὶ τῶν Ἡλίου ἀγώνων· Ῥόδιοι τιθέασιν Ἡλίου ἐν Ῥόδῳ γυμνικόν τε στεφανίτην· ἐν γὰρ Ῥόδῳ ἄγεται τὰ Τληπολέμια.